← 朱利安

尤塞比亚皇后颂

§15-16

优西比娅馈赠典籍与受惠报恩之义

尤利安向优西比娅皇后所馈赠的宏富典籍表达由衷感激,论述了典籍在军旅与青年时期赋予人们的经验与品德熏陶,并通过农夫与牧人的譬喻以及贤哲泰勒斯的轶事,阐明对受惠之事当知恩图报与确认其价值的义务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

Βούλεσθε οὖν τὰ μετὰ ταῦτα πάλιν ἔργα καὶ ὅσα ἔδρασεν ἡμᾶς ἀγαθὰ καθʼ ἕκαστον λεπτουργοῦντες ἀπαγγέλλωμεν; ἢ τά γε ἐντεῦθεν ἀθρόως ἑλόντες, καθάπερ ἔδρασεν αὐτὴ, πάντα ὁμοῦ διηγησώμεθα;1 ὁπόσους μὲν εὖ ἐποίησε τῶν ἐμοὶ γνωρίμων, ὅπως δὲ ἐμοὶ μετὰ τοῦ βασιλέως τὸν γάμον ἥρμοσεν. ὑμεῖς δὲ ἴσως ποθεῖτε καὶ τὸν κατάλογον ἀκούειν τῶν δώρων, "ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα" καὶ λέβητας ἐείκοσιν. ἀλλʼ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, ᾧ μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων ἀγαθῶν καὶ ῥητόρων πολλῶν καὶ ποιητῶν, ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερον, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι τῆς χαρισαμένης· ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν ἐμπειρίας ὑπομνήματα ξὺν τέχνῃ γραφέντα τοῖς ἁμαρτοῦσι διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφʼ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, διʼ ἣν ὁ πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς ἀπολειφθείη, τυγχάνοι δὲ καὶ ἐπʼ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. ὃ δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων ὁ καιρός.

那么,你们是否愿意让我们接下来逐一详述她的后续功绩,以及她赐予我们的诸般恩惠?抑或依照她本人的行事作风,将此后的诸事一并总揽,全部统括叙述:她如何恩待了我的众多相识,又如何与皇帝一同为我促成了这桩婚事?然而,你们或许亦渴望听到那份礼物的名册: ‘七尊未历烈火的三足鼎,十塔兰同黄金,’以及二十具铜釜。然而我无暇在这些事物上饶舌;不过在她的馈赠之中,若在你们面前忆及其中一项,或许亦非毫无旨趣,因我觉得自己亦为此格外欣悦。盖因哲学家、高明史家、众多演说家与诗人的典籍,由于我受尽快返回家园的期冀与渴望所慰藉,从家中带来的委实寥寥无几,她便一口气赠予我如此之多,以至于完全满足了我那与典籍结交的难以餍足之渴求,并凭着这些书籍,将高卢与凯尔特之地化作了希腊文艺之殿堂。每当我得暇之时,便时常潜心研读这些赠礼,断不可能忘却那位施恩者;不仅如此,哪怕在出征之际,亦必定有一卷书卷随我同行,宛如昔日目击者所撰写的行军资粮。盖因古人历练之纪实,以精妙笔触撰成者,为那些因年幼而未得目击其景的人们,带来了昔日功业清晰而鲜明的图景;藉此图景,许多青年早已获得了超越无数老者的皓首心智与思虑,而且〔这些纪实〕还将人们以为唯有老境方能赋予人类的福泽——亦即老者得以言说胜过青年之睿智所凭藉的经验——赐予了青年中非怠惰者。我以为,在这些典籍之中亦寓有一种导向高贵品格的教化,假若有人懂得将至善之人、言辞与行迹如巨匠立下范式般置于眼前,依此塑造自己的心智,并使言辞向其看齐。若与这些榜样不致相去甚远,哪怕稍有契合,你们当深知,他所获益者绝非微末。我自己亦屡屡沉思及此,在典籍之中觅得风雅之趣,即便在行军途中,亦愿将它们如必需之干粮般随身携行;而所携数量之多寡,则唯以时机为度。

§16

Ἀλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν2 οὐδὲ ὅσα ἡμῖν ἀγαθὰ γένοιτʼ ἂν ἐνθένδε, ὁπόσου δὲ τὸ δῶρον ἄξιον καταμαθόντας χάριν ἀποτίνειν τυχὸν οὐκ ἀλλοτρίαν τοῦ δοθέντος τῇ χαρισαμένῃ. λόγων γὰρ ἀστείων καὶ παντοδαπῶν θησαυροὺς τὸν ἐν ταῖς βίβλοις δεξάμενον οὐκ ἄδικον διὰ σμικρῶν καὶ φαύλων ῥημάτων ἰδιωτικῶς καὶ ἀγροίκως ἄγαν ξυγκειμένων ᾄδειν εὐφημίαν. οὐδὲ γὰρ γεωργὸν φήσεις εὐγνώμονα, ὃς καταφυτεύειν μὲν τὴν φυταλιὰν ἀρχόμενος κλήματα ᾔτει παρὰ τῶν γειτόνων, εἶτα ἐκτρέφων τὰς ἀμπέλους δίκελλαν καὶ αὖθις σμινύην, καὶ τέλος ἤδη κάλαμον, ᾧ χρὴ προσδεδέσθαι καὶ ἐπικεῖσθαι τὴν ἄμπελον, ἵνα αὐτή τε ἀνέχηται καὶ οἱ βότρυες ἐξηρτημένοι μηδαμοῦ ψαύωσι τῆς βώλου, τυχόντα δὲ ὧν ἐδεῖτο μόνον ἐμπίπλασθαι τοῦ Διονύσου τῆς χάριτος οὔτε τῶν βοτρύων οὔτε τοῦ γλεύκους μεταδιδόντα τοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων.3 οὔκουν οὐδὲ νομέα ποιμνίων οὐδὲ βουκολίων οὐδὲ μὴν αἰπολίων ἐπιεικῆ καὶ ἀγαθὸν καὶ εὐγνώμονα φήσει τις, ὃς τοῦ μὲν χειμῶνος, ὅτε αὐτῷ στέγης καὶ πόας ἐδεῖτο τὰ βοσκήματα, σφόδρα ἐτύγχανε προθύμων τῶν φίλων, πολλὰ μὲν αὐτῷ ξυμποριζόντων καὶ μεταδιδόντων τροφῆς ἀφθόνου καὶ καταγωγίων, ἦρος δὲ οἶμαι καὶ θέρους φανέντος μάλα γενναίως ἐπιλαθόμενον ὧν εὖ πάθοι, οὔτε τοῦ γάλακτος οὔτε τῶν τυρῶν οὔτε ἄλλου του μεταδιδόντα τοῖς ὑφʼ ὧν αὐτῷ διεσώθη ἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα.4 Ὅστις οὖν λόγους ὁποιουσοῦν τρέφων νέος μὲν αὐτὸς καὶ ἡγεμόνων πολλῶν δεόμενος, τροφῆς δὲ πολλῆς καὶ καθαρᾶς τῆς ἐκ τῶν παλαιῶν γραμμάτων, εἶτα ἀθρόως πάντων στερηθείη ἆρα ὑμῖν μικρᾶς δεῖσθαι βοηθείας δοκεῖ ἢ μικρῶν αὐτῷ γεγονέναι ἄξιος ὁ πρὸς ταῦτα συλλαμβανόμενος; καὶ τυχὸν οὐ χρὴ πειρᾶσθαι χάριν ἀποτίνειν αὐτῷ τῆς προθυμίας καὶ τῶν ἔργων; ἀλλὰ μή ποτε τὸν Θαλῆν ἐκεῖνον, τῶν σοφῶν τὸ κεφάλαιον μιμητέον, οὗ τὰ ἐπαινούμενα ἀκηκόαμεν; ἐρομένου γάρ τινος ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν μισθόν· ὁμολογῶν, ἔφη, τι παρʼ ἡμῶν μαθεῖν τὴν ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν συνηνέγκατο, ἀδικοῖτʼ ἄν, εἰ μὴ τυγχάνοι τῆς χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον· χρυσίον δὲ καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς δὴ ὑπὲρ τούτων ἡδέως ἂν ἐνοχλήσαιμι.

然而,或许如今我们不当去撰文赞颂那些典籍,亦不当去书写我们从中可能获得的所有好处,而是在体察到这馈赠之珍贵后,向施恩者报以一份或许与所赠之物相称的谢意。盖因一个人若在典籍中领受了典雅而万象纷呈的言辞宝藏,却以简陋平庸、极其质朴拙劣写就的文字歌咏赞辞,亦非不合情理。因为任谁也不会称一位农夫为知恩图报:当他开始开辟果园时向邻人求取葡萄藤苗,随后培育葡萄时求借双齿镐与铁镐,最后又求取绑缚并支撑葡萄所必需的芦苇,以使其得以挺拔、悬垂的葡萄串不致触及泥土,但在如愿以偿且独自饱享狄奥尼索斯的恩赐之后,却既不肯将葡萄亦不肯将新酒分赠给那些曾热心助其耕作的人。同样,任何人亦绝不会称一个羊群、牛群或山羊群的牧人为温良、正直而明理:在冬季牲畜急需棚舍与青草之时,他曾深蒙友人们的热心相助,友人为他大量筹集并分与充足的草料与住处;然而一旦春夏来临,他却极无耻地忘却所蒙恩泽,既不分与牛奶亦不分与干酪,丝毫不馈赠给那些使本该死去的牲畜得以保全的人们。 因此,凡培育任何一种学问言辞之人,其自身既属年轻且亟需众多导师,又亟需古人典籍所提供的丰厚而纯净之滋养,若骤然被剥夺一切,在你们看来,他所需要的帮助难道是微不足道的吗?抑或在此事上予以援手之人,于他而言难道只算微不足道吗?难道他不该尝试为施恩者的热忱与功绩酬谢恩情吗?抑或我们或许应当效仿那位贤哲之冠冕泰勒斯?我们曾听闻其为人称颂的轶事:当有人问他当为所学知识支付多少报酬时,他答道:‘只要你承认从我这里学到了知识,你便向我偿付了足额的价值。’由此可见,即便某人自身未曾为师,却为求学之事做出了哪怕微末的贡献,若不能获得谢意以及对所赐之物的认可——而这正是那位贤哲看似所索求的——他便受到了不公对待。罢了。然而这项馈赠确是典雅而庄严的;至于金银,我既无意索取,亦不愿为这些东西而劳烦你们。

语法注4 条
  1. 15Βούλεσθε οὖν ... ἀπαγγέλλωμεν; ἢ ... διηγησώμεθα;

    βούλεσθε(现在直陈式第二人称复数)统辖虚拟式动词(ἀπαγγέλλωμεν 与 διηγησώμεθα)的句式。此处的虚拟式或为并列结构下的审问性虚拟式(deliberative subjunctive),或充当省略了连词 ἵνα 的名词性从句,意为“你们是否愿意让我们报告……抑或让我们叙述……?”。

  2. 124dἈλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν

    μή ποτε 搭配直陈式动词(此处为非人称动词 χρή),用以表达委婉的断言或审慎的推测(“然而或许我们如今不当……”)。相较于接虚拟式表示忧虑,μή ποτε 接直陈式常构成一种委婉主张(modest assertion)。

  3. 125bτοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων

    从属句中 ὧν 的格与 τυγχάνω 的搭配。先行词 τοῖς(与格)作分词 μεταδιδόντα 的间接宾语。从句中的属格 ὧν 并非受先行词同化引申,而是直接受 ἔτυχε 支配(τυγχάνω 意为“遇得/发现具有某特质之人”),与谓语形容词 προθύμων 保持一致,意为“那些他在农事上遇见的殷切相助之人”。

  4. 125cἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα

    过去分词 ἀπολόμενα 与语气小词 ἄν 连用,充当与过去事实相反的虚拟条件句归结从句(apodosis of contrary-to-fact condition)。相当于限定动词结构 ἃ ἂν ἄλλως ἀπώλετο(“若非如此本已死去的牲畜”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:15-16