- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞美受颂者通过顺从兼具父王身份者,深刻领会了施治与受治的真谛,并批评了斯巴达未对统治者施以特殊培养的缺陷以及迦太基驱使青年逐利谋生的弊俗。
τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ, φύσει τε καὶ νόμῳ, σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν.1 καίτοι τίνα ποτʼ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ Λακεδαιμόνιοι τῶν Ἑλλήνων, οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρξοντα σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὰ παιδεύματα, καθάπερ ἀδελφοῖς τοῖς πολίταις ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδέν, ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; καὶ τοῖς μὲν βαρβάροις, ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τὸ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοι συγγνώμην· τὸν Λυκοῦργον δὲ τοῖς ἀφʼ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρξουσιν. ἡ γὰρ τοιαύτη κατὰ μικρὸν παραδυομένη συνήθεια ταῖς ψυχαῖς ἐνέτεκεν ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι’ ἀρετὴν πρωτεύειν λαχόντας. τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις. χρήσαιτο δʼ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν. Ἀλλὰ τοῖς μὲν ἡ πολιτεία τὰ πρὸς ἀρετὴν ἀρκούντως παρασκευάζουσα, εἰ καὶ μηδὲν διαφέρον ἐπιτηδεύειν ἐδίδου τῶν πολλῶν, ἀλλὰ τὸ καλοῖς κἀγαθοῖς ὑπάρχειν παρεῖχεν ἀνδράσι· Καρχηδονίων δὲ οὐδὲ τὰ κοινὰ τῶν ἐπιτηδευμάτων ἐπαινεῖν ἄξιον. ἐξελαύνοντες γὰρ τῶν οἰκιῶν οἱ γονεῖς τοὺς παῖδας ἐπέταττον εὐπορεῖν διὰ τῶν πόνων τῶν πρὸς τὴν χρείαν ἀναγκαίων, τὸ δρᾶν τι τῶν δοκούντων αἰσχρῶν ἀπαγορεύοντες. τὸ δὲ ἦν, οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ λαθεῖν πειρᾶσθαι τι δρῶντα προστάττειν.2 πέφυκε γὰρ οὐ τρυφὴ μόνον ἦθος διαφθείρειν, ἀλλὰ καὶ ἡ τῶν ἀναγκαίων ἐνδεὴς δίαιτα, ἐφʼ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος,3 ἄλλως τε εἰ καὶ τούτου μὴ κρατοίη τοῦ πάθους, πρὸς χρηματισμὸν ἐκ παίδων συνεθιζόμενος καί τινας ἀμοιβὰς ἐμποριῶν καὶ καπηλείας τὰς μὲν αὐτὸς εὑρὼν τὰς δὲ παρὰ τῶν εἰδότων μαθών, ὑπὲρ ὧν οὐ λέγειν μόνον, ἀλλʼ οὐδὲ ἀκούειν ἄξιον ἐλευθέρῳ παιδί, πλείστας ἂν κηλῖδας ἐναπόθοιτο τῇ ψυχῇ, ὧν πασῶν καθαρὸν εἶναι χρὴ καὶ τὸν ἐπιεικῆ πολίτην, ἀλλʼ οὐ τὸν βασιλέα καὶ στρατηγὸν μόνον.
然而,我险些遗漏了最重要的一点:您自幼虽受教导去统治这一切,却更加出色地学会了服从统治,无论依于天性还是依于法律,都将自己顺服于那最为优越且最为公正的权威;因为您所顺从的,兼具父亲与君王之身。此二者纵使仅备其一,由他施行统治本亦完全合宜。然而,古往今来,又有谁能寻得比这更为卓越的帝王养育与教导?盖因在希腊人中看似享有最为优渥的王者统摄之拉刻代蒙人,并未如此教育赫拉克勒斯的后嗣;而在蛮族中独树一帜行王政之迦太基人,亦未曾让那将要统治他们的人领受最为卓越的照料;相反,法律所颁行的关于美德的操练与训导对于所有人皆属共有,宛如那些命中注定既要施治又要受治的兄弟同胞,统领者在教育上并无任何不同于他人的特殊之处。然而,若一方面苛求统治者具备不可企及的崇高德行,另一方面却丝毫不去筹划如何使他们有异于常人,岂非愚蠢之极?对于蛮族而言,既然王位向全族公众开放,品性的修习彼此均等尚有可原之由;但对于吕库古,他一方面为赫拉克勒斯的后裔稳固地保留着不可动摇的王权,另一方面却在青年的抚育照料中未设立任何卓越拔萃之规,人们理当严加谴责。盖因即便他认为全体拉刻代蒙人都应成为美德的竞逐者与领受者,亦不该将平民百姓视同当权者而给予同等的养育与教养。盖因这种悄然渗入心灵的习惯,滋生了对尊长优越者的轻侮;因为概而言之,那些并非凭德行而膺受魁首地位者,甚至根本不可被视为优越之辈。我想,这亦往往致使斯巴达人愈发难以被国王所统治。若追溯这些人的行迹,人们尽可将吕山德对阿格西劳斯的争竞以及更多其他事例,引作上述言论的确凿证据。 然而,对于斯巴达人而言,政制充分准备了通向美德的要件,纵然未曾允许他们操习有别于众庶的事物,却依然使他们得以成为高尚卓越的男子;但迦太基人甚至连普通的习俗亦不值称赞。因为父母将孩童驱逐出家门,命令他们通过劳苦去谋取生活必需之物,同时又禁止他们做出任何看似可耻的行径。但这无异于并非去拔除青年的欲念,而是命他们在行事时力图掩人耳目。因为生来败坏品德的不仅是骄奢,物资匮乏的生活方式亦然;在那些理性尚未习得审断能力的青年身上,理性被欲望所说服而屈从于匮乏之需。尤其是若未能克制此等情欲,自幼便习于谋利算计,对于批发贩运与零售微利的诸般牟利之道,或自探而得,或从通晓者处学来——对于这些伎俩,自由人的子弟不仅齿及、甚至听闻都是不相称的——便会在灵魂中烙下极多的污斑;而对于这一切污斑,不仅是君王与统帅,即便是良善平正的公民亦必须保持洁净无瑕。
- 10ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν
ὧν 是部分属格关系代名词,指代前文提及的“父亲(πατρί)”与“君王(βασιλεῖ)”双重身份。θάτερον 是 τὸ ἕτερον 的合音,意为“二者之一”。在主句 ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν 中,表示理当、应当的非人称表达(προσῆκον ἦν)无需伴随助词 ἄν 即可表达与过去事实相反的虚拟(过去理当如此)。
- 15bτὸ δὲ ἦν, οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ λαθεῖν πειρᾶσθαι τι δρῶντα προστάττειν
句首的 τὸ δέ 用作中性单数主格指示代词(指代前述父母一边禁止可耻之事一边驱其谋生的做法),作未完成时系动词 ἦν 的主语。表语为构成对比的两个不定词短语 οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν...(“不是拔除青年的欲念”)与 ἀλλὰ ... προστάττειν(“而是命令……”),其中 προστάττειν 统辖 λαθεῖν πειρᾶσθαι τι δρῶντα(“在行事时力图掩人耳目”)。
- 15cἐφʼ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος
关系代词短语 ἐφʼ ὧν 中的 ὧν 先行词为前文“腐蚀品性(ἦθος διαφθείρειν)”所默示的人群(青年),作男性复数,与前置词 ἐπί 连用表示“在……这类人身上”。主语 ὁ λόγος(理性)由分词 προσλαβών 和 ἀναπειθόμενος 所修饰,句式核心为:在那些理性尚未习得判断力(τὸ κρίνειν)的人身上,理性被欲望所说服而顺从于匮乏之需。
