← 朱利安

君士坦提乌斯颂

§9

早年统治凯尔特人与东征时展现的德行

演说者阐述了君士坦提乌斯的童年教养,称赞其父效仿柏拉图的教育理想并更周全地保障安全,在他在年幼时便任命其治理凯尔特诸族,并赞扬他随后在东方抵御帕提亚人时展现出超越阿尔喀比亚德的适应力与节制美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾅσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀναβιβάζοντα ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαί σε1 φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐνάμιλλον ἤδη. τοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν2 ὁ πατὴρ προυνόησε καλῶς, εἰρήνην ἐπιτάξας πρὸς τοὺς ὑπηκόους ἄγειν τοῖς βαρβάροις· μάχεσθαι δὲ ἀναπείθων καὶ στασιάζειν πρὸς ἀλλήλους, ἐν ταῖς ἐκείνων συμφοραῖς καὶ τοῖς σώμασι στρατηγικὴν ἐδίδασκε τέχνην, ἀσφαλέστερον βουλευόμενος τοῦ σοφοῦ Πλάτωνος. τῷ μὲν γάρ,3 εἰ πεζὸς ἐπέλθοι πολεμίων στρατός, οἱ παῖδες θεαταὶ καὶ κοινωνοὶ τῶν ἔργων, ἤν που δεηθῶσι, τοῖς πατράσι γένοιντʼ ἄν· κρατούντων δὲ ἱππεῦσι τῶν πολεμίων, ὥρα μηχανᾶσθαι τοῖς μειρακίοις σωτηρίας τρόπον δυσεπινόητον. τὸ δὲ ἐν ἀλλοτρίοις κινδύνοις τοὺς παῖδας ἐθίζειν πολεμίων ἀνέχεσθαι καὶ πρὸς τὴν χρείαν ἀρκούντως καὶ πρὸς τὴν ἀσφάλειαν δοκεῖ βεβουλεῦσθαι. Ἐν μὲν δὴ τούτοις σοι πρὸς ἀνδρείαν ὑπῆρχε μελέτη. φρονήσεως δὲ ἡ μὲν φύσις, ἣν εἴληχας, αὐταρκὴς ἡγεμών· παρῆσαν δὲ οἶμαι καὶ τῶν πολιτῶν οἱ κράτιστοι τὰ πολιτικὰ διδάσκοντες. καὶ παρεῖχον ἠθῶν καὶ νόμων καὶ ξένων ἐπιτηδευμάτων ἐμπειρίαν αἱ πρὸς τοὺς ἡγεμόνας τῶν τῇδε βαρβάρων ἐντεύξεις. καίτοι τὸν Ὀδυσσέα συνετὸν Ὅμηρος ἐκ παντὸς ἀποφῆναι προαιρούμενος πολύτροπον εἶναί φησι καὶ πολλῶν ἀνθρώπων τὸν νοῦν καταγνῶναι καὶ ἐπελθεῖν τὰς πόλεις, ἵνʼ ἐξ ἁπάντων ἐπιλεξάμενος ἔχοι τὰ κράτιστα καὶ πρὸς παντοδαποὺς ἀνθρώπους ὁμιλεῖν δύναιτο. ἀλλὰ τῷ μὲν ὃς οὐκ ἐβασίλευσε4 ποικίλων ἠθῶν ἐμπειρίας χρεία· τὸν δὲ πρὸς τοσαύτην ἡγεμονίαν τρεφόμενον οὐκ ἐν οἰκίσκῳ που χρῆν διδάσκεσθαι οὐδὲ τὴν βασιλείαν, καθάπερ ὁ Κῦρος, παίζοντα μιμεῖσθαι οὐδὲ χρηματίζειν τοῖς ἥλιξι, καθάπερ ἐκεῖνον λέγουσιν, ἀλλʼ ἔθνεσιν ὁμιλεῖν καὶ δήμοις, καὶ στρατιωτῶν τάγμασιν ἐπιτάττειν ἁπλῶς τὸ πρακτέον· ὅλως δὲ οὐδενὸς ἀπολείπεσθαι τούτων, ὧν ἐχρῆν ἄνδρα γενόμενον ἐπʼ ἀδείας πράττειν. Οὐκοῦν ἐπειδὴ τὰ παρὰ τούτοις ἐδιδάχθης καλῶς, ἐπὶ τὴν ἑτέραν ἤπειρον μετιὼν τοῖς Παρθυαίων καὶ Μήδων ἔθνεσιν ἀντετάχθης μόνος. ὑποτυφομένου δὲ ἤδη τοῦ πολέμου καὶ οὐκ εἰς μακρὰν μέλλοντος ἀναρριπίζεσθαι, ταχέως καὶ τούτου κατέγνως τὸν τρόπον, καὶ τὴν τῶν ὅπλων ἰσχὺν ἐμιμήσω, καὶ πρὸς τὴν ὥραν τοῦ θέρους εἴθισας καρτερεῖν τὸ σῶμα. πυνθάνομαι δὲ Ἀλκιβιάδην μόνον ἐξ ἁπάντων Ἑλλήνων οὕτως εὐφυῶς μεταβολὰς ἐνεγκεῖν, ὡς καὶ μιμήσασθαι πρῶτον μὲν τὴν τῶν Λακεδαιμονίων ἐγκράτειαν, ἐπειδὴ Σπαρτιάταις αὑτὸν ἐδεδώκει, εἶτα Θηβαίους, καὶ Θρᾴκας ὕστερον, καὶ ἐπὶ τέλει τὴν τῶν Περσῶν τρυφήν. ἀλλʼ ἐκεῖνος μὲν τοῖς χωρίοις συμμεταβάλλων καὶ τὸν τρόπον ἀνεπίμπλατο πολλῆς δυσχερείας καὶ τὸ πάτριον ἐκινδύνευε παντελῶς ἀποβαλεῖν, σὺ δὲ τῆς μὲν ἐγκρατοῦς διαίτης ᾤου δεῖν ἔχεσθαι πανταχοῦ, ἐθίζων δὲ τὸ σῶμα τοῖς πόνοις πρὸς τὰς μεταβολὰς ῥᾷον ἤνεγκας τὴν ἐκ Γαλατῶν εἰς Παρθυαίους ἄνοδον ἢ τῶν πλουσίων οἱ ταῖς ὥραις τὴν οἴκησιν συμμεταβάλλοντες, εἰ παρὰ τὸν καιρὸν βιασθεῖεν. καί μοι δοκεῖ θεὸς εὐμενὴς πρὸς τὴν τῶν ὅλων ἡγεμονίαν ἐξ ἀρχῆς τὴν σὴν ἀρετὴν παρασκευάζειν ἐθέλων, κύκλῳ σε περιαγαγεῖν καὶ ἐπιδεῖξαι τῆς ἀρχῆς ἁπάσης ὅρους καὶ πέρατα καὶ φύσιν χωρίων καὶ μέγεθος χώρας καὶ δύναμιν ἐθνῶν καὶ πλῆθος πόλεων καὶ φύσιν δήμων καὶ τὸ κράτιστον αὐτῶν ἐκείνων τὴν περιουσίαν ὧν οὐδενὸς ἀπολελεῖφθαι χρὴ τὸν πρὸς τοσαύτην ἀρχὴν τρεφόμενον.

您通过自愿的劳苦使肉体得以健全地承受非自愿的磨难,而在心灵方面,则由辞章的修习以及适于此等年龄的学问所引导。但为了使心灵不致全无操练,亦不致将关于德行的言论视同歌谣与神话般仅仅侧耳倾听,更不致如此长久地缺乏对善行与实际作为的经验——正如同高贵的柏拉图所主张的那样,宛如赋予孩子们羽翼并让他们骑在马上,带他们奔赴战场,作为他们不久之后必须投身参与的战斗的旁观者——我自当有理地说,您的父亲正是出于此种考量,在您尚是一介少年、甚至就年岁而言完全仍是孩童之时,便立您为凯尔特诸族的卫护者与君王;尽管就明智与刚力而言,您已然足以同那些优秀的成年男子相匹敌。您的父亲周详地筹划,务使您的战争经验免于凶险,因而命令蛮族必须与我们的臣民保持和平;又诱使他们彼此攻伐、内部倾轧,从而借助他们的灾难与躯体来向您传授为将之道,这比明智的柏拉图所筹谋的更为安全。盖因依照柏拉图的设想,若敌方的步兵部队压境,孩童们或许能充当旁观者,并在某处有所需要时成为父亲们作战的协助者;但若敌军凭借骑兵占据上风,便到了要为少年们筹谋那难以想出的逃生之法的时候了。然而,让孩童在别人的危险中习惯于直面敌人,这一举措对于实用与安全两方面而言,似乎都筹划得十分周全。 因此,在这些事情中,您获得了通向勇敢的操练。至于明智,您所领受的天赋本身便是一位自足的向导;而且我想,城邦中最杰出的公民亦伴随在侧,向您传授治国之道。此外,与当地蛮族首领的会晤,亦使您获得了关于风俗、法律以及异邦习俗的经验。然而,荷马竭力想要彰显奥德修斯的明智,便称他“机敏多变”,洞悉了许多人的心思并游历了诸邦城邑,以便从一切之中择取最优者据为己有,并能同各色人群交往相处。然而,对于一位未曾登基称王者而言,多样的风俗经验固属必需;但对于一位注定要统治如此辽阔帝国而受抚育的人,绝不应当在某个幽闭的小室中受教,亦不该像居鲁士那样在嬉戏中模仿王权,或像传说中所言的那样与同龄伙伴办理政务,而是应当同各个民族与众庶交往,径直向士兵阵列下达当行之事的指令;总而言之,绝不能在成年之后本当从容施行的任何职责上有所缺漏。 因此,当您在这些民族之中精熟地学习了当地事务之后,您便转赴另一大陆,独自迎战帕提亚人与米底亚人的诸族。在战火已然潜伏蔓延且不久即将全面爆发之际,您也迅速洞悉了这一〔战争〕的方式,模仿了他们武器的强威,并使肉体习惯于忍耐夏日的酷暑。我听说,在所有希腊人之中,唯独阿尔喀比亚德能够如此巧妙地顺应变故:当他委身于斯巴达人时,起初便模仿拉刻代蒙人的自制克己,继而模仿底比斯人,随后模仿色雷斯人,最终又模仿波斯人的奢靡。然而,那个人随着地域的变迁而改变品性,致使自己充斥着诸多怨怼与乖戾,且濒临彻底丧失祖传德行的险境;相反,您却认为无论身在何处都当坚守克己节制的生活方式,通过劳苦使形体习惯于各种变化,以致从高卢前往帕提亚的高原行军,在您承受起来,竟比那些依四时迁居的富豪在非应季之时被迫搬迁还要轻松自如。在我看来,一位仁慈的神祇从一开始便欲使您的美德适于统治万有,因而引领您巡行四方,向您昭示了整个帝国的疆域与边界、各地的地理风貌、领土的广袤、各民族的战力、城邑的众多、众庶的品性,以及其中最为关键的——他们自身丰裕的资财;而对于受抚育以承受如此宏大王权之人而言,这一切都是绝不可茫然无知的。

语法注4 条
  1. 11dπατέρα τὸν σὸν διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαί σε

    带宾格与不定式的句式骨架:潜能希求式(potential optative)主动词 φαίην ἄν(“我可以合理地说”)统辖宾格主语 πατέρα τὸν σὸν 及其伴随分词 διανοηθέντα,并接不定式 ἐπιστῆσαι 及其宾语 σε(“您的父亲出于此种考虑……立您为……”)。前面的 καθάπερ 状语从句构成了 διανοηθέντα 所参照的柏拉图式典范。

  2. 12aτοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν

    带属格定冠词的不定式短语(articular infinitive),由后续的主动词 προυνόησε(源自 προνοέω,“关照、周密考虑”)所支配;该动词通常要求属格补足语以表示所关照之事物(“周详地筹划,使您的战争经验免于凶险”)。亦可理解为表示目的的属格,但作为 προνοέω 的直接支配成分更为自然。

  3. 12bτῷ μὲν γάρ

    与格阳性指示代词 τῷ μέν 指代前文刚刚提及的柏拉图(τοῦ σοφοῦ Πλάτωνος),在此用作表基准或视角的与格(dative of reference/viewpoint),意为“盖因依照他(柏拉图)的设想/方案”。

  4. 12dτῷ μὲν ὃς οὐκ ἐβασίλευσε

    指示代词与格 τῷ μέν 及其关系从句 ὃς οὐκ ἐβασίλευσε(“对于那位未曾登基称王者而言”,即奥德修斯)与谓语名词 χρεία(“需要”)构成表示所属或利害的与格句式(“前者需要……”)。与此形成对比的是,随后的并列从句转为了宾格不定式结构:τὸν δὲ... τρεφόμενον(“受抚育以承受如此统治之人”)充当了 χρῆν διδάσκεσθαι(“不应当受教于……”)的宾格主语,构成了一种巧妙的非对称对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:9