- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者由厄塞比亚之父担任尊贵的执政官出发,阐述奠定家族显赫基业胜于继承家世的道理,以确立其出身的高贵,继而赞美促使君士坦提乌斯二世皇帝选她为后的卓越品德、才智与绝伦美貌。
καὶ περὶ μὲν τούτων οὐδὲν ἔτι δέομαι μακρότερα λέγειν. Εὐγενείας γε μὴν τί ἂν ἔχοιμεν ἔτι πράγματα ἐπιζητοῦντες φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον;1 θυγάτηρ γάρ ἐστιν ἀνδρὸς ἀξίου νομισθέντος τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχὴν ἄρχειν, πάλαι μὲν ἰσχυρὰν καὶ βασιλείαν ἀτεχνῶς ὀνομαζομένην, μεταβαλοῦσαν δὲ διὰ τοὺς οὐκ ὀρθῶς χρωμένους τῇ δυνάμει τὸ ὄνομα· νῦν δὲ ἤδη τῆς δυνάμεως ἐπιλειπούσης, ἐπειδὴ πρὸς μοναρχίαν τὰ τῆς πολιτείας μεθέστηκε, τιμὴ καθʼ αὑτὴν τῶν ἄλλων ἁπάντων στερομένη πρὸς πᾶσαν ἰσχὺν ἀντίρροπος εἶναι δοκεῖ, τοῖς μὲν ἰδιώταις οἷον ἆθλον ἀποκειμένη καὶ γέρας ἀρετῆς ἢ πίστεως ἢ τινος εὐνοίας καὶ ὑπηρεσίας περὶ τοὺς τῶν ὅλων ἄρχοντας ἢ πράξεως λαμπρᾶς, τοῖς βασιλεῦσι δὲ πρὸς οἷς ἔχουσιν ἀγαθοῖς οἷον ἄγαλμα καὶ κόσμος ἐπιτιθεμένη· τῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων, ὁπόσα τῆς παλαιᾶς ἐκείνης πολιτείας διασώζει τινὰ φαύλην καὶ ἀμυδρὰν εἰκόνα, ἢ παντάπασιν ὑπεριδόντες διὰ τὴν ἰσχὺν κατέγνωσαν, ἢ προσιέμενοί γε διὰ βίου καρποῦνται τὰς ἐπωνυμίας·2 μόνης δέ, οἶμαι, ταύτης οὔτε τὴν ἀρχὴν ὑπερεῖδον, χαίρουσί τε καὶ πρὸς ἐνιαυτὸν τυγχάνοντες· καὶ οὔτε ἰδιώτης οὐδεὶς οὔτε βασιλεύς ἐστιν ἢ γέγονεν, ὃς οὐ ζηλωτὸν ἐνόμισεν ὕπατος ἐπονομασθῆναι. εἰ δέ, ὅτι πρῶτος ἔτυχεν ἐκεῖνος καὶ γέγονεν ἀρχηγὸς τῷ γένει τῆς εὐδοξίας, ἔλαττόν τις ἔχειν αὐτὸν τῶν ἄλλων ὑπολαμβάνει, λίαν ἐξαπατώμενος οὐ μανθάνει· τῷ παντὶ γὰρ οἶμαι κρεῖττόν ἐστι καὶ σεμνότερον ἀρχὴν παρασχεῖν τοῖς ἐγγόνοις περιφανείας τοσαύτης ἢ λαβεῖν παρὰ τῶν προγόνων. ἐπεὶ καὶ πόλεως μεγίστης οἰκιστὴν γενέσθαι κρεῖττον ἢ πολίτην, καὶ λαβεῖν ὁτιοῦν ἀγαθὸν τοῦ δοῦναι τῷ παντὶ καταδεέστερον. λαμβάνειν δὲ ἐοίκασι παρὰ τῶν πατέρων οἱ παῖδες καὶ οἱ πολῖται παρὰ τῶν πόλεων οἷον ἀφορμάς τινας πρὸς εὐδοξίαν. ὅστις δὲ ἀποδίδωσι πάλιν ἐξ ἑαυτοῦ προγόνοις τε καὶ πατρίδι μείζονα τιμῆς ὑπόθεσιν, λαμπροτέραν μὲν ἐκείνην καὶ σεμνοτέραν, τοὺς πατέρας δὲ ἐνδοξοτέρους ἀποφαίνων, οὗτος οὐδενὶ δοκεῖ καταλιπεῖν πρὸς εὐγενείας λόγον ἅμιλλαν· οὐδὲ ἔστιν ὅστις ἐκείνου φήσει κρείττων γεγονέναι· ἐξ ἀγαθῶν μὲν γὰρ ἀγαθὸν φῦναι χρή. ὁ δὲ ἐξ ἐνδόξων ἐνδοξότερος γενόμενος, ἐς ταὐτὸν ἀρετῇ τῆς τύχης πνεούσης,3 οὗτος οὐδενὶ δίδωσιν ἀπορεῖν, εἰ τῆς εὐγενείας εἰκότως μεταποιεῖται.
关于这些事,我实无须再作更长的论述。 至于高贵的出身,我们又何必再费周折去寻求更显明、更清晰的证据呢?因为她是这样一位人物的女儿:他被认为配得上担任以其名纪年的官职——这一官位古时曾极其强盛,确确实实被称为王权,但因那些未能正当行使权力的人而更改了名称;如今,既然政体已转变为君主制,其实权虽已丧失,然而这一独立自足、剥离了一切其他权力的荣耀,却似乎足以与任何权势相匹敌。对于平民而言,它是作为美德、忠诚、或对天下主宰的某种善意与侍奉、抑或显赫功绩的奖赏与尊荣而设;对于皇帝而言,它则是在既有福分之上锦上添花的一种冠冕与华饰。因为在那些仍保留着昔日政体些许微弱暗淡印记的其他官名与职分中,〔皇帝们〕要么因〔自身〕的权势而彻底轻蔑鄙夷,要么即使接受,也终生享用那些头衔;然而依我之见,唯独对这一官位,〔他们〕从未加以轻视,哪怕只担任一年也满怀欣喜;无论在当下还是过去,没有任何平民或君主不认为被冠以执政官之名是值得歆羡的。如果有人以为,因为他是家族中首先获得此职、成为门第显赫的始祖,就比其他人逊色,那么此人就是大受蒙蔽而不自知。因为依我之见,为子孙开启如此显赫名声的源头,在各方面都远胜于且更尊贵于从祖先那里继承它,正如成为一座极伟大城邦的奠基者胜过成为其公民,而接受任何善物在各方面都远不及赐予善物。子孙从父辈那里、公民从城邦那里所领受的,似乎只是通向名望的某种依托;然而,若有人凭自身之力反过来馈赠给祖先与故土更大的荣耀之因,使故土更加辉煌尊严,使父辈更为显赫,这样的人在论及高贵出身时,似乎不给任何人留下争胜的余地;也没有任何人敢自称胜过了他。因为好人本该出自好人之家;但若有人从显赫之中变得更加显赫,当命运之风与美德同向吹拂时,此人决不会让任何人怀疑他是否理所当然地享有高贵出身。
Εὐσεβία δέ, περὶ ἧς ὁ λόγος, παῖς μὲν ὑπάτου γέγονε, γαμετὴ δέ ἐστι βασιλέως ἀνδρείου, σώφρονος, συνετοῦ, δικαίου, χρηστοῦ καὶ πρᾴου καὶ μεγαλοψύχου, ὃς ἐπειδὴ πατρῴαν οὖσαν αὐτῷ τὴν ἀρχὴν ἀνεκτήσατο, ἀφελόμενος τοῦ βίᾳ λαβόντος, γάμου τε ἐδεῖτο πρὸς παίδων γένεσιν, οἳ κληρονομήσουσι τῆς τιμῆς καὶ τῆς ἐξουσίας, ταύτην ἀξίαν ἔκρινε τῆς κοινωνίας γεγονὼς ἤδη σχεδόν τι τῆς οἰκουμένης ἁπάσης κύριος. καίτοι πῶς ἄν τις μείζονα μαρτυρίαν ἐπιζητήσειε τῆσδε; οὐ μόνον περὶ τῆς εὐγενείας αὐτῆς, ὑπὲρ δὲ ἁπάντων ἁπλῶς, ὅσα χρῆν οἶμαι τὴν βασιλεῖ τοσούτῳ συνιοῦσαν, καθάπερ φερνὴν οἴκοθεν ἐπιφερομένην, κομίζειν ἀγαθά, παιδείαν ὀρθήν, σύνεσιν ἐμμελῆ, ἀκμὴν καὶ ὥραν σώματος καὶ κάλλος τοσοῦτον, ὥστε ἀποκρύπτεσθαι τὰς ἄλλας παρθένους, καθάπερ οἶμαι περὶ τῇ σελήνῃ πληθούσῃ οἱ διαφανεῖς ἀστέρες καταυγαζόμενοι κρύπτουσι τὴν μορφήν. ἓν μὲν γὰρ τούτων οὐδὲν ἐξαρκεῖν δοκεῖ πρὸς κοινωνίαν βασιλέως, πάντα δὲ ἅμα, ὥσπερ θεοῦ τινος ἀγαθῷ βασιλεῖ καλὴν καὶ σώφρονα πλάττοντος τὴν νύμφην, εἰς ταὐτὸ συνεληλυθότα πόρρωθεν καὶ οὐκ ἀπὸ τῶν ὀμμάτων ἐφελκυσάμενα4 μάλα ὄλβιον ἦγε τὸν νυμφίον. κάλλος μὲν γὰρ τῆς ἐκ τοῦ γένους βοηθείας καὶ τῶν ἄλλων ἀγαθῶν οἶμαι στερόμενον οὐδὲ ἰδιώτην ἀκόλαστον ἰσχύει πείθειν τὴν γαμήλιον ἀνάψαι λαμπάδα, ἄμφω δὲ ἅμα συνελθόντα γάμον μὲν ἥρμοσε πολλάκις, ἀπολειπόμενα δὲ τῆς ἐκ τῶν τρόπων ἁρμονίας καὶ χάριτος οὐ λίαν ἐφάνη ζηλωτά.
至于作为本篇论述主角的厄塞比亚,她既是执政官之女,又是一位英勇、节制、睿智、公正、善良、温和且气度宏大的皇帝之妻;这位皇帝在从武力篡位者手中夺回父祖之王位后,为了繁衍能够继承其尊荣与权势的子嗣而需要成婚,在他已几乎成为普天下之主时,判定她配得上结为伉俪。然而,人们又怎能寻求比这更大的明证呢?不仅关于她自身的高贵门第,而且毫无保留地关于一切我认为与如此伟大的皇帝结合的女子所应具备的美德,宛如从娘家带来的丰厚嫁妆:端正的教养、融通的智慧、青春焕发的身躯,以及足以使其他少女尽皆失色的绝美容貌,正如在我看来,满月当空时,明亮的群星被照耀而隐匿其形体。因为这些品质中的任何单一项,都不足以与皇帝结为伴侣;然而这一切同时汇聚在一起——宛如某位神明为一位贤君塑造了一位美丽而节制的新娘——从远方吸引着新郎,且非借由眼目,从而使新郎步入了极其幸福的境界。因为美貌若缺少门第的依托与其他诸般美善,依我之见,连放纵的平民都无法说服其点燃婚礼火炬;而两者若同时具备,虽常能撮合成婚姻,但若缺乏源于品行的和谐与温雅,终究也显得并不那么令人欣羡。
- 4Εὐγενείας γε μὴν τί ἂν ἔχοιμεν ἔτι πράγματα ἐπιζητοῦντες φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον;
句首的属格 Εὐγενείας 作关涉属格(“关于高贵的出身”),统摄全句。主句中的 ἂν ἔχοιμεν ... πράγματα 构成习语 πράγματα ἔχειν(“费事/烦劳”),疑问词 τί 作副词用(“为何”)。补充性分词 ἐπιζητοῦντες 统辖带有比较级形容词的直接宾语 φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον。
- 108aτῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων, ὁπόσα τῆς παλαιᾶς ἐκείνης πολιτείας διασώζει τινὰ φαύλην καὶ ἀμυδρὰν εἰκόνα, ἢ παντάπασιν ὑπεριδόντες διὰ τὴν ἰσχὺν κατέγνωσαν, ἢ προσιέμενοί γε διὰ βίου καρποῦνται τὰς ἐπωνυμίας
句首由关系从句 ὁπόσα...εἰκόνα 修饰的属格短语 τῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων 作为主题化属格置于句首,亦可视为由 κατέγνωσαν 所统辖的属格。在随后的二选一分句(ἤ...ἤ...)中,前半分句由分词 ὑπεριδόντες 和限定动词 κατέγνωσαν 承接该属格,而后半分句则发生句式转换(破格,anacoluthon),以宾格 τὰς ἐπωνυμίας 作为分词 προσιέμενοι 和动词 καρποῦνται 的直接宾语。
- 109aἐς ταὐτὸν ἀρετῇ τῆς τύχης πνεούσης
此为独立属格(τῆς τύχης πνεούσης),运用了航海中顺风吹拂的隐喻(ἐς ταὐτὸν πνεῖν,意为“吹向同一方向”)。与格 ἀρετῇ 与介词短语 ἐς ταὐτόν 相应,表示基准与符合:“与美德向着同一方向吹拂”。
- 109dπόρρωθεν καὶ οὐκ ἀπὸ τῶν ὀμμάτων ἐφελκυσάμενα
该分词短语的主语是前文所述的诸种美质(πάντα δὲ ἅμα... εἰς ταὐτὸ συνεληλυθότα)。中动分词 ἐφελκυσάμενα 意为“吸引至自身”,副词 πόρρωθεν(“从远方”)与介词短语 οὐκ ἀπὸ τῶν ὀμμάτων(“非由眼目/肉眼视线”)构成并列对比,表明皇帝并非因亲眼目睹,而是在远方就被其诸般美质与声誉所吸引。
