← 朱利安

尤塞比亚皇后颂

§14

骤任显位的忐忑与晋见尤塞比亚

尤利安以生疏的驾车者受命御统暴烈四马战车为喻,诉说自己骤登显位时的忐忑不安,并回忆了皇帝抚慰其心绪及引荐他晋见温良肃穆的尤塞比亚皇后的情景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

οὐκοῦν ἐπειδή μοι πεισθέντι γέγονε καὶ μεταβαλόντι ἐσθῆτα καὶ θεραπείαν καὶ διατριβὰς τὰς συνήθεις καὶ τὴν οἴκησιν δὲ αὐτὴν καὶ δίαιταν πάντα ὄγκου πλέα καὶ σεμνότητος ἐκ μικρῶν, ὡς εἰκός, καὶ φαύλων τῶν πρόσθεν, ἐμοὶ μὲν ὑπὸ ἀηθείας ἡ ψυχὴ διεταράττετο, οὔτι τὸ μέγεθος ἐκπληττομένῳ τῶν παρόντων ἀγαθῶν· σχεδὸν γὰρ ὑπὸ ἀμαθίας οὐδὲ μεγάλα ταῦτα ἐνόμιζον, ἀλλὰ δυνάμεις τινὰς χρωμένοις μὲν ὀρθῶς σφόδρα ὠφελίμους, ἁμαρτάνουσι δὲ περὶ τὴν χρῆσιν βλαβερὰς καὶ οἴκοις καὶ πόλεσι πολλαῖς μυρίων αἰτίας ξυμφορῶν. παραπλήσια δὲ ἐπεπόνθειν ἀνδρὶ σφόδρα ἀπείρως ἡνιοχικῆς ἔχοντι καὶ οὐδὲ ἐθελήσαντι ταύτης μεταλαβεῖν τῆς τέχνης, κᾆτα ἀναγκαζομένῳ καλοῦ καὶ γενναίου κομίζειν ἅρμα ἡνιόχου, πολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος1 καὶ ἅπασι μὲν ἐπιβεβηκότος, διὰ δὲ γενναιότητα φύσεως καὶ ῥώμην ὑπερβάλλουσαν ἔχοντος οἶμαι τὰς ἡνίας πάντων ἐγκρατῶς, εἰ καὶ ἐπὶ τῆς μιᾶς ἄντυγος βαίνοι, οὐ μὴν ἀεί γε ἐπ̓ αὐτῆς μένοντος, μεταφερομένου δὲ πολλάκις ἐνθένδε ἐκεῖσε καὶ ἀμείβοντος δίφρον ἐκ δίφρου, εἴ ποτε τοὺς ἵππους πονουμένους ἢ καὶ ὑβρίσαντας αἴσθοιτο, ἐν δὲ δὴ τοῖς ἅρμασι τοῖσδε κεκτημένου τέτρωρον ὑπὸ ἀμαθίας καὶ θράσους ὑβρίζον, πιεζόμενον τῇ συνεχεῖ ταλαιπωρίᾳ καὶ τοῦ θράσους οὐδέν τι μᾶλλον ἐπιλαθόμενον, ἀγριαῖνον· δὲ ἀεὶ καὶ παροξυνόμενον ὑπὸ τῶν συμφορῶν ἐπὶ τὸ μᾶλλον ὑβρίζειν καὶ ἀπειθεῖν καὶ ἀντιτείνειν, οὐ δεχόμενον ἀμῶς γέ πη πορεύεσθαι, ἀλλʼ εἰ μὴ καὶ αὐτὸν ὁρῴη τὸν ἡνίοχον διὰ τέλους χαλεπαῖνον ἤ, τό γε ἔλαττον, στολὴν γοῦν ἡνιοχικὴν ἄνθρωπον φοροῦντα· οὕτως ἐστὶν ἀλόγιστον φύσει. ὁ δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέστησε,2 δοὺς φορεῖν τοιαύτην ἐσθῆτα καὶ σχῆμα περιβαλὼν ἡνιόχου σεμνοῦ καὶ ἐπιστήμονος, ὃς εἰ μὲν ἄφρων εἴη παντελῶς καὶ ἀνόητος, χαίρει καὶ γέγηθε καὶ μετέωρος ὑπὸ τῶν ἱματίων καθάπερ πτερῶν ἐπαίρεται, συνέσεως δὲ εἰ καὶ ἐπὶ σμικρὸν μετέχοι καὶ σώφρονος νοῦ, σφόδρα εὐλαβεῖται, "μήπως αὑτόν τε τρώσῃ σύν θʼ ἅρματα ἄξῃ," καὶ τῷ μὲν ἡνιόχῳ ζημίας, αὑτῷ δὲ αἰσχρᾶς καὶ ἀδόξου συμφορᾶς αἴτιος γένηται. ταῦτα ἐγὼ ἐλογιζόμην ἐν νυκτὶ βουλεύων καὶ διʼ ἡμέρας κατ’ ἐμαυτὸν ἐπισκοπούμενος, σύννους ὢν ἀεὶ καὶ σκυθρωπός. ὁ γενναῖος δὲ καὶ θεῖος ἀληθῶς αὐτοκράτωρ ἀφῄρει τι πάντως τῶν ἀλγεινῶν, ἔργοις καὶ λόγοις τιμῶν καὶ χαριζόμενος. τέλος δὲ τὴν βασιλίδα προσειπεῖν κελεύει, θάρσος τε ἡμῖν ἐνδιδοὺς καὶ τοῦ σφόδρα πιστεύειν γενναῖον εὖ μάλα παρέχων γνώρισμα. ἐγὼ δὲ ἐπειδὴ πρῶτον ἐς ὄψιν ἐκείνης ἦλθον, ἐδόκουν μὲν ὥσπερ ἐν ἱερῷ καθιδρυμένον ἄγαλμα σωφροσύνης ὁρᾶν· αἰδὼς δὲ ἐπεῖχε τὴν ψυχήν, καὶ ἐπέπηκτό μοι κατὰ γῆς τὰ ὄμματα συχνὸν ἐπιεικῶς χρόνον, ἕως ἐκείνη θαρρεῖν ἐκέλευε. καὶ Τὰ μέν, ἔφη, ἤδη παρʼ ἡμῶν ἔχεις, τὰ δὲ καὶ ἕξεις σὺν θεῷ, μόνον εἰ πιστὸς καὶ δίκαιος εἰς ἡμᾶς γένοιο. τοσαῦτα ἤκουσα σχεδόν· οὐδὲ γὰρ αὐτὴ πλεῖονα ἐφθέγξατο, καὶ ταῦτα ἐπισταμένη3 τῶν γενναίων ῥητόρων οὐδὲ ἓν φαυλοτέρους ἀπαγγέλλειν λόγους. ταύτης ἐγὼ τῆς ἐντεύξεως ἀπαλλαγεὶς σφόδρα ἐθαύμασα καὶ ἐξεπεπλήγμην, ἐναργῶς δοκῶν ἀκηκοέναι σωφροσύνης αὐτῆς φθεγγομένης· οὕτω πρᾷον ἦν αὐτῇ φθέγμα καὶ μείλιχον, ταῖς ἐμαῖς ἀκοαῖς ἐγκαθιδρυμένον.

因此,当我遵命更易了服饰、扈从以及日常的起居行止,乃至住所与生活方式本身,使一切从原先理所当然的简朴微贱转为充满尊严与威仪时,我的心灵因不习惯而惶惑不安,却绝非因眼前富贵福泽之大而惊叹折服。盖因少不更事,我甚至并不认为这些有多么伟大,反倒视其为一种力量:对于善用者固极有裨益,但对在使用上有所偏失者则有害,且会成为给门户与许多城邦酿成无数灾祸的根由。我的际遇,极像是一个对驾车技艺毫无经验、且从未想过学习这门技艺的人,却被迫去驾驭一位高贵英武驭者的战车。这位驭者豢养着许多二马挽车,更有许多四马战车,且皆亲自登临驾驭;由于天性英豪与体力过人,哪怕仅立于单架车衡之上,我以为他亦能牢牢掌控所有战车的缰绳;然而他绝非始终固守其上,而是每当察觉马匹疲惫困顿或躁狂难驯时,便屡屡往来穿梭,换乘各车。在这些战车之中,他拥有一组因愚昧与狂妄而野性难驯的四马车队,此马队虽历经连绵不断的艰辛重压,却丝毫未忘其桀骜,反倒愈发凶暴,受苦难刺激而愈加放肆抗命、顽强抵触,决不肯前行半步,而是除非能见到驭者本人,或退而求其次,至少见到身着驭者装束的人,否则便始终暴躁发怒;其天性竟是如此不可理喻。而驭者为了安抚它的愚顽,便派遣一人监管其上,赐予他此等服饰,并为他披上威严而娴熟的驭者装束。此人若全然愚昧无知,自当欢欣鼓舞,如借羽翼般被华服托举得飘飘欲仙;但凡稍微具备一丝智谋与审慎的心智,则必将战战兢兢,深怀戒惧,‘免得自遭创伤,又将战车撞碎,’既给驭者招致损失,亦为自身招来可耻而不光彩之祸。我思量着这些事,夜间深思熟虑,日间独自沉吟,常怀忧戚,郁郁寡欢。然而那位高贵且委实神圣的皇帝,用行动与言语尊崇我、厚待我,确实除去了几分痛苦。最终他命我晋见皇后,既赐予我们勇气,又极为充分地展现了他深切信任的崇高凭证。而当我初次觐见皇后尊容时,宛如仰睹殿堂之中所供奉的节制女神之塑像;敬畏之情充溢于心,我的目光久久凝视地面,直至她命我鼓起勇气。她说道:‘有些东西你如今已从我们这里获得,另一些在神明佑助之下你亦将获得,只要你对我们忠诚而公道。’我所听闻的大致便只有这些;因为她自己亦未多言,尽管她本晓得如何发表绝不逊色于高明演说家的言辞。从这次会面告退之后,我深感惊异与震撼,仿佛真切地听到了节制女神本身的言语;她的声音如此温和柔美,深深铭刻在我的耳际。

语法注3 条
  1. 122aπολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος

    此分词及随后的一连串属格分词(τρέφοντος、ἐπιβεβηκότος、ἔχοντος、μένοντος、μεταφερομένου、ἀμείβοντος、κεκτημένου)均与前文的 καλοῦ καὶ γενναίου ... ἡνιόχου(借喻君士坦提乌斯皇帝)保持性数格一致。该结构并非独立的属格绝对构式,而是通过长跨度的修饰语倒错(hyperbaton)刻画主驭者的威仪与操御之状。

  2. 122cὁ δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέστησε

    动词 ἐπέστησε 从接宾格 ἄνδρα 并统领暴烈马队 αὐτοῦ 的句法与语境来看,是 ἐφίστημι 的第一不定过去式主动语态第三人称单数形式(派任、安置于其上)。

  3. 123bκαὶ ταῦτα ἐπισταμένη

    καὶ ταῦτα 与环境分词 ἐπισταμένη 连用,构成修辞上的惯用副词短语,表让步意义,意为“尽管她本晓得……”、“而且是在她懂得……的情况下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:14