- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者主张女子之德当与男子同等受到尊崇,不应因畏惧谄媚之嫌而吝于称赞贤良女子;他援引荷马赞颂阿瑞忒的先例,宣布将遵循严谨的章法与礼数,展开对尤西比亚皇后的颂辞。
ἐμοὶ δὲ θαυμαστὸν εἶναι δοκεῖ, εἰ1 τοὺς ἄνδρας μὲν τοὺς καλούς τε κἀγαθοὺς προθύμως ἐπαινεσόμεθα, γυναῖκα δὲ ἀγαθὴν τῆς εὐφημίας οὐκ ἀξιώσομεν, ἀρετῆς οὐδὲν μεῖον αὐταῖς ἤπερ τοῖς ἀνδράσι προσήκειν ὑπολαμβάνοντες. ἢ γὰρ εἶναι σώφρονα καὶ συνετὴν καὶ οἵαν νέμειν ἑκάστῳ τὰ πρὸς τὴν ἀξίαν καὶ θαρραλέαν ἐν τοῖς δεινοῖς καὶ μεγαλόφρονα καὶ ἐλευθέριον καὶ πάντα ὡς ἔπος εἰπεῖν ὑπάρχειν ἐκείνῃ οἰόμενοι χρῆναι τὰ τοιαῦτα, εἶτα τῶν ἐπὶ τοῖς ἔργοις ἐγκωμίων ἀφαιρησόμεθα τὸν ἐκ τοῦ κολακεύειν δοκεῖν ψόγον δεδοικότες; Ὅμηρος δὲ οὐκ ᾐσχύνετο τὴν Πηνελόπην ἐπαινέσας οὐδὲ τὴν Ἀλκίνου γαμετήν, οὐδὲ εἴ τις ἄλλη διαφερόντως ἀγαθὴ γέγονεν ἢ καὶ ἐπὶ σμικρὸν ἀρετῆς μετεποιήθη. οὔκουν οὐδὲ ἐκείνη τῆς ἐπʼ αὐτῷ τούτῳ διήμαρτεν εὐφημίας. πρὸς δὲ αὖ τούτοις παθεῖν μὲν εὖ καὶ τυχεῖν τινος ἀγαθοῦ, σμικροῦ τε ὁμοίως καὶ μείζονος, οὐδὲν ἔλαττον παρὰ γυναικὸς ἢ παρὰ ἀνδρὸς δεξόμεθα, τὴν δὲ ἐπ’ αὐτῷ χάριν ἀποτίνειν ὀκνήσομεν; ἀλλὰ μή ποτε καὶ αὐτὸ τὸ δεῖσθαι καταγέλαστον εἶναι φῶσι2 καὶ οὐκ ἄξιον ἀνδρὸς ἐπιεικοῦς καὶ γενναίου, εἶναι δὲ καὶ τὸν Ὀδυσσέα τὸν σοφὸν ἀγεννῆ καὶ δειλόν, ὅτι τὴν τοῦ βασιλέως ἱκέτευε θυγατέρα παίζουσαν ἐπὶ τοῦ λειμῶνος ξὺν ταῖς ὁμήλιξι παρθένοις παρὰ τοῦ ποταμοῦ ταῖς ᾐόσι. μή ποτε οὖν οὐδὲ τῆς Ἀθηνᾶς τῆς τοῦ Διὸς ἀπόσχωνται παιδός, ἣν Ὅμηρός φησιν ἀπεικασθεῖσαν παρθένῳ καλῇ καὶ γενναίᾳ Ὀδυσσεῖ μὲν ἡγήσασθαι τῆς ἐπὶ τὰ βασίλεια φερούσης ὁδοῦ, σύμβουλον δὲ αὐτῷ καὶ διδάσκαλον γενομένην, ὧν ἐχρῆν εἴσω παρελθόντα δρᾶν καὶ λέγειν, καθάπερ τινὰ ῥήτορα ξὺν τέχνῃ τέλειον ᾆσαι βασιλίδος ἐγκώμιον, ἄνωθεν ἀπὸ τοῦ γένους ἀρξαμένην. ἔχει δὲ αὐτῷ τὰ ὑπὲρ τούτων ἔπη τὸν τρόπον τόνδε· "Δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν, Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων Τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον βασιλῆα." ἀναλαβὼν δὲ ἄνωθεν ἀπὸ τοῦ Ποσειδῶνος οἶμαι τὴν ἀρχὴν τοῦ γένους καὶ ὅσα ἔδρασάν τε καὶ ἔπαθον εἰπών, καὶ ὅπως αὐτὴν ὁ θεῖος, τοῦ πατρὸς ἀπολομένου νέου καὶ νυμφίου, ἔγημέ τε καὶ ἐτίμησεν, "ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη," καὶ ὅσων τυγχάνει "Ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο," ἔτι δὲ οἶμαι τῆς γερουσίας καὶ τοῦ δήμου, οἳ καθάπερ θεὸν ὁρῶσι πορευομένην διὰ τοῦ ἄστεος, τέλος ἐπέθηκε ταῖς εὐφημίαις ζηλωτὸν ἀνδρὶ καὶ γυναικί, "Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ" λέγων, καὶ ὡς κρίνειν εὖ ἠπίστατο, οἷσίν τʼ εὖ φρονέῃσι, καὶ διαλύειν τὰ πρὸς ἀλλήλους ἐγκλήματα τοῖς πολίταις ἀναφυόμενα ξὺν δίκῃ. ταύτην δὴ οὖν ἱκετεύσας εἰ τύχοις εὔνου, πρὸς αὐτὸν ἔφη, "Ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Οἶκον ἐς ὑψόροφον·" ὁ δʼ ἐπείσθη τῇ ξυμβουλῇ. ἆρʼ οὖν ἔτι δεησόμεθα μειζόνων εἰκόνων καὶ ἀποδείξεων ἐναργεστέρων, ὥστε ἀποφυγεῖν τὴν ἐκ τοῦ κολακεύειν δοκεῖν ὑποψίαν; οὐχὶ δὲ ἤδη μιμούμενοι τὸν σοφὸν ἐκεῖνον καὶ θεῖον ποιητὴν ἐπαινέσομεν Εὐσεβίαν τὴν ἀρίστην, ἐπιθυμοῦντες μὲν ἔπαινον αὐτῆς ἄξιον διεξελθεῖν, ἀγαπῶντες δέ, εἰ καὶ μετρίως τυγχάνοιμεν οὕτω καλῶν καὶ πολλῶν ἐπιτηδευμάτων; καὶ τῶν ἀγαθῶν τῶν ὑπαρχόντων ἐκείνῃ, σωφροσύνης καὶ δικαιοσύνης ἢ πρᾳότητος καὶ ἐπιεικείας ἢ τῆς περὶ τὸν ἄνδρα φιλίας ἢ τῆς περὶ τὰ χρήματα μεγαλοψυχίας ἢ τῆς περὶ τοὺς οἰκείους καὶ ξυγγενεῖς τιμῆς. προσήκει δὲ οἶμαι καθάπερ ἴχνεσιν ἑπόμενον τοῖς ἤδη ῥηθεῖσιν οὕτω ποιεῖσθαι τὴν ξὺν εὐφημίᾳ τάξιν, ἀποδιδόντα τὴν αὐτὴν ἐκείνῃ, πατρίδος τε, ὡς εἰκός, καὶ πατέρων μνημονεύοντα,3 καὶ ὅπως ἐγήματο καὶ ᾧτινι, καὶ τἆλλα πάντα τὸν αὐτὸν ἐκείνοις τρόπον.
但在我看来,如果我们乐于称赞那些高尚善良的男子,却不认为一位善良的女子值得赞颂,认定美德属于女子绝不少于属于男子,那才是令人惊异的。难道我们要一方面认为她应当节制、聪慧,能够按每个人的功绩分配应得之物,在危难中勇敢,心胸开阔且慷慨大度,简言之必须具备所有这类美德;另一方面随后却因为害怕显得谄媚而招致的非难,便剥夺了对她事迹的颂扬吗?荷马在称赞珀涅罗珀时并不感到羞耻,称赞阿尔基诺奥斯的妻子时也是如此,对于任何其他卓越善良、乃至对美德稍有企及的女子,他也都未尝感到羞耻。因此,那位女子也绝没有失去正因这一缘由而得的赞扬。此外,如果我们同样乐于从女子那里接受善待并获得某种好处,无论大小,绝不下于从男子那里接受,难道我们却要迟疑于为此偿还恩情吗?但或许他们会说,恳求本身也是可笑的、是不配为一个端正高贵之士所为的,甚至说聪慧的奥德修斯是卑劣懦弱的,只因他向在河岸草地上与同龄少女们嬉戏的国王之女恳求吧。那么,或许他们甚至不会克制对宙斯之女雅典娜的指责吧。荷马说她化身成一位美丽高贵的少女,为奥德修斯引路前往王宫,并成为他的谋士和导师,教导他进宫后应当行何事、言何语,如同熟练的演说家般以圆熟的技艺,从久远的家族渊源开始,吟诵起对王后的颂辞。他关于这些所作的诗句如下: “你首先会在宫殿中遇见女主人, 她的名字叫阿瑞忒,与生下 阿尔基诺奥斯国王的,出自同宗父母。” 我想,他在追溯了自上界波塞冬起的家族源流,叙述了他们所做和所遭受的一切,以及在她的父亲新婚年轻丧生后,其叔父如何娶她为妻并尊崇她,“地上没有其他女子受此尊荣,”以及她获得了何等丰厚的敬重,“既来自亲爱的儿女,亦来自阿尔基诺奥斯本人,”我想,还来自长老会和民众,每当她穿过城邦时,他们视她如女神一般;随后他为这些称赞作了一个无论男子还是女子皆欣羡不已的结语,说: “因为她自己也绝不缺乏良好的智慧,”并叙述她如何善于公正裁决,对那些她所眷顾的人,公正地化解城邦公民之间产生的诉讼。因此她对他说,若你恳求于她而得其善意, “那时你便有望见到亲人,并回到 你那高顶的家园;”而他听从了这番劝告。那么,难道我们还需要更宏大的典范和更明晰的证明,才能摆脱显得谄媚的嫌疑吗?难道我们不应当立即效仿那位聪慧而神圣的诗人,去称赞至善的尤西比亚吗?我们虽渴望能详述配得上她的赞辞,但若能适度触及这般美好而繁多的德行,以及她所具备的美德——节制与正义,或温和与宽厚,对丈夫的情义,在财富上的开阔胸襟,对亲友族人的敬重——便已足感欣慰。我想,顺循前文所叙之踪迹,以赞颂安排篇章的次序是恰当的,将同样的礼遇归于她,依循常理提及她的故土与祖先,以及她如何出嫁、嫁与何人,并以与那些先例相同的方式记述其余的一切。
- 2ἐμοὶ δὲ θαυμαστὸν εἶναι δοκεῖ, εἰ
紧随表惊异或情感判断之动词(θαυμαστόν ἐστιν / δοκεῖ)之后的 εἰ 从句,并非假设条件,而是相当于 ὅτι 的名词性用法,提出作为惊异或非难事实的对象,意为“竟然…… / 如果……(确是如此)”。
- 104dἀλλὰ μή ποτε καὶ αὐτὸ τὸ δεῖσθαι καταγέλαστον εἶναι φῶσι
由 μή (ποτε) 加虚拟语气(φῶσι)构成的独立句。这是表达谨慎担忧或揣测的句式(“或许他们会说……”、“莫非他们竟会说……”),以反讽的方式预先驳斥对方可能提出的荒谬主张。后文的 μή ποτε οὖν οὐδὲ ... ἀπόσχωνται 亦属同一句式。
- 106bπροσήκει δὲ οἶμαι καθάπερ ἴχνεσιν ἑπόμενον τοῖς ἤδη ῥηθεῖσιν οὕτω ποιεῖσθαι τὴν ξὺν εὐφημίᾳ τάξιν, ἀποδιδόντα τὴν αὐτὴν ἐκείνῃ, πατρίδος τε, ὡς εἰκός, καὶ πατέρων μνημονεύοντα
在无人称动词 προσήκει(“理当……”)所支配的不定式 ποιεῖσθαι 之下,分词 ἑπόμενον、ἀποδιδόντα 与 μνημονεύοντα 均作宾格,与不定式隐含的逻辑主语(说话者或泛指人称)保持一致,构成了“宾格带不定式”结构,而非与与格顺应。
