- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:6-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞颂了厄塞比亚之母极其高贵的出身与超凡的贞节,以及皇帝为大婚所举行的盛大庆典,并借由浅薄观众只知赞赏乐师华服而不知品评真正音律的譬喻,批评了那些沉溺于婚礼仪仗外在奢华描写的肤浅趣味。
Ταῦτα ἐπιστάμενον σαφῶς τὸν βασιλέα τὸν σώφρονα φαίην ἂν εἰκότως πολλάκις βουλευσάμενον ἑλέσθαι τὸν γάμον, τὰ μὲν οἶμαι πυνθανόμενον, ὅσα χρῆν διʼ ἀκοῆς περὶ αὐτῆς μαθεῖν, τεκμαιρόμενον δὲ ἀπὸ τῆς μητρὸς τὴν εὐταξίαν· ὑπὲρ ἧς τὰ μὲν ἄλλα τί δεῖ λέγοντας διατρίβειν, καθάπερ οὐκ ἔχοντας ἴδιον ἐγκώμιον τῆς, ὑπὲρ ἧς ὁ λόγος, διελθεῖν; τοσοῦτον δὲ ἴσως οὔτε εἰπεῖν οὔτε ἐπακοῦσαι πολὺ καὶ ἐργῶδες, ὅτι δὴ γένος μὲν αὐτῇ σφόδρα Ἑλληνικόν, Ἑλλήνων τῶν πάνυ, καὶ πόλις ἡ μητρόπολις τῆς Μακεδονίας, σωφροσύνη δὲ ὑπέρ τε Εὐάδνην τὴν Καπανέως καὶ τὴν Θετταλὴν ἐκείνην Λαοδάμειαν. αἱ μὲν γὰρ καλοὺς καὶ νέους καὶ ἔτι νυμφίους τοὺς ἄνδρας ἀφαιρεθεῖσαι δαιμόνων βίᾳ βασκάνων ἢ μοιρῶν νήμασι τοῦ ζῆν ὑπερεῖδον διὰ τὸν ἔρωτα, ἡ δέ, ἐπειδὴ τὸ χρεὼν τὸν κουρίδιον αὐτῆς ἄνδρα κατέλαβε, τοῖς παισὶ προσκαθημένη τοσοῦτον ἐπὶ σωφροσύνῃ κλέος αὑτῇ εἰργάσατο, ὥστε τῇ μὲν Πηνελόπῃ περιόντος ἔτι καὶ πλανωμένου τοῦ γήμαντος, προσῄει τὰ μειράκια μνηστευσόμενα ἔκ τε Ἰθάκης καὶ Σάμου καὶ Δουλιχίου, τῇ δὲ ἀνὴρ μὲν οὐδεὶς καλὸς καὶ μέγας ἢ ἰσχυρὸς καὶ πλούσιος ὑπὲρ τούτων εἰς λόγους ἐλθεῖν ὑπέμεινέ ποτε· τὴν θυγατέρα δὲ βασιλεὺς ἑαυτῷ συνοικεῖν ἀξίαν ἔκρινε, καὶ ἔδρασε τὸν γάμον λαμπρῶς μετὰ τὰ τρόπαια, ἔθνη καὶ πόλεις καὶ δήμους ἑστιῶν.
既然明断地知晓这些事,依我之见,这位克制的皇帝自然是在屡加斟酌之后才选定了这门婚事——我以为,他一方面打听着所有应当由传闻获知的关于她的品行,另一方面又从其母身上推断出她的端方规矩。关于这位母亲,我们何须费时赘述其他细节,宛如我们没有专属于当受赞颂的那位主人公自身的颂词可以铺陈一般?然而,说出或听闻以下这点,或许既不算多余也不至劳费:她的门第是纯然的希腊血统,出自最为显赫的希腊名门,其城邦是马其顿的都会;而在节制坚贞方面,她不仅超越了卡帕纽斯之妻厄瓦德涅,也胜过了那位色萨利的拉奥达弥亚。因为后两人在夫君尚年轻健美、新婚燕尔之际,因妒忌的神明之暴力或命运之纺线而横遭夺爱,出于爱恋遂轻生殉夫;然而这位母亲,在命定的死期带走其结发夫君之后,常伴子嗣之侧,在守节方面为自身赢得了如此崇高的名声,以至于在珀涅罗珀的夫婿尚存人世且四处漂泊之时,伊萨卡、萨摩斯和杜利基翁的青年便纷至沓来向她求婚,而对于这位母亲,无论如何俊美、伟大、有权或富有的男子,从未有一人敢于就此事向她提亲。皇帝认定她的女儿配得上与自己共结连理,并在大获全胜树立战功之后,大宴万国、诸城与民众,极其荣耀地举行了婚礼。
Εἰ δέ τις ἄρα ἐκείνων ἐπακούειν ποθεῖ, ὅπως μὲν ἐκ Μακεδονίας ἐκαλεῖτο μετὰ τῆς μητρὸς ἡ νύμφη, τίς δὲ ἦν ὁ τῆς πομπῆς τρόπος, ἁρμάτων καὶ ἵππων καὶ ὀχημάτων παντοδαπῶν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ μετὰ τῆς ἀρίστης τέχνης εἰργασμένων, ἴστω παιδικῶν σφόδρα ἀκουσμάτων ἐπιθυμῶν· καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος δεξιοῦ τὴν τέχνην·1 ἔστω δέ, εἰ βούλει, Τέρπανδρος οὗτος ἢ ὁ Μηθυμναῖος ἐκεῖνος, ὃν δὴ λόγος ἔχει δαιμονίᾳ πομπῇ χρησάμενον φιλομουσοτέρου τοῦ δελφῖνος τυχεῖν ἢ τῶν ξυμπλεόντων, καὶ ἐπὶ τὴν Λακωνικὴν ἄκραν κομισθῆναι· ἔθελγε γὰρ οἶμαι τοὺς δυστυχεῖς ναύτας ὅσα ἐκεῖνος ἀπὸ τῆς τέχνης εἰργάσατο, αὐτῆς δὲ ἐκείνης ὑπερεώρων καὶ οὐδεμίαν ὤραν ἐποιοῦντο τῆς μουσικῆς· εἰ δὴ οὖν τις τοῖν ἀνδροῖν ἐκείνοιν τὸν κράτιστον ἐπιλεξάμενος καὶ ἀποδοὺς τὸν περὶ τὸ σῶμα κόσμον τῇ τέχνῃ πρέποντα εἶτα ἐς θέατρον παραγάγοι παντοδαπῶν ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων φύσει τε καὶ ἡλικίᾳ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφερόντων, οὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας2 καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁπόσοι τοιοῦτοι εἰς τὴν ἐσθῆτα καὶ τὴν κιθάραν ἀποβλέποντας ἐκπεπλῆχθαι δεινῶς πρὸς τὴν ὄψιν, τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν πλὴν σφόδρα ὀλίγων ἅπαν τὸ πλῆθος ἡδονῇ καὶ λύπῃ κρίνειν τὰ κρούματα, μουσικὸν δὲ ἄνδρα, τοὺς νόμους ἐξεπιστάμενον τῆς τέχνης, οὔτε μιγνύμενα τὰ μέλη τῆς ἡδονῆς χάριν φαύλως ἀνέχεσθαι, δυσχεραίνειν τε καὶ εἰ τοὺς τρόπους τῆς μουσικῆς διαφθείροι καὶ εἰ ταῖς ἁρμονίαις μὴ δεόντως χρῷτο μηδὲ ἑπομένως τοῖς νόμοις τῆς ἀληθινῆς καὶ θείας μουσικῆς; ὁρῶν δὲ ἐμμένοντα τοῖς νομισθεῖσι καὶ οὐ κίβδηλον ἡδονήν, καθαρὰν δὲ καὶ ἀκήρατον τοῖς θεαταῖς ἐνεργασάμενον ἄπεισι τοῦτον ἐπαινῶν καὶ ἐκπληττόμενος, ὅτι δὴ σὺν τέχνῃ μηδὲν ἀδικῶν τὰς Μούσας τῷ θεάτρῳ ξυγγέγονε. τὸν δὲ τὴν ἁλουργίδα καὶ τὴν κιθάραν ἐπαινοῦντα ληρεῖν οἴεται καὶ ἀνοηταίνειν· καὶ εἰ διὰ πλειόνων τὰ τοιαῦτα διηγεῖται, λέξει τε ἡδίστῃ κοσμῶν καὶ ἐπιλεαίνων τὸ φαῦλον καὶ ἀγεννὲς τῶν διηγημάτων, γελοιότερον νομίζει τῶν ἀποτορνεύειν τὰς κέγχρους ἐπιχειρούντων, καθάπερ οἶμαι φασὶ τὸν Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ.
然而,如果有人切望听闻那类琐事——诸如新娘是如何与母亲一同从马其顿被迎召而来,那场仪仗又是怎样一番规制,有着以黄金、白银和青铜借由精湛技艺雕琢而成的各色战车、良马与舆轿——便当知晓他所渴望的不过是极其幼稚的听闻。因为依我之见,正如对于一位身怀绝技的琴歌艺人而言——若你愿意,且把他当作泰尔潘德,或是那位闻名遐迩的墨提姆纳人,相传他借助神异的护送,遇到了比同舟者更喜爱乐艺的海豚,因而被载运到了拉科尼亚的岬角;因为我想,他靠技艺所挣得的一切迷住了那些倒霉的水手,他们却蔑视那门技艺本身,对音乐也丝毫不予重视——假使有人从那两人中选出最优秀的一位,为其配上切合其技艺的身饰,然后将他引至一个坐满形形色色的男人、女人与孩童的剧场,这些人在天性、年龄以及其余志趣上各不相同,难道你们不认为,孩童以及那些与孩童同等的男女,注视着华服与琴具,会被眼前的景象震慑得目瞪口呆;而男人中较为蒙昧者以及除极少数外的全体妇人,则全凭快感与不悦来品评琴音;但唯有一位深通音律之规、精通乐艺的男子,绝不容忍为了快感而将曲调草率混杂,倘若那人败坏了音乐的调式,或者不合度地、不依循真正而神圣的音乐法则去运用和声,他定会心生厌恶?但若见到琴师恪守既定法则,在观众心中激发的并非虚妄的快感,而是纯正且洁净的欣悦,他离开时便会称赞并叹服于他,因为他凭着真正的技艺与剧场交融,未曾丝毫亵渎缪斯。至于那些夸赞紫袍与竖琴的人,他则认为他们是在胡言乱语、愚不可及;如果有人对这类事大书特书,以极甜美的言辞粉饰并抹平叙述中浅薄庸俗的内容,他便会认为此等人比那些企图在车床上旋削粟粒的人更为荒唐可笑,正如我想人们所说,密耳墨基德斯为了与菲狄亚斯的技艺一争高下而行此举一般。
- 111aκαθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος δεξιοῦ τὴν τέχνην·
句法破格(破式,anacoluthon)。句首以属格短语起笔(“καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος...”,意为“因为正如依我之见,对于某个身怀绝技的琴歌艺人而言……”),但在插入了关于泰尔潘德与墨提姆纳人阿里翁的较长说明后,后文通过条件从句“εἰ δὴ οὖν τις... παραγάγοι”(“假使有人……将他引至……”)重构了主语和谓语,致使开头的属格短语失去了严格对应的支配谓词。
- 111bοὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας
由主动词 οἴεσθε(搭配 ἄν 构成反问兼推测语气,“难道你们不认为……?”)所统辖的长大“宾格加不定式”结构骨架。宾格主语与不定式通过 μὲν...δέ 形成层层对比:(1) “τοὺς μὲν παῖδας καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁπόσοι τοιοῦτοι”(孩童及与之同质的成年男女)+ “ἐκπεπλῆχθαι”(惊异于外表),(2) “τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν... ἅπαν τὸ πλῆθος”(较愚昧的男子与绝大多数妇人)+ “κρίνειν”(仅凭感官快苦来评判),(3) “μουσικὸν δὲ ἄνδρα”(通晓音律的真正鉴赏家)+ “οὔτε... ἀνέχεσθαι, δυσχεραίνειν τε”(既不能容忍调式混乱,亦深感厌恶)。
