- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:18-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引伯里克利以从未加害公民为荣的典故,指出如良医般主动救治他人苦难的尤塞比亚配受更高的赞誉。他强调,相比于访问罗马时外在的奢华铺张与盛大排场,她的公平、节制以及对作者本人的实际恩惠才是真正值得颂扬的德性。
Ἐγὼ δὲ ὑμῖν καὶ τὸν γενναῖον ἐκεῖνον ῥήτορα Περικλέα τὸν πάνυ, τὸν Ὀλύμπιον, μάρτυρα ἀγαθὸν ἤδη παρέξομαι. κολάκων γὰρ δή, φασί, ποτὲ τὸν ἄνδρα περιεστὼς δῆμος διελάγχανον1 τοὺς ἐπαίνους, ὁ μὲν ὅτι τὴν Σάμον ἐξεῖλεν, ἄλλος δὲ ὅτι τὴν Εὔβοιαν, τινὲς δὲ ἤδη τὸ περιπλεῦσαι τὴν Πελοπόννησον, ἦσαν δὲ οἱ τῶν ψηφισμάτων μεμνημένοι, τινὲς δὲ τῆς πρὸς τὸν Κίμωνα φιλοτιμίας, σφόδρα ἀγαθὸν πολίτην καὶ στρατηγὸν εἶναι δόξαντα γενναῖον. ὁ δὲ τούτοις μὲν οὔτε ἀχθόμενος οὔτε γανύμενος δῆλος ἦν, ἐκεῖνο δὲ ἠξίου τῶν αὑτῷ πεπολιτευμένων ἐπαινεῖν, ὅτι τοσοῦτον χρόνον ἐπιτροπεύσας τὸν Ἀθηναίων δῆμον οὐδενὶ θανάτου γέγονεν αἴτιος, οὐδὲ ἱμάτιον μέλαν τῶν πολιτῶν τις περιβαλόμενος Περικλέα γενέσθαι ταύτης αἴτιον αὐτῷ τῆς συμφορᾶς ἔφη. ἄλλου του, πρὸς φιλίου Διός, δοκοῦμεν ὑμῖν μάρτυρος δεῖσθαι, ὅτι μέγιστον ἀρετῆς σημεῖον καὶ πάντων μάλιστα ἐπαίνων ἄξιον τὸ μηδένα κτεῖναι τῶν πολιτῶν μηδὲ ἀφελέσθαι τὰ χρήματα μηδὲ ἀδίκῳ φυγῇ περιβαλεῖν; ὅστις δὲ πρὸς τὰς τοιαύτας συμφορὰς αὑτὸν ἀντιτάξας καθάπερ ἰατρὸς γενναῖος οὐδαμῶς ἀποχρῆν ὑπέλαβεν αὑτῷ τὸ μηδενὶ νοσήματος αἰτίῳ γενέσθαι, ἀλλʼ εἰ μὴ πάντα εἰς δύναμιν ἰῷτο καὶ θεραπεύοι, οὐδὲν ἄξιον τῆς αὐτοῦ τέχνης ἔργον ὑπέλαβεν, ἆρα ὑμῖν δοκεῖ τῶν ἴσων ἐπαίνων ἐν δίκῃ τυγχάνειν;2 καὶ οὐδὲν προτιμήσομεν οὔτε τὸν τρόπον οὔτε τὴν δύναμιν, ὑφʼ ἧς ἔξεστι μὲν αὐτῇ δρᾶν ὅ, τι ἂν ἐθέλῃ, θέλει δὲ ἅπασι τἀγαθά; τοῦτο ἐγὼ κεφάλαιον τοῦ παντὸς ἐπαίνου ποιοῦμαι, οὐκ ἀπορῶν ἄλλων θαυμασίων εἶναι δοκούντων καὶ λαμπρῶν διηγημάτων.
我还要立刻为你们提供那位崇高的演说家、大名鼎鼎的“奥林匹斯的”伯里克利作为有力的见证人。据说,曾有一群谄媚之徒围绕着他,分头数说对他的颂词:有的说他攻克了萨摩斯,有的说他攻克了优卑亚,有的则提及他环航伯罗奔尼撒的功业,还有人列举他的各项公民大会法令,另有人提起他与客蒙的竞争——后者曾被公认为极其优秀的公民和卓越的将领。然而他显然对这些赞美既不感到烦扰,亦不洋洋自得,反而认为在自己的治国业绩中唯一值得称道的是:他在如此长久的岁月里主持雅典人民的国政,却从未造成任何人的死亡,也没有任何一个公民曾披上黑袍并声称伯里克利是他这场不幸的原因。凭着友谊之神宙斯起誓,难道你们以为我们还需要别的见证人,来证明不杀害任何公民、不掠夺其财产、不使其遭受不公正的流放,乃是德性的最大标志且最值得一切赞扬吗?而对于这样一个人,他投身对抗此类不幸,犹如一位崇高的医者,绝不认为仅仅不成为任何人患病的祸根便已足够,反而认定除非竭尽所能医治并疗愈一切,否则便毫无与其医术相称的作为——难道你们以为他在公理上仅仅获得同等的称赞便足够了吗?难道我们将丝毫不珍视她的品性,也不珍视那项使她得以随心所欲而她却唯独愿为所有人求善的权柄吗?我以此作为全部颂扬的核心纲要,绝非因为我缺少其他看似奇伟辉煌的叙事。
Εἰ γὰρ δή τις τὴν περὶ τῶν ἄλλων σιωπὴν ὑποπτεύσειεν ὡς ματαίαν οὖσαν προσποίησιν καὶ ἀλαζονείαν κενὴν καὶ αὐθάδη, οὔτι που καὶ τὴν ἔναγχος ἐπιδημίαν γενομένην αὐτῇ τὴν εἰς τὴν Ῥώμην, ὁπότε ἐστρατεύετο βασιλεὺς ζεύγμασι καὶ ναυσὶ τὸν Ῥῆνον διαβὰς ἄγχου τῶν Γαλατίας ὁρίων, ψευδῆ καὶ πεπλασμένην ἄλλως ὑποπτεύσει. ἐξῆν δὴ οὖν, ὡς εἰκός, διηγουμένῳ ταῦτα τοῦ δήμου μεμνῆσθαι καὶ τῆς γερουσίας, ὅπως αὐτὴν ὑπεδέχετο σὺν χαρμονῇ, προθύμως ὑπαντῶντες καὶ δεξιούμενοι καθάπερ νόμος βασιλίδα, καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος, ὡς ἐλευθέριον καὶ μεγαλοπρεπές, καὶ τῆς παρασκευῆς τὴν πολυτέλειαν, ὁπόσα τε ἔνειμε τῶν φυλῶν τοῖς ἐπιστάταις καὶ ἑκατοντάρχαις τοῦ πλήθους ἀπαριθμήσασθαι. ἀλλʼ ἔμοιγε τῶν τοιούτων οὔτε ἔδοξέ ποτε ζηλωτὸν οὐδέν, οὔτε ἐπαινεῖν ἐθέλω πρὸ τῆς ἀρετῆς τὸν πλοῦτον. καίτοι με οὐ λέληθεν ἡ τῶν χρημάτων ἐλευθέριος δαπάνη μετέχουσά τινος ἀρετῆς· ἀλλʼ οἶμαι κρεῖττον ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν3 καὶ ὅσα δὴ ἄλλα περὶ αὐτῆς λέγων πολλοὺς μὲν καὶ ἄλλους, ἀτὰρ δὴ καὶ ἐμαυτὸν ὑμῖν καὶ τὰ ἐπʼ ἐμοὶ πραχθέντα παρεῖχον μάρτυρα. εἰ δὴ οὖν καὶ ἄλλοι τὴν ἐμὴν εὐγνωμοσύνην ζηλοῦν ἐπιχειρήσειαν, πολλοὺς ἔχει τε ἤδη καὶ ἕξει τοὺς ἐπαινέτας.
盖因纵使有人怀疑我对其他事情的缄默乃是一种虚妄的装腔作势以及狂妄自负的吹嘘,他也绝不可能怀疑她最近前往罗马的那次逗留也是虚假和捏造的——当时皇帝正率军出征,在高卢边界附近用浮桥和舟船渡过了莱茵河。诚然,对于讲述这些事的人而言,本可以提及民众和元老院如何欢欣鼓舞地迎接她,按照对待皇后的惯例热切地出迎致意,也可以述及开支规模的何等慷慨宏大、仪仗陈设的奢华,并一一清点她分发给各部族掌管者和平民百夫长们的财物数量。然而在我看来,此类事物中从未有任何一样值得羡慕,我亦不愿在德性之前先去称赞财富。尽管我也并非不知晓,金钱上的慷慨耗费亦分有某种德性;但我以为,更应当称赞的是公平、节制、审慎,以及我在谈论她时,不仅向你们举出许多其他人、更举出我自己以及施诸我身上的事作为见证而述及的其他一切。因此,若是其他人也试图效仿我这般知恩图报的心意,那么她现在就已经拥有、将来也必将拥有众多的赞美者。
- 128cκολάκων γὰρ δή, φασί, ποτὲ τὸν ἄνδρα περιεστὼς δῆμος διελάγχανον
这是一种按意义一致(constructio ad sensum)的句法结构:单数集合名词 δῆμος 作为主语,却搭配了复数动词 διελάγχανον。这生动地体现了围绕在他身边的谄媚人群中,各个个体分别争相数说其不同功绩的情形。
- 129aὅστις δὲ πρὸς τὰς τοιαύτας συμφορὰς αὑτὸν ἀντιτάξας ... ἆρα ὑμῖν δοκεῖ τῶν ἴσων ἐπαίνων ἐν δίκῃ τυγχάνειν;
句首无先行词的关系从句 ὅστις δὲ ... ὑπέλαβεν 作为整个大句的主干提出,逻辑上充当了 ἆρα ὑμῖν δοκεῖ 所支配的不定词 τυγχάνειν 的主语。该句是一个反问句('难道你们认为这样的人在公理上仅仅获得同等的称赞便足够了吗?'),意在强调主动拯救苦难的皇后理应获得远超仅仅做到不加害于人的伯里克利的赞颂。
- 129dἀλλʼ οἶμαι κρεῖττον ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν
在中性单数形容词 κρεῖττον 之后,承前省略了不定词 ἐπαινεῖν(称赞)或 προτιμᾶν(更重视),后面的列举宾格名词 ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν 即作为该省略不定词的直接宾语('我认为[称赞]公平、节制与审慎更为优越')。此处形成了外部财富的挥洒与内在道德品质之间的鲜明对照。
