← 朱利安

君士坦提乌斯颂

§7-8

皇帝的诞生抚育与文武心身操练

演说者将皇帝的诞生、抚育与教养赞为先皇的最伟大功绩,述说了其母的崇高门第与兄弟们的功业,随后摈弃吉兆等虚饰,着重赞颂皇帝通过严酷的军事操练与文学修习所铸就的卓绝身心品质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Πολλῶν δὲ καὶ καλῶν ἔργων τῷ πατρὶ τῷ σῷ πραχθέντων, ὧν τε ἐπεμνήσθην καὶ ὅσα διὰ τὸ μῆκος παραλιπεῖν δοκῶ, πάντων ἄριστον ἔγωγε φαίην ἄν, οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας ὁμολογήσειν, τὴν σὴν γένεσιν καὶ τροφὴν καὶ παιδείαν· ἐξ ἧς ὑπάρχει τοῖς λοιποῖς οὐ τὸ πρὸς ὀλίγον ἀπολαῦσαι τῆς ἀρίστης ἀρχῆς, ἀλλʼ ὡς οἷόν τέ ἐστιν εἰς πλείονα χρόνον. δοκεῖ γοῦν ἄρχειν ἐκεῖνος εἰσέτι. καὶ Κύρῳ μὲν οὐχ ὑπῆρχε τοῦτο. τελευτήσαντος γὰρ ὁ παῖς ὤφθη μακρῷ φαυλότερος, ὥστε ὁ μὲν ἐκαλεῖτο πατήρ, ὁ δὲ ἐπωνομάσθη δεσπότης. σὲ δὲ πρᾳότερον μὲν τοῦ πατρὸς καὶ ἐν ἄλλοις πολλοῖς κρείττονα σαφῶς τε οἶδα, καὶ δηλώσω τοῦ καιροῦ φανέντος ἐν τῷ λόγῳ. ἐκείνῳ δὲ προσήκειν καὶ τούτου νομίζω μεταδόντι σοι τῆς ἀρίστης τροφῆς,1 ὑπὲρ ἧς ἤδη λέγειν πειράσομαι, μητρὸς καὶ ἀδελφῶν τῶν σῶν ἐπιμνησθείς. Τῇ μὲν γὰρ εὐγενείας τοσοῦτον περιῆν καὶ κάλλους σώματος καὶ τρόπων ἀρετῆς, ὅσον οὐκ ἄλλῃ γυναικὶ ῥᾳδίως ἄν τις ἐξεύροι. ἐπεὶ καὶ Περσῶν ἀκούω τὸν ὑπὲρ Παρυσάτιδος λόγον, ὅτι μόνη γέγονεν ἀδελφὴ καὶ μήτηρ καὶ γαμετὴ καὶ παῖς βασιλέως. ἀλλʼ ἦν γε αὕτη τοῦ γήμαντος ἀδελφὴ τῇ φύσει, νόμος δὲ ἐδίδου γαμεῖν ἀδελφὴν τῷ Πέρσῃ. τὴν σὴν δὲ μητέρα κατὰ τοὺς παρ’ ἡμῖν νόμους ἀχράντους καὶ καθαρὰς τὰς οἰκειότητας ταύτας φυλάττουσαν συνέβαινε τοῦ μὲν εἶναι παῖδα, γαμετὴν δὲ ἑτέρου, καὶ ἀδελφὴν ἄλλου, καὶ πολλῶν αὐτοκρατόρων, οὐχὶ δὲ ἑνὸς μητέρα. ὧν ὁ μέν τις τῷ πατρὶ συγκατειργάσατο τὸν πρὸς τοὺς τυράννους πόλεμον, ὁ δὲ τὴν πρὸς τοὺς Γέτας ἡμῖν εἰρήνην τοῖς ὅπλοις κρατήσας ἀσφαλῆ παρεσκεύασεν, ὁ δὲ ἐτήρησεν ἄβατον τοῖς πολεμίοις τὴν χώραν, αὐτὸς ἐπιστρατεύων ἐκείνοις πολλάκις, ἕως ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες.2 πολλῶν δὲ ὑπαρχόντων ἐκείνοις περιφανῶν ἔργων, ἐφʼ οἷς ἄν τις αὐτοὺς δικαίως ἐπαινεῖν ἔχοι, καὶ τῶν ἐκ τῆς τύχης ἀγαθῶν περιουσίας οὔσης, οὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφʼ ᾧ μακαρίζων ἄν τις αὐτοὺς εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δὲ ἔκγονοι γεγόνασιν.3 ἀλλʼ ἵνα μὴ μακρότερα περὶ αὐτῶν λέγων τὸν ὀφειλόμενον τοῖς ἐπαίνοις τοῖς σοῖς καιρὸν ἀναλώσω τοῦ λόγου, πειράσομαι λοιπὸν ὡς ἡμῖν ἄξιον, μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, μακρῷ τῶν προγόνων ἐπιδείξω σε σεμνότερον. Φήμας μὲν δὴ καὶ μαντείας καὶ ὄψεις τὰς ἐν τοῖς ὕπνοις, καὶ ὅσα ἄλλα θρυλεῖν εἰώθασιν ἐπὶ τῶν οὕτω λαμπρὰ καὶ περιφανῆ πραξάντων, Κύρου καὶ τοῦ τῆς ἡμετέρας οἰκιστοῦ πόλεως καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν, ἑκὼν ἀφίημι· δοκεῖ γὰρ οὐ πόρρω ταῦτα τῆς ποιητικῆς ἐξουσίας εἶναι. καὶ τὰ παρὰ τὴν πρώτην ὑπάρξαντά σοι γένεσιν ὡς λαμπρὰ καὶ βασιλικὰ καὶ τὸ λέγειν εὔηθες. ἀλλʼ ἐπειδὴ τῆς ἐν τοῖς παισὶν ἀγωγῆς ὁ καιρὸς ὑπομέμνηκεν, ἔδει σοι τῆς βασιλικῆς τροφῆς δήπουθεν, ἣ τὸ μὲν σῶμα πρὸς ἰσχὺν καὶ ῥώμην καὶ εὐεξίαν καὶ κάλλος ἀσκήσει, τὴν ψυχὴν δὲ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν ἐμμελῶς παρασκευάσει. ταῦτα δὲ οὐ ῥᾴδιον διὰ τῆς ἀνειμένης ὑπάρχειν διαίτης, θρυπτούσης μέν, ὡς εἰκός, τὰς ψυχὰς καὶ τὰ σώματα, ἀσθενεστέρας δὲ ἐργαζομένης πρός τε τοὺς κινδύνους τὰς γνώμας καὶ πρὸς τοὺς πόνους τὰ σώματα. οὐκοῦν τῷ μὲν ἔδει γυμναστικῆς, τῷ σώματι, τὴν ψυχὴν δὲ τῇ τῶν λόγων ἐκόσμεις μελέτῃ. ἐπὶ πλέον δὲ ὑπὲρ ἀμφοτέρων ἄξιον διελθεῖν· ἀρχὴ γάρ τις αὕτη τῶν μετὰ ταῦτα πράξεων γέγονε.

尽管您的父亲建树了诸多卓越功业,无论是我已述及的,还是由于篇幅原因看似略去的,但我以为——且我相信其余所有人亦会赞同——其中最至善者乃是您的诞生、抚育与教养;由此,天下其余之人得以享受的,便不仅仅是短时期的最佳统治,而是尽可能长久之治。事实上,他至今似乎仍在施行统治。然而居鲁士却未曾获享此等幸事;盖因他死后,其子显见大为劣逊,以致父亲被称为“慈父”,而儿子却被呼作“专制之主”。至于您,我深知您比父亲更加温和,在诸多其他方面亦更加卓越,待到演说中的适当时机来临,我自当详加阐明。但我认为,这份赞誉亦理当归于他,因他传授给了您至善的教养;关于此点,在提及您的母亲与兄弟们之后,我如今便将尝试予以述说。 盖因您的母亲兼具如此绝伦的显赫出身、形体之美以及品性之德,以致人们很难在任何其他妇人身上轻易寻得同等之美质。盖我也听闻波斯人关于帕律萨梯斯的传说,称唯独她是国王的姐妹、母亲、妻子兼女儿。然而,她按天性本就是娶她者的亲姐妹,且波斯法律准许波斯人娶其亲姐妹。但您的母亲依循我们这里的法律,纯洁而无可玷污地保持着这些亲缘关系,恰恰成为一位皇帝的女儿、另一位的妻子、另一位的姐妹,且是多位君王而非仅仅一人的母亲。在这些君王中,有一位曾协助您的父亲彻底平定了针对僭主的战事;另一位以武力克敌制胜,为我们稳固了与盖塔人之间的和平;还有一位则使国境免遭敌寇蹂躏,多次亲自出征讨伐他们,在不久后因对他犯下罪行而受罚的那些人尚且容许期间。尽管他们拥有许多人人皆可正当颂扬的显赫功业,且享有丰厚的命运恩赐,但在其余诸事中,没有任何一事能让人像因他们生为这些人的后裔、那些人的子嗣那般,在称羡他们时有理由加以尊崇褒扬。然而,为了不因详加叙述他们而耗费了本应用于颂扬您的言说时间,我接下来将尝试以配得上我们的方式展开论述;或者说,若当毫无保留地直言,我将证明您远比您的先祖更为尊严崇高。 至于吉兆、神谕、梦中异象,以及人们通常对立下如此辉煌显赫功业之人——居鲁士、我们城邦的奠基者、腓力之子亚历山大以及任何其他此类人物——所津津乐道的其他种种,我甘愿悉数略过;因为这些似乎与诗人的虚构特权相去不远。而大谈伴随您初生时的境况如何灿烂显赫、合乎帝王气象,亦属浅薄愚拙。然而,既然谈及童年教养的时机已然提醒,您自然便需要合乎帝王风范的抚育,这抚育既能锻炼形体以获力量、健壮、体魄与俊美,又能妥贴地陶冶心灵以成勇敢、正义、节制与明智。而这些美德不易通过松散放纵的生活方式而获得,盖因这种生活方式理所当然地会销蚀心灵与肉体,使心志面对危险时更为懦弱,使形体面对劳苦时更显羸弱。因此,形体需要体育锻炼,而您则以辞章之学的修习修饰心灵。对于这两方面,值得作进一步的深入阐述;因为这正是随后诸多功业的某种起点。

§8

τῆς μὲν οὖν ἐπιμελείας τῆς περὶ τὴν ἰσχὺν οὐ τὸ πρὸς τὰς ἐπιδείξεις ἁρμόζον ἤσκησας, ἥκιστα βασιλεῖ πρέπειν ὑπολαβὼν τῶν τὰς παλαίστρας κατειληφότων τὴν θρυλουμένην εὐεξίαν, μέλλοντι τῶν ἀληθινῶν ἀγώνων μεθέξειν, ὕπνου τε ἐλαχίστου δεομένῳ καὶ τροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ,4 ἐπειδὰν αἱ πράξεις τὸν καιρὸν ἐνδῶσιν. ὅθεν ᾤου δεῖν καὶ τὰ γυμνάσια πρὸς ταύτην ποιεῖσθαι, πολλὰ καὶ στρατιωτικά, χορείαν τὴν ἐν τοῖς ὅπλοις, δρόμον τὸν ἐν τούτοις, τὴν ἱππικὴν τέχνην, οἷς ἅπασι διατετέλεκας ἐξ ἀρχῆς ἐν καιρῷ χρώμενος· καὶ κατώρθωται παρὰ σοὶ τούτων ἕκαστον ὡς παρ’ οὐδενὶ τῶν ἄλλων ὁπλιτῶν. οὐκοῦν ὁ μέν τις ἐκείνων, πεζὸς ὢν ἀγαθός, τὴν ἱππικὴν τέχνην ἠγνόησεν, ὁ δέ, ἐπιστάμενος χρῆσθαι τοῖς ἱππικοῖς, ὀκνεῖ πεζὸς εἰς μάχην ἰέναι. μόνῳ δὲ ὑπάρχει σοὶ τῶν μὲν ἱππέων ἀρίστῳ φαίνεσθαι παραπλησίως ἐκείνοις σταλέντι, μετασκευασαμένῳ δὲ ἐς τοὺς ὁπλίτας κρατεῖν ἁπάντων ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν ποδῶν κουφότητι. ὅπως δὲ μὴ τὰς ἀνέσεις ῥᾳθύμους εἶναι μηδʼ ἄνευ τῶν ὅπλων ποιεῖσθαι συμβαίνῃ, ἐπίσκοπα τοξεύειν ἤσκησας.

因此,在强身健体的操练方面,您并未习练那些仅适于表演炫耀的技艺,因为您认为,占据角力学校者那些名噪一时的体格,最不适于一位注定要参与真实战斗的君王——他需要极少的睡眠与并不丰盛的饮食,且这饮食在数量与品质上绝无定规,在进食的时间上亦无准则,而是在战事腾出时机时,随遇而安、有什么便吃什么。由此,您认为体育锻炼亦当针对此项需求来进行,进行了大量的军事性训练:全副武装的操演、全副武装的奔跑以及骑术,您从一开始便始终在适当时机操练这一切;且在您身上,这些项目无一不达到了其他任何重装步兵所未曾企及的精熟境地。因此,他们之中的某人身为优秀的步兵,却对骑术一无所知;而另一人虽精通驾驭战马,却迟疑于徒步投入战斗。唯独属于您的特权是:当装束与骑兵相仿时,显为最优秀的骑士;而当变换装备跻身重装步兵之中时,又以力量、速度和步履的轻盈压倒所有人。为了使休憩不致沦为怠惰,亦不致在脱离武器的情况下进行,您更操练了精准中靶的射箭技艺。

语法注4 条
  1. 9bἐκείνῳ δὲ προσήκειν καὶ τούτου νομίζω μεταδόντι σοι τῆς ἀρίστης τροφῆς

    此句为接在动词 νομίζω 之后的间接引语不定式结构。不定式 προσήκειν 与代词属格 τούτου 搭配,表示“此事的功劳/荣誉亦属于彼者”;与格分词 μεταδόντι 与 ἐκείνῳ 一致,交代其理由或身份,意为“鉴于他给予了您至善的教养”。

  2. 9dἕως ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες

    连词 ἕως 引导时间从句,动词 ἐπέτρεπον 作不及物用法,意为“允许/容许”。其主语为名词化分词短语 οἱ... ὑποσχόντες(“不久后因对他犯下罪行而受罚的人”),指代后来发动叛乱被诛者,整句意为“在那些后来因对他犯下罪行而遭严惩者尚且容许(局势维持)期间”。

  3. 10aοὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφʼ ᾧ μακαρίζων ἄν τις αὐτοὺς εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δὲ ἔκγονοι γεγόνασιν

    核心骨架为 οὐδέν ἐστι τοιοῦτον... ὡς ὅτι...(“没有任何别的事物像……那样……”)。带有潜势希求语气的关系从句 ἐφʼ ᾧ... σεμνύνοι(“使人称羡他们并理当加以尊崇褒扬的”)修饰先行词 τοιοῦτον,而 ὡς ὅτι 则引出充当比较终点的实质内容从句(“即他们生为这些人的后裔、那些人的子嗣”)。

  4. 11aτροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ

    受分词 δεομένῳ 支配的属格 τροφῆς 带有长串修饰成分。短语 καὶ ταύτης... ὡρισμένης 借助连词 καὶ 与指示代词 ταύτης 构成补充限制说明(“而且这饮食绝非在数量或质量上固定……”)。句末的 τῆς ἐπιτυχούσης δέ 与前面的 οὐ πάντως ὡρισμένης 构成对照,同为修饰 τροφῆς 的属格分词,意为“而是随手可得的、碰巧有的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:7-8