- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者申辩对希腊的赞美并非脱离主题,而是为了阐明皇后因尊崇哲学而赐予的恩惠,并追忆皇后如何将其从猜忌中救出并促使其接受重任。
Ἡμεῖς δὲ τί ποτε ἄρα πεπόνθαμεν; καὶ τίνα νῦν περαίνειν διανοούμεθα λόγον, εἰ μὴ τῆς φίλης Ἑλλάδος ἔπαινον, ἧς οὐκ ἔστι μνησθέντα μὴ πάντα θαυμάζειν; ἀλλʼ οὐ φήσει τις τυχὸν ὑπομνησθεὶς τῶν ἔμπροσθεν ταῦτα ἐθέλειν ἡμᾶς ἐξ ἀρχῆς διελθεῖν, καθάπερ δὲ τοὺς Κορυβαντιῶντας ὑπὸ τῶν αὐλῶν ἐπεγειρομένους χορεύειν καὶ πηδᾶν οὐδενὶ ξὺν λόγῳ, καὶ ἡμᾶς ὑπὸ τῆς μνήμης τῶν παιδικῶν ἀνακινηθέντας ᾆσαι τῆς χώρας καὶ τῶν ἀνδρῶν ἐγκώμιον. πρὸς δὴ τοῦτον ἀπολογεῖσθαι χρεὼν ὧδέ πως λέγοντα· ὦ δαιμόνιε, καὶ τέχνης ἀληθῶς γενναίας ἡγεμών, σοφὸν μὲν χρῆμα ἐπινοεῖς, οὐκ ἐφιεὶς οὐδὲ ἐπιτρέπων τῶν ἐπαινουμένων οὐδὲ ἐπὶ σμικρὸν μεθίεσθαι, ἅτε αὐτὸς οἶμαι ξὺν τέχνῃ τοῦτο δρῶν. ἡμῖν δὲ τὸν ἔρωτα τοῦτον, ὃν σὺ φὴς αἴτιον εἶναι τῆς ἐν τοῖς λόγοις ἀταξίας, ἐπειδὴ προσγέγονεν, οἶμαι, παρακελεύεσθαι μὴ σφόδρα ὀκνεῖν μηδὲ εὐλαβεῖσθαι τὰς αἰτίας. οὐ γὰρ ἀλλοτρίων ἁπτόμεθα λόγων δεῖξαι ἐθέλοντες, ὅσων ἡμῖν ἀγαθῶν αἰτία γέγονε τιμῶσα τὸ φιλοσοφίας ὄνομα. τοῦτο δὲ οὐκ οἶδα ὅντινά μοι τρόπον ἐπικείμενον ἀγαπήσαντι μὲν εὖ μάλα τὸ ἔργον καὶ ἐρασθέντι δεινῶς τοῦ πράγματος, ἀπολειφθέντι δὲ οὐκ οἶδα ὅντινα τρόπον ὄνομα ἐτύγχανε μόνον καὶ λόγος ἔργου στερόμενος.1 ἡ δὲ ἐτίμα καὶ τοὔνομα· αἰτίαν γὰρ δὴ ἄλλην οὔτε αὐτὸς εὑρίσκω οὔτε ἄλλου του πυθέσθαι δύναμαι, διʼ ἣν οὕτω μοι πρόθυμος γέγονε βοηθὸς καὶ ἀλεξίκακος καὶ σώτειρα, τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν ἀκέραιον ἡμῖν καὶ ἀσινῆ μένειν ξὺν πολλῷ πόνῳ πραγματευσαμένη, ἧς μεῖζον ἀγαθὸν οὔποτε ἐγώ τι τῶν ἀνθρωπίνων νομίσας ἑάλων, οὐ τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸν ἀντάξιον οὐδʼ ἀργύρου πλῆθος, ὁπόσος νῦν ἐστιν ὑπʼ αὐγὰς ἡλίου, καὶ εἴ ποτε ἄλλος προσγένοιτο, τῶν μεγίστων ὀρῶν αὐταῖς, οἶμαι, πέτραις καὶ δένδρεσι μεταβαλλόντων εἰς τήνδε τὴν φύσιν, οὐδὲ ἀρχὴν τὴν μεγίστην οὐδὲ ἄλλο τῶν πάντων οὐδέν· ἐκ μὲν γὰρ δὴ ἐκείνης ταῦτά μοι γέγονε πολλὰ καὶ ὅσα οὐδεὶς ἂν ἤλπισεν, οὐ σφόδρα πολλῶν δεομένῳ γε οὐδὲ ἐμαυτὸν ἐλπίσι τοιαύταις τρέφοντι. Εὔνοιαν δὲ ἀληθινὴν οὐκ ἔστι πρὸς χρυσίον ἀμείψασθαι, οὐδὲ ἄν τις αὐτὴν ἐντεῦθεν πρίαιτο, θείᾳ δέ τινι καὶ κρείττονι μοίρᾳ ἀνθρώπων ἀγαθῶν συμπροθυμουμένων παραγίγνεται. ὃ δὴ καὶ ἐμοὶ παρὰ βασιλέως παιδὶ μὲν ὑπῆρχε κατὰ θεόν, ὀλίγου δὲ οἴχεσθαι δεῆσαν2 ἀπεσώθη πάλιν τῆς βασιλίδος ἀμυνούσης καὶ ἀπειργούσης τὰς ψευδεῖς καὶ ἀλλοκότους ὑποψίας. ἃς ἐπειδὴ παντελῶς ἐκείνη διέλυσεν, ἐναργεῖ τεκμηρίῳ τῷ βίῳ τὠμῷ χρωμένη, καλοῦντός τε αὖθις τοῦ βασιλέως ἀπὸ τῆς Ἑλλάδος ὑπήκουον, ἆρα ἐνταῦθα κατέλιπεν, ὡς οὐκέτι πολλῆς βοηθείας, ἅτε οὐδενὸς ὄντος ἐν μέσῳ δυσχεροῦς οὐδὲ ὑπόπτου, δεόμενον; καὶ πῶς ἂν ὅσια δρῴην οὕτως ἐναργῆ καὶ σεμνὰ σιωπῶν καὶ ἀποκρύπτων; κυρουμένης τε γὰρ ἐπʼ ἐμοὶ τοῦ Βασιλέως ταυτησὶ τῆς γνώμης διαφερόντως ηὐφραίνετο καὶ συνεπήχει μουσικόν, θαρρεῖν κελεύουσα καὶ μήτε τὸ μέγεθος δείσαντα τῶν διδομένων ἀρνεῖσθαι τὸ λαβεῖν, μήτε ἀγροίκῳ καὶ αὐθάδει χρησάμενον παρρησίᾳ φαύλως ἀτιμάσαι τοῦ τοσαῦτα ἐργασαμένου ἀγαθὰ τὴν ἀναγκαίαν αἴτησιν. ἐγὼ δὲ ὑπήκουον οὔτι τοῦτό γε ἡδέως σφόδρα ὑπομένων, ἄλλως δὲ ἀπειθεῖν χαλεπὸν ὂν σφόδρα ἠπιστάμην. οἷς γὰρ ἂν ἐξῇ πράττειν ὅ, τι ἂν ἐθέλωσι σὺν βίᾳ, ἦ που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν.3
我们究竟是怎么了?除了赞美亲爱的希腊之外,我们现在还打算完成什么样的话题呢?凡是记起希腊之人,无不赞叹其一切。但或许有人会想起前文并说,我们从一开始并非想要论述这些,而是宛如那些受笛声激奋而毫无理性地跳跃起舞的狂欢侍神者一般,被年少热情的记忆所触动,才歌颂了那片土地及其人物的赞歌。对于此人,必须作如下申辩:“奇妙的人啊,真正高尚技艺的指引者,您所考虑的固然明智,因为您不准许也不容忍我们哪怕稍微偏离受称赞的主题,正因我想您自己乃是用技艺行事的。然而对于我们而言,既然您所说导致言论杂乱无章的这种狂热已经降临,我认为它本身便在敦促我们不必过分畏缩,亦不必谨防指责。因为我们并未触及外在无关的言论,我们所期望展示的,乃是她因尊崇哲学的名号,为我们带来了何其多的恩惠。”而这哲学虽然以某种方式落在了我的身上,我固然极其珍视其实质并狂热地钟情于此事,却不知何故在成就上远远落后,以至于它对我而言仅仅成了虚名与缺乏实效的说辞。然而她却连这虚名也予以尊崇;因为我自己既找不出、也无法从旁人那里探听到任何其他缘由,能够解释她为何对我成为如此热忱的襄助者、辟邪者与拯救者,付出巨大劳苦使尊贵的皇帝对我们的恩宠得以完好无损地保持。在我看来,人间的一切事物中,我从未认为有哪样能够超越这份好意:无论地上地下的所有黄金,还是如今太阳光辉下的一切白银,哪怕有朝一日最大的群山连同其岩石和树木全部化为此等贵金属而有所增添,也都无法与之等价,即便是至高无上的统治权或世间任何事物亦无法相比。因为正是在那份恩宠之下,我才获得了如此众多的恩泽,甚至达到了无人敢于指望的地步,尽管我自己本不需要太多事物,也未曾用这等指望喂养自己。 然而,真正的恩宠是无法用黄金来交换的,亦无人能以此买到它;而是在贤哲之士同心协力之时,凭藉某种神圣而更优越的天命而产生的。这恩宠在孩童时代因着神的眷顾便已由皇帝赐予了我,而在它几乎就要化为乌有之际,由于皇后的辩护与抵御那些虚妄而怪异的疑忌,它再次得以保全。当她以我的生活作为昭彰证据彻底消除了这些猜忌,且在皇帝从希腊再次召回我而我遵奉旨意之时,难道她会因眼前既无阻碍亦无可疑之处、我不再需要过多帮助,而就此舍我于不顾吗?若我将如此昭彰而尊贵之事隐瞒缄默,我又怎能算得上履行虔敬的义务呢?因为当皇帝关于我的这一决议获得确立之时,她格外欢欣喜悦,并宛如优美的音乐般予以附和,劝勉我要勇敢,切不可因惧怕所赐之物的崇高而拒绝接受,亦不可凭借粗鲁傲慢的直言,轻易侮辱一位施予了如此多善行之人的必要请求。我顺从了,但绝非十分情愿地承担此事,而是深知在另一方面抗命乃是极度困难的。因为凡是得以凭借强力任意行事之人,他们仅凭请求便足以令人敬畏并予以顺服了。
- 120bτοῦτο δὲ οὐκ οἶδα ὅντινά μοι τρόπον ἐπικείμενον ... ὄνομα ἐτύγχανε μόνον καὶ λόγος ἔργου στερόμενος
句首的 τοῦτο 指代前述的“哲学的名号”(τὸ φιλοσοφίας ὄνομα),作中性单数主格(伴随中性单数主格分词 ἐπικείμενον)充当动词 ἐτύγχανε(省略分词 ὄν)的主语,ὄνομα ... καὶ λόγος 则作表语主格。与格分词 ἀγαπήσαντι、ἐρασθέντι 和 ἀπολειφθέντι 修饰代词 μοι,整体骨架意为哲学对他而言最终仅仅成了徒有其名、缺乏实效的说辞。
- 121aὀλίγου δὲ οἴχεσθαι δεῆσαν
成语 ὀλίγου δεῖν(几乎、差一点)演变为非人称独立宾格分词 δεῆσαν 的句式。属格 ὀλίγου 表示距离或程度,整句相当于时间或情况从句,意为“(皇帝的恩宠)差一点就要消失殆尽之时”。
- 121cοἷς γὰρ ἂν ἐξῇ πράττειν ὅ, τι ἂν ἐθέλωσι σὺν βίᾳ, ἦ που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν.
关系代词 οἷς 融合了先行词(相当于 οὗτοι οἷς),作非人称动词 ἐξῇ 的与格补足语。主句动词 ἀρκοῦσιν 意为“足以……”,省略的主语为指代强者的先行词,分词 δεόμενοι(仅仅恳请)充当方式或状语,后接不定式 δυσωπεῖν καὶ πείθειν。
