- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者批评智者们热衷于宣扬古代女性宏大的军事与工程业绩及战乱之举,指出荷马并未铺陈离奇武功,而是赞美了珀涅罗珀的贞德与家庭之善,以此为自己质朴的赞辞辩护。
Λόγον δὲ ὑμῖν εἰπεῖν ἐθέλω μάλα δή τι ὑμῖν ἀκοῆς ἄξιον, εἰ μὴ τυγχάνομεν ἀπειρηκότες πρὸς τὸ μῆκος τῆς ἀδολεσχίας· τυχὸν δὲ οὐδὲ τῶν ῥηθέντων ἠκρόασθε ξὺν ἡδονῇ ἅτε ἀνδρὸς ἰδιώτου καὶ σφόδρα ἀμαθοῦς λόγων, πλάττειν μὲν οὐδὲν οὐδὲ τεχνάζειν εἰδότος, φράζοντος δὲ ὅπως ἂν ἐπίῃ τἀληθές· ὁ δὲ δὴ λόγος σχεδόν τι περὶ τῶν παρόντων ἐστί. φήσουσι γάρ, οἶμαι, πολλοὶ παρὰ τῶν μακαρίων σοφιστῶν ἀναπειθόμενοι, ὅτι ἄρα μικρὰ καὶ φαῦλα πράγματα ἀναλεξάμενος ὡς δή τι σεμνὸν ὑμῖν ἀπαγγέλλω. τοῦτο δὲ οὐ φιλονεικοῦντες πρὸς τοὺς ἐμοὺς λόγους οὐδὲ ἐμὲ τῆς ἐπʼ αὐτοῖς ἀφαιρεῖσθαι δόξης ἐθέλοντες ἴσως ἂν εἴποιεν· ἴσασι γὰρ σαφῶς, ὅτι μήτε ἀντίτεχνος εἶναι βούλομαι τοῖς ἐκείνων λόγοις τοὺς ἐμαυτοῦ παρατιθείς, μήτε ἄλλως ἀπεχθάνεσθαι ἐκείνοις ἐθέλω· ἀλλʼ οὐκ οἶδα ὅντινα τρόπον τοῦ μεγάλα λέγειν ἐκ παντὸς ὀρεγόμενοι χαλεπῶς ἔχουσι πρὸς τοὺς μὴ τἀκείνων ζηλοῦντας καὶ διʼ αἰτίας ἄγουσιν ὡς καθαιροῦντας τὴν τῶν λόγων ἰσχύν. μόνα γὰρ εἶναι τῶν ἔργων ζηλωτά φασι καὶ σπουδῆς ἄξια καὶ πολλῶν ἐπαίνων ὁπόσα διὰ μέγεθος ἤδη τισὶν ἄπιστα ἐφάνη, ὁποῖα δή τινα τὰ περὶ τῆς Ἀσσυρίας ἐκείνης γυναικός, ἣ μεταβαλοῦσα καθάπερ ῥεῖθρον εὐτελὲς τὸν διὰ τῆς Βαβυλῶνος ποταμὸν ῥέοντα βασίλειά τε ᾠκοδόμησεν ὑπὸ γῆς πάγκαλα καὶ μεθῆκεν ὑπὲρ τῶν χωμάτων αὖθις. ὑπὲρ γὰρ δὴ ταύτης πολὺς μὲν λόγος, ὡς ἐναυμάχει ναυσὶ τρισχιλίαις, καὶ πεζῇ παρετάττετο μυριάδας ὁπλιτῶν τριακοσίας ἄγουσα, τό τε ἐν Βαβυλῶνι τεῖχος ᾠκοδόμει πεντακοσίων σταδίων μικρὸν ἀποδέον, καὶ τὰ περὶ τὴν πόλιν ὀρύγματα καὶ ἄλλα πολυτελῆ καὶ δαπανηρὰ κατασκευάσματα ἐκείνης ἔργα γενέσθαι λέγουσι. Νίτωκρις δὲ ταύτης νεωτέρα καὶ Ῥοδογούνη καὶ Τώμυρις καὶ μυρίος δή τις ἐπιρρεῖ γυναικῶν ὄχλος ἀνδριζομένων οὐ λίαν εὐπρεπῶς. τινὰς δὲ ἤδη διὰ τὸ κάλλος περιβλέπτους καὶ ὀνομαστὰς γενομένας οὐ σφόδρα εὐτυχῶς, ἐπειδὴ ταραχῆς αἴτιαι καὶ πολέμων μακρῶν ἔθνεσι μυρίοις καὶ ἀνδράσιν, ὅσους ἦν εἰκὸς ἐκ τοσαύτης χώρας ἀθροίζεσθαι, γενέσθαι δοκοῦσιν, ὡς μεγάλων αἰτίας ὑμνοῦσι πράξεων. ὅστις δὲ τοιοῦτον οὐδὲν εἰπεῖν ἔχει, καταγέλαστος εἶναι δοκεῖ ἅτε οὐκ ἐκπλήττειν οὐδὲ θαυματοποιεῖν ἐν τοῖς λόγοις σφόδρα ἐπιχειρῶν. βούλεσθε οὖν ἐπανερωτῶμεν αὐτούς, εἴ τις αὐτῶν γαμετὴν ἢ θυγατέρα οἱ τοιαύτην εὔχεται γενέσθαι μᾶλλον ἢ τὴν Πηνελόπην; καίτοι ἐπὶ ταύτης οὐδὲν Ὅμηρος εἰπεῖν ἔσχε πλέον τῆς σωφροσύνης καὶ τῆς φιλανδρίας καὶ τῆς ἐς τὸν ἑκυρὸν ἐπιμελείας καὶ τὸν παῖδα· ἔμελε δὲ ἄρα οὔτε τῶν ἀγρῶν ἐκείνῃ οὔτε τῶν ποιμνίων· στρατηγίαν δὲ ἢ δημηγορίαν οὐδὲ ὄναρ εἰκὸς ἐκείνῃ παραστῆναί ποτε· ἀλλὰ καὶ ὁπότε λέγειν ἐχρῆν εἰς τὰ μειράκια, "ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα1" πρᾴως ἐφθέγγετο. καὶ οὐκ ἀπορῶν Ὅμηρος οἶμαι τηλικούτων ἔργων οὐδὲ ὀνομαστῶν ἐπʼ αὐτοῖς γυναικῶν ταύτην ὕμνησε διαφερόντως· ἐξῆν γοῦν αὐτῷ τὴν τῆς Ἀμαζόνος φιλοτίμως πάνυ στρατείαν διηγησαμένῳ τὴν ποίησιν ἅπασαν ἐμπλῆσαι τοιούτων διηγημάτων τέρπειν εὖ μάλα καὶ ψυχαγωγεῖν δυναμένων. οὐ γὰρ δὴ τείχους μὲν αἵρεσιν, καὶ πολιορκίαν καὶ τρόπον τινὰ ναυμαχίαν εἶναι δοκοῦσαν, τὸν πρὸς τοῖς νεωρίοις πόλεμον, ἀνδρός τε ἐπʼ αὐτῇ καὶ ποταμοῦ μάχην ἐπεισάγειν οἴκοθεν διενοεῖτο τῇ ποιήσει καινόν τι λέγειν ἐπιθυμῶν· τοῦτο δὲ εἴπερ ἦν, ὥσπερ οὖν φασι, σεμνότατον, ὀλιγώρως οὕτω παρέλιπε.2 τί ποτε οὖν ἄν τις αἴτιον λέγοι τοῦ’κείνην μὲν ἐπαινεῖν προθύμως, τούτων δʼ οὐδʼ ἐπὶ σμικρὸν μνημονεύειν; ὅτι διὰ μὲν τὴν ἐκείνης ἀρετὴν καὶ σωφροσύνην πολλὰ ἰδίᾳ τε τοῖς ἀνθρώποις καὶ εἰς τὸ κοινὸν ἀγαθὰ συμβαίνει, ἐκ δὲ δὴ τῆς τούτων φιλοτιμίας ὄφελος μὲν οὐδὲ ἕν, συμφοραὶ δὲ ἀνήκεστοι. ἅτε δὴ ὢν οἶμαι σοφὸς καὶ θεῖος ποιητὴς ταύτην ἔκρινεν ἀμείνω καὶ δικαιοτέραν τὴν εὐφημίαν. ἆρʼ οὖν ἔτι προσῆκον εὐλαβηθῆναι τοσοῦτον ἡγεμόνα ποιουμένοις, μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους;3
只要我们未曾因这漫长的长谈而精疲力竭,我倒想对你们说一段极当洗耳恭听的见解;然而你们或许甚至并未怀着愉悦倾听方才所言之语,因为这出自一个素人且在辞令上极其鲁拙之人之口,他既不知如何虚饰亦不知如何弄巧,而只是如实吐露浮现于心中的真情;不过这一论述大体关乎当下的事情。盖因我以为,许多人受了那些可敬的智者们的撺掇,会说我捡拾了一些微不足道的平庸琐事,却煞有介事地向你们禀报为崇高之事。他们或许这样说,并非出于对我的言辞怀有敌意,亦非蓄意剥夺我藉此获得的声誉;因为他们深知,我既无意将自己的言辞与他们并列作为技艺的竞争对手,亦不愿在其他方面与他们结怨;然而不知何故,他们一味追求言说宏大之事,便对那些不效仿他们的人心存苛责,并指责其削弱了修辞的伟力。盖因他们宣称,在各种功业之中,唯有那些因其宏大而早已使某些人难以置信的作为,才值得仿效、值得全神贯注和多加赞扬,犹如那位著名的亚述女子之流的事迹:她将流经巴比伦的河流犹如微不足道的细流一般改道,在地下建造了极尽华美的宫殿,随后又让河水重新越过堤防流过。关于这位女子确有许多传说:诸如她曾以三千艘战船进行海战,统率三百万重装步兵在陆上布阵,在巴比伦建造了略不足五百斯塔迪昂的城墙,城邑周遭的壕堑以及其他种种奢靡耗资巨大的建筑都被说是出自她的手笔。而在她之后较晚的尼托克里斯、罗多古涅、托米里斯,以及无数作男子态而举止极不雅致的妇人群起涌现。至于某些女子,虽因美貌而引人注目、名噪一时,却并不十分幸运,因为她们被视为给无数民族以及理当从如此广袤土地上聚集的众多男儿带来了动荡和旷日持久的战争,他们却将她们作为宏大业绩的促成者加以歌颂。而凡是没有这等事迹可陈述的人,因在言辞中并不极力追求令人震惊或故弄玄虚,便被视为可笑之人。 那么,你们是否愿意让我们反问他们:他们之中有谁祈求自己的妻子或女儿成为那样的女人,而不是成为珀涅罗珀?然而,荷马关于这位女子除却她的节制、对丈夫的挚爱以及对公公和儿子的悉心照料之外,并未能多言其他;她对田庄与羊群毫不关心,而统军征战或民众演说更是连在梦中也决不可能浮现于她的脑海;不仅如此,哪怕在必须向年轻人们说话时,她亦是“在两颊前垂下光洁的面纱,”轻柔地发声。我以为,荷马绝非因为缺少如此宏大的功业或因之成名的妇人,才格外赞颂于她;他本可以通过竭力铺叙亚马逊女战士的出征,用这等极能悦人心目、引人入胜的叙事填满整部史诗。因为他绝非一心想要言说新奇之事,从而将攻克城墙、围城之战、以及某种看似海战的船坞之战、还有继此之后英雄与河流的战斗自行引入史诗之中,却若真如他们所言那是至为尊贵之事,便如此轻率地将其遗漏。那么,究竟何人能说出原因,为何他热切称赞那位妇人,却对这些女人连微末之语亦未曾提及?盖因由于她的德性与节制,人类无论在私下还是在公共生活中皆获得诸多福祉;反之,从这些女人的野心之中,却未生出丝毫益处,反而招致不可挽回的灾祸。正因他是智慧而通神的诗人,我以为,他才断定这种赞辞更为优异且更为公正。那么,以如此伟大的典范为向导的我们,难道还应当顾忌别人把我们看作渺小拙劣之人吗?
- 127dἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα
直接引自《奥德赛》(如 1.334, 18.210 等)的荷马式定型句。ἄντα 作前置词支配属格 παρειάων(伊奥尼亚方言属格复数,相当于 παρειῶν),意为“在两颊前”。σχομένη 是 ἔχω 的不定过去时中动分词,表示自身反身动作“(在自己面前)拉起、遮覆”。
- 128aοὐ γὰρ δὴ τείχους μὲν αἵρεσιν, καὶ πολιορκίαν καὶ τρόπον τινὰ ναυμαχίαν εἶναι δοκοῦσαν, τὸν πρὸς τοῖς νεωρίοις πόλεμον, ἀνδρός τε ἐπʼ αὐτῇ καὶ ποταμοῦ μάχην ἐπεισάγειν οἴκοθεν διενοεῖτο τῇ ποιήσει καινόν τι λέγειν ἐπιθυμῶν· τοῦτο δὲ εἴπερ ἦν, ὥσπερ οὖν φασι, σεμνότατον, ὀλιγώρως οὕτω παρέλιπε.
由 οὐ γὰρ δή 引导的具有强烈反诘与归谬色彩的推论句。否定词 οὐ 统摄整个对比结构(διενοεῖτο 与 τοῦτο δὲ ... παρέλιπε),意为“荷马断不可能企图在史诗中引入各种战斗……而若这种(如亚马逊人之征的)事迹真如他们所说最为尊贵,却如此漫不经心地将其遗漏”。μέν...δέ 构成了荷马所纳入的战斗描写与他所舍弃的主题之间的对照。
- 128bἆρʼ οὖν ἔτι προσῆκον εὐλαβηθῆναι τοσοῦτον ἡγεμόνα ποιουμένοις, μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους;
中性分词 προσῆκον 作非人称用法(属于对格绝对或省略了 ἐστίν),支配不定式 εὐλαβηθῆναι;不定式的逻辑主语由与格分词短语 τοσοῦτον ἡγεμόνα ποιουμένοις(“对于以如此伟大的楷模为向导的人们而言”)充任。εὐλαβηθῆναι(畏惧、顾忌)进而统摄由 μή 引出的惧怕从句 μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους(“唯恐有人把我们视为渺小拙劣”)。
