← 朱利安

尤塞比亚皇后颂

§3

马其顿王室渊源与萨洛尼卡的荣耀

演说者略去神话传说,记述了马其顿王室的渊源,赞颂了腓力与亚历山大大帝的赫赫功业,并引出因战胜色萨利人而得名的核心城邦萨洛尼卡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ μὲν οὖν τῆς πατρίδος πολλὰ σεμνὰ λέγειν ἔχων, τὰ μὲν διὰ παλαιότητα παρήσειν μοι δοκῶ· φαίνεται γὰρ εἶναι τῶν μύθων οὐ πόρρω· ὁποῖον δή τι καὶ τὸ περὶ τῶν Μουσῶν λεγόμενον, ὡς εἶεν δήπουθεν ἐκ τῆς Πιερίας, οὐχὶ δὲ ἐξ Ἑλικῶνος εἰς τὸν Ὄλυμπον ἀφίκοιντο παρὰ τὸν πατέρα κληθεῖσαι. τοῦτο μὲν δὴ καὶ εἰ δή τι τοιοῦτον ἕτερον, μύθῳ μᾶλλον ἢ λόγῳ προσῆκον, ἀπολειπτέον· ὀλίγα δὲ εἰπεῖν τῶν οὐ πᾶσι γνωρίμων τυχὸν οὐκ ἄτοπον οὐδὲ ἀπὸ τοῦ παρόντος λόγου. Μακεδόνων γὰρ οἰκίσαι φασὶ τὴν χώραν τοὺς Ἡρακλέους ἐγγόνους, Τημένου παῖδας, οἳ τὴν Ἀργείαν λῆξιν νεμόμενοι καὶ στασιάζοντες τέλος ἐποιήσαντο τὴν ἀποικίαν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ φιλοτιμίας·1 εἶτα ἑλόντες τὴν Μακεδονίαν καὶ γένος ὄλβιον ἀπολιπόντες βασιλεῖς ἐκ βασιλέων διετέλουν καθάπερ κλῆρον τὴν τιμὴν διαδεχόμενοι. πάντας μὲν οὖν αὐτοὺς ἐπαινεῖν οὔτε ἀληθὲς οὔτε οἶμαι ῥᾴδιον. πολλῶν δὲ ἀγαθῶν ἀνδρῶν γενομένων καὶ καταλιπόντων Ἑλληνικοῦ τρόπου μνημεῖα πάγκαλα, Φίλιππος καὶ ὁ τούτου παῖς ἀρετῇ διηνεγκάτην πάντων, ὅσοι πάλαι Μακεδονίας καὶ Θρᾴκης ἦρξαν, οἶμαι δὲ ἔγωγε καὶ ὅσοι Λυδῶν ἢ Μήδων καὶ Περσῶν καὶ Ἀσσυρίων, πλὴν μόνου τοῦ Καμβύσου παιδός,2 ὃς ἐκ τῶν Μήδων ἐς Πέρσας τὴν βασιλείαν μετέστησεν. ὁ μὲν γὰρ πρῶτος ἐπειράθη τὴν Μακεδόνων αὐξῆσαι δύναμιν, καὶ τῆς Εὐρώπης τὰ πλεῖστα καταστρεψάμενος ὅρον ἐποιήσατο πρὸς ἕω μὲν καὶ πρὸς μεσημβρίαν τὴν θάλατταν, ἀπ’ ἄρκτων δὲ οἶμαι τὸν Ἴστρον καὶ πρὸς ἑσπέραν τὸ Ὠρικὸν ἔθνος. ὁ τούτου δὲ αὖ παῖς ὑπὸ τῷ Σταγειρίτῃ σοφῷ τρεφόμενος τοσοῦτον μεγαλοψυχίᾳ τῶν ἄλλων ἁπάντων διήνεγκε καὶ προσέτι τὸν αὑτοῦ πατέρα τῇ στρατηγίᾳ καὶ τῇ θαρραλεότητι καὶ ταῖς ἄλλαις ἀρεταῖς ὑπερβαλλόμενος, ὥστ’ οὐκ ἄξιον αὑτῷ ζῆν ὑπελάμβανεν, εἰ μὴ ξυμπάντων μὲν ἀνθρώπων, πάντων δὲ ἐθνῶν κρατήσειεν. οὐκοῦν τὴν μὲν Ἀσίαν ἐπῆλθε σύμπασαν καταστρεφόμενος, καὶ ἀνίσχοντα πρῶτος ἀνθρώπων τὸν ἥλιον προσεκύνει, ὡρμημένον δὲ αὐτὸν ἐπὶ τὴν Εὐρώπην, ὅπως τὰ λειπόμενα περιβαλόμενος γῆς τε ἁπάσης καὶ θαλάττης κύριος γένοιτο, τὸ χρεὼν ἐν Βαβυλῶνι κατέλαβε. Μακεδόνες δὲ ἁπάντων ἦρχον, ὧν ὑπʼ ἐκείνῳ κτησάμενοι πόλεων καὶ ἐθνῶν ἔτυχον. ἆρʼ οὖν ἔτι χρὴ διὰ μειζόνων τεκμηρίων δηλοῦν, ὡς ἔνδοξος μὲν ἡ Μακεδονία καὶ μεγάλη τὸ πρόσθεν γένοιτο; ταύτης δὲ αὐτῆς τὸ κράτιστον ἡ πόλις ἐκείνη, ἣν ἀνέστησαν, πεσόντων, οἶμαι, Θετταλῶν, τῆς κατʼ ἐκείνων ἐπώνυμον νίκης.3

既然关于她的故土有许多尊严之事可言,我想由于年代久远,我当略去其中一部分;因为它们看来与神话相差无几,比如关于缪斯们的传说,说她们想必来自庇厄利亚,受召前往父亲身边时并非从赫利孔山来到奥林匹斯山。这一传说,以及若有其他类似之事,更适合寓言而非论说,理当舍弃;然而讲述一些并非人尽皆知的事情,或许并不突兀,亦非脱离眼前的论述。因为据说赫拉克勒斯的后裔、特墨诺斯的子孙们殖民了马其顿人的土地;他们保有阿尔戈斯的封地,却陷入内讧,最终以殖民作为彼此纷争与竞争的终局。随后他们夺取了马其顿,留下了昌盛的家族,世世代代为王,宛如承继遗产般世代传递这尊荣。我想,若要称赞他们所有人,既非符合事实,亦不容易。然而,尽管有许多贤士涌现,留下了极其优美且合乎希腊风尚的丰碑,但腓力和他的儿子在美德上超越了古时所有统治马其顿和色雷斯的人,在我看来,甚至也超越了所有统治吕底亚人、米底人、波斯人和亚述人的人,唯独除去那位将王权由米底人转移到波斯人手中的坎比西斯之子。因为前者乃是企图壮大马其顿国力的第一人,在征服了大半个欧洲后,他以大海为东方与南方的边界,我想是以伊斯特罗斯河为北方边界,以俄里克姆部族为西方边界。而他的儿子在斯塔吉拉的智者教导下成长,在胸襟气度上远远超迈所有其他人,兼且在统帅之术、英勇以及其他诸种美德上超越了自己的父亲,以致他认为若不能成为全人类和万民的主宰,自己活着便毫无价值。于是他横扫并征服了整个亚洲,成为人类中首先向初升之日行敬拜礼的人;然而正当他欲向欧洲进发,以便将余下之地收归己有、成为全陆地与海洋的主宰时,既定的命运却在巴比伦攫取了他。而马其顿人则统治了他们在他的统领下所获得的一切城邦和民族。那么,难道还需要用更重大的证据来表明,马其顿往昔是何等显赫与伟大吗?而正是在这片土地之中,最强盛的乃是他们所建的那座城邦,我想,是在色萨利人溃败之时,因对他们的胜利而得名的。

语法注3 条
  1. 106dτέλος ἐποιήσαντο τὴν ἀποικίαν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ φιλοτιμίας

    此处为双宾格结构,τὴν ἀποικίαν 作直接宾语,τέλος 作宾语补足语(谓语宾格),意为“将殖民(ἀποικία)作为彼此纷争与竞争的终结(τέλος)”。属格短语 τῆς...ἔριδος 依附于 τέλος,表“……的终局”。

  2. 107aπλὴν μόνου τοῦ Καμβύσου παιδός

    意为“唯独除去坎比西斯之子”。介词性副词 πλήν 支配属格。历史上此指居鲁士大帝(坎比西斯一世之子),后文紧接的关系代词分句 ὃς ἐκ τῶν Μήδων ἐς Πέρσας τὴν βασιλείαν μετέστησεν(“将王权从米底人转移到波斯人手中的人”)明确指明了其人身份。

  3. 107dτῆς κατʼ ἐκείνων ἐπώνυμον νίκης

    形容词 ἐπώνυμος 意为“以……命名的”,支配表示命名来源的属格 νίκης。宾格短语修饰关系代词 ἣν(先行词为 ἡ πόλις ἐκείνη),从词源学角度暗示了该城即萨洛尼卡(Θεσσαλονίκη,字面意为“色萨利人的胜利”),即以战胜色萨利人(Θετταλοί)的胜利(νίκη)而命名的城邦。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:3