- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:5-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了皇帝先祖克劳狄乌斯及祖父辈的美德与功勋,赞颂两家联姻所承续的美德,并盛赞其父君士坦丁一世荡平僭主、营建同名新都以及对雅典的崇敬与恩遇。
Ἀλλʼ ὑπὲρ τῆς εὐγενείας τῆς σῆς ἴσως ἄξιον ἐπὶ τοῦ παρόντος ἐν βραχεῖ διελθεῖν. ἀπορεῖν δὲ ἔοικα κἀνταῦθα, πόθεν ἄρχεσθαι χρή. πρόγονοί τε γάρ εἰσί σοι καὶ πάπποι καὶ γονεῖς ἀδελφοί τε καὶ ἀνεψιοὶ καὶ ξυγγενεῖς βασιλεῖς ἅπαντες, αὐτοὶ κτησάμενοι τὴν ἀρχὴν ἐννόμως ἢ παρὰ τῶν κρατούντων εἰσποιηθέντες. καὶ τὰ μὲν παλαιὰ τί δεῖ λέγειν, Κλαυδίου μνησθέντα, καὶ τῆς ἀρετῆς τῆς ἐκείνου ἐναργῆ παρέχειν καὶ γνώριμα πᾶσι τεκμήρια, τῶν ἀγώνων τῶν πρὸς τοὺς ὑπὲρ τὸν Ἴστρον οἰκοῦντας βαρβάρους ἀναμιμνήσκοντα,1 καὶ ὅπως τὴν ἀρχὴν ὁσίως ἅμα καὶ δικαίως ἐκτήσατο, καὶ τὴν ἐν βασιλείᾳ τῆς διαίτης λιτότητα, καὶ τὴν ἀφέλειαν τῆς ἐσθῆτος ἐπὶ τῶν εἰκόνων ὁρωμένην ἔτι; τὰ δὲ ὑπὲρ τῶν πάππων τῶν σῶν ἐστι μὲν τούτων νεώτερα, λαμπρὰ δὲ οὐ μεῖον ἐκείνων. ἔτυχον μὲν γὰρ ἄμφω τῆς ἀρχῆς δι’ ἀρετὴν ἀξίω κριθέντε, γενομένω δὲ ἐπὶ τῶν πραγμάτων2 οὕτω πρός τε ἀλλήλους εὐνοϊκῶς ἔσχον καὶ πρὸς τὸν μεταδόντα τῆς βασιλείας εὐσεβῶς, ὥσθʼ ὁ μὲν ὡμολόγει μηδὲν τούτου πώποτε κρεῖττον βεβουλεῦσθαι, πολλὰ καὶ ἄλλα σωτήρια τοῖς κοινοῖς ἐξευρών, οἱ δὲ τὴν μετʼ ἀλλήλων κοινωνίαν μᾶλλον ἢ τὴν τῶν ὅλων ἀρχήν, εἴπερ οἷόν τε ἦν, ἑκάστῳ περιγενομένην ἠγάπων.3 οὕτω δὲ διακείμενοι τὰς ψυχὰς τῶν ἔργων ἔδρων τὰ κάλλιστα, σεβόμενοι μὲν μετὰ τὴν κρείττονα φύσιν τὸν τὴν ἀρχὴν αὐτοῖς παρασχόντα, τοῖς ὑπηκόοις δὲ πρᾴως καὶ φιλανθρώπως χρώμενοι, καὶ τοὺς βαρβάρους οὐκ ἐλαύνοντες μόνον πάλαι κατοικοῦντας καὶ νεμομένους καθάπερ τὴν οἰκείαν ἀδεῶς τὰ ἡμέτερα, φρούρια δὲ ἐπιτειχίζοντες αὐτοῖς τοσαύτην πρὸς αὐτοὺς εἰρήνην τοῖς ὑπηκόοις κατέστησαν, ὅσην οὐδὲ εὔξασθαι τότε ῥᾴδιον ἐδόκει. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐκ ἄξιον ἐν παρέργῳ λέγειν. τῆς δὲ ὁμονοίας αὐτῶν τῆς πρὸς ἀλλήλους τὸ μέγιστον σημεῖον παραλιπεῖν οὐδαμῶς εὔλογον, καὶ ἄλλως προσῆκον τῷ λόγῳ. κοινωνίαν γὰρ τὴν καλλίστην τοῖς αὑτῶν παισὶν ἐπινοήσαντες τῶν σῶν πατέρων τοὺς γάμους ἥρμοσαν. προσήκει δὲ οἶμαι καὶ περὶ τούτων ἐν βραχεῖ διελθεῖν, ὅπως μὴ τῆς ἀρχῆς φανῇς μόνον, ἀλλὰ καὶ τῆς ἀρετῆς κληρονόμος.
然而,关于您显赫的门第,眼下或许值得作一番简短的述说。但我在这里似乎同样不知究竟该从何处着手。盖因您的先祖、祖父们、父母、兄弟、堂表兄弟以及亲族全都是帝王,他们或依法自取大统,或受统治者过继立为后嗣。至于往昔旧事,何须多言——提及克劳狄乌斯,并为他的美德提供人人洞见与知晓的明证,唤起人们对他抗击伊斯特罗河彼岸蛮族之征战的记忆,述说他如何兼备虔敬与正义而取得政权,以及他位居皇位时起居的朴素,乃至至今在画像上仍清晰可辨的衣着之简朴?另一方面,关于您祖父辈的事迹虽较此稍近,其辉煌却不逊于彼。盖因二人皆因美德被断为当之无愧而得享大位;及至执掌国政,彼此相亲相善,且对分授帝业者极尽孝敬,以至于那位统治者尽管为国家社稷创制了诸多其他救世良策,却承认生平从未谋划过比此更善之举;而他们二人,比起即便可能由各人独揽天下全权,亦宁愿珍视彼此之间的融洽同盟。心怀如此情操,他们建树了至美至善的事业:在至高神明之下尊崇赐予他们政权之人,对治下臣民温和仁爱,不仅驱逐了长期如同占有己产一般肆无忌惮地盘踞与吞食我们疆土的蛮族,更针对他们筑起要塞堡垒,为臣民确立了与他们之间在当时看来哪怕仅是祈求都绝非易事的和平。然而,这些事迹绝非顺带提及便能了结。但要略过他们彼此和睦的最大明证,则绝非合理,且〔这一明证〕与本演说切切相关。盖因他们为其子嗣谋求了至善至美的结合,缔结了您父母的联姻。我想,对这些事作一简略阐述亦属恰当,好教您不仅显明为帝位的继承人,亦是美德的继承人。
τὴν μὲν οὖν βασιλείαν ὅπως μετὰ τὴν τοῦ πατρὸς κατέσχε τελευτὴν αὐτοῦ τε ἐκείνου τῇ κρίσει καὶ τῶν στρατοπέδων ἁπάντων τῇ ψήφῳ πατὴρ ὁ σός,4 τί χρὴ νῦν περιεργάζεσθαι; τὴν δὲ ἐς τοὺς πολέμους ῥώμην ἐκ τῶν ἔργων μᾶλλον ἢ διὰ τῶν λόγων ἄν τις γνωρίσειε. τυραννίδας γάρ, ἀλλʼ οὐ βασιλείας ἐννόμους καθαιρῶν τὴν οἰκουμένην ἐπῆλθεν ἅπασαν. τοσαύτην δὲ εὔνοιαν αὑτοῦ τοῖς ὑπηκόοις παρέστησεν, ὥσθʼ οἱ μὲν στρατευόμενοι τῆς περὶ τὰς δωρεὰς καὶ τὰς χάριτας μεγαλοψυχίας ἔτι μεμνημένοι καθάπερ θεὸν διατελοῦσι σεβόμενοι· τὸ δὲ ἐν ταῖς πόλεσι καὶ ἐπὶ τῶν ἀγρῶν πλῆθος, οὐχ οὕτω τῆς τῶν τυράννων ἀπαλλαγῆναι βαρύτητος εὐχόμενοι, ὡς παρὰ τοῦ σοῦ πατρὸς ἀρχθῆναι, τὴν κατʼ ἐκείνων αὐτῷ νίκην ἐπηύχοντο. ἐπεὶ δὲ ἁπάντων κύριος κατέστη, ὥσπερ ἐξ αὐχμοῦ τῆς ἀπληστίας τοῦ δυναστεύσαντος πολλῆς ἀπορίας χρημάτων οὔσης καὶ τοῦ πλούτου τῶν βασιλείων ἐν μυχοῖς συνεληλαμένου, τὸ κλεῖθρον ἀφελὼν ἐπέκλυσεν ἀθρόως τῷ πλούτῳ πάντα, πόλιν τε ἐπώνυμον αὑτοῦ κατέστησεν ἐν οὐδὲ ὅλοις ἔτεσι δέκα, τοσούτῳ τῶν ἄλλων ἁπασῶν μείζονα, ὅσῳ τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ, ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. καλὸν ἴσως ἐνταῦθα καὶ τῶν ἀοιδίμων Ἀθηνῶν μνησθῆναι, ἃς ἐκεῖνος ἔργοις καὶ λόγοις τιμῶν τὸν πάντα χρόνον διετέλει. βασιλεὺς γὰρ ὢν καὶ κύριος πάντων, στρατηγὸς ἐκείνων ἠξίου καλεῖσθαι, καὶ τοιαύτης εἰκόνος τυγχάνων μετʼ ἐπιγράμματος ἐγάνυτο πλέον ἢ τῶν μεγίστων τιμῶν ἀξιωθείς. ἀμειβόμενος δὲ ἐπʼ αὐτῇ τὴν πόλιν, πυρῶν μεδίμνους δίδωσι πολλάκις μυρίους καθʼ ἕκαστον ἔτος δωρεὰν καρποῦσθαι, ἐξ ὧν ὑπῆρχε τῇ πόλει μὲν ἐν ἀφθόνοις εἶναι, ἐκείνῳ δὲ ἔπαινοι καὶ τιμαὶ παρὰ τῶν βελτίστων.
至于您的父亲如何在父皇崩殂之后,凭借其本人的决断以及全军将士的一致拥戴而承继大统,如今又何必多费笔墨探究?而他在战事中的勇武,人们更当自其功业而非辞藻中得以识见。盖因他是通过铲除僭政、而非覆灭合法君权而席卷了整个文明世界。他令臣民对自己怀有如此深挚的爱戴,以至于军伍将士至今铭记他在赏赐与恩宠上的宽弘气度,始终如崇奉神明一般敬仰他;而城邑与乡野的万民,亦非仅仅祈求摆脱僭主的暴虐,更是渴求归顺于您父亲的统治,因而皆为他战胜强梁而虔诚祈祷。及至他成为普天下的主宰,如同遭遇了前任统治者贪得无厌所造成的旱灾一般,钱财奇缺,财富全被聚敛于宫禁内府深处,他遂拔除门闩,令财宝倾泻而出、泽被万方;更在不足整整十年的岁月里,开创了一座冠以自身名号的巨城,此城超越其他所有邦邑的程度,恰如其看似逊于罗马的差距——依我之见,位居〔罗马〕之后而列第二,远胜过被视为其余诸城之首。在此处,或许亦当提及名垂青史的雅典,盖因他毕生始终在功业与言辞上隆重尊崇该城。他虽为帝王与万物之主,却以被称为该城的将军为荣,而在获得一座附带铭文的此等塑像时,其喜悦更甚于被赋予至高的尊荣。为回报雅典,他每年赏赐数万麦斗小麦供其免费享用,由此使该城得享丰足,而他亦从最优秀的士人那里收获了赞美与殊荣。
- 6dΚλαυδίου μνησθέντα, καὶ τῆς ἀρετῆς τῆς ἐκείνου ἐναργῆ παρέχειν καὶ γνώριμα πᾶσι τεκμήρια, τῶν ἀγώνων τῶν πρὸς τοὺς ὑπὲρ τὸν Ἴστρον οἰκοῦντας βαρβάρους ἀναμιμνήσκοντα
宾格分词 μνησθέντα 与 ἀναμιμνήσκοντα 与无人称句式 τί δεῖ λέγειν 中不定式隐含的逻辑主语(说话者 ἐμέ 或泛指的 τινά)保持宾格一致。句中通过 καί 将提及克劳狄乌斯、提供明证与唤起对多瑙河彼岸战役的追忆在句法上层层并列。
- 7aἔτυχον μὲν γὰρ ἄμφω τῆς ἀρχῆς δι’ ἀρετὴν ἀξίω κριθέντε, γενομένω δὲ ἐπὶ τῶν πραγμάτων
分词 κριθέντε 与 γενομένω 为阳性双数主格形式,与限定动词 ἔτυχον 的主语 ἄμφω 保持性、数、格的一致。尽管主动词(ἔτυχον 及随后的 ἔσχον)采用复数形式,但修饰主语的分词依然保留了古典希腊语指代两人的双数呼应。
- 7bτὴν μετʼ ἀλλήλων κοινωνίαν μᾶλλον ἢ τὴν τῶν ὅλων ἀρχήν, εἴπερ οἷόν τε ἦν, ἑκάστῳ περιγενομένην ἠγάπων
ἠγάπων 的直接宾语为 τὴν μετʼ ἀλλήλων κοινωνίαν,与 ἤ 之后的 τὴν τῶν ὅλων ἀρχήν 形成对比,后者由分词 περιγενομένην 修饰。插入的条件从句 εἴπερ οἷόν τε ἦν(即便可能)修饰分词短语所表达的各自独揽大权的假设情形(ἑκάστῳ περιγενομένην)。
- 7dτὴν μὲν οὖν βασιλείαν ὅπως μετὰ τὴν τοῦ πατρὸς κατέσχε τελευτὴν αὐτοῦ τε ἐκείνου τῇ κρίσει καὶ τῶν στρατοπέδων ἁπάντων τῇ ψήφῳ πατὴρ ὁ σός
句首的宾格 τὴν βασιλείαν 是前置先取(prolepsis),将从属连词 ὅπως 引导的从句动词 κατέσχε 的逻辑宾语提前作为话题。主语 πατὴρ ὁ σός 则置于从句末尾,承接着前述表示方式与依据的与格短语(τῇ κρίσει, τῇ ψήφῳ)。
