- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者遵循惯例意欲赞颂皇帝的故土,列举了罗马、君士坦丁堡、伊利里亚与东方诸地竞相争夺这一殊荣的情形。为免篇幅冗长,他决定略过其余诸邦,并将对罗马的颂扬谦让给皇帝本人,因皇帝此前已赐予该城无以复加的崇高定评。
Ὁ μὲν οὖν τῶν ἐπαίνων νόμος οὐδὲν ἔλαττον τῆς πατρίδος ἢ τῶν προγόνων ἀξιοῖ μεμνῆσθαι. ἐγὼ δὲ οὐκ οἶδα, τίνα χρὴ πρῶτον ὑπολαβεῖν πατρίδα σήν· ἔθνη γὰρ μυρία περὶ ταύτης ἀμφισβητεῖ πολὺν ἤδη χρόνον. καὶ ἡ μὲν βασιλεύουσα τῶν ἁπάντων πόλις, μήτηρ οὖσα σὴ καὶ τροφὸς καὶ τὴν βασιλείαν σοι μετὰ τῆς ἀγαθῆς τύχης παρασχοῦσα, ἐξαίρετον αὑτῆς φησιν εἶναι τὸ γέρας, οὐ τοῖς κοινοῖς ἐφʼ ἁπάντων τῶν αὐτοκρατόρων δικαίοις χρωμένη·1 λέγω δὲ ὅτι, κἂν ἀλλαχόθεν τυγχάνωσι, τῷ μετέχειν ἅπαντας ἤδη τοῦ πολιτεύματος καὶ τοῖς ἐκεῖθεν ἡμῖν καταδειχθεῖσιν ἔθεσι καὶ νόμοις χρῆσθαι πολῖται γεγόνασιν· οὔκουν οὕτως, ἀλλʼ ὡς τεκοῦσα τὴν σὴν μητέρα καὶ θρεψαμένη βασιλικῶς καὶ τῶν ἐσομένων ἐκγόνων ἀξίως. ἡ δὲ ἐπὶ τῷ Βοσπόρῳ πόλις, ὅλου τοῦ γένους τοῦ Κωνσταντίων ἐπώνυμος, πατρὶς μὲν οὐκ εἶναί φησι, γεγονέναι δὲ ὑπὸ τοῦ σοῦ πατρὸς ὁμολογεῖ, καὶ δεινὰ πάσχειν οἰήσεται, εἰ ταύτης γοῦν τις αὐτὴν τῷ λόγῳ τῆς συγγενείας ἀφαιροῖτο. Ἰλλυριοὶ δέ, ὅτι παρ’ αὐτοῖς γέγονας, οὐκ ἀνέξονται τοῦ καλλίστου τῶν εὐτυχημάτων στερόμενοι, εἴ τις ἄλλην σοι πατρίδα προσνέμοι. ἀκούω δὲ ἔγωγε καὶ τῶν ἑῴων ἤδη τινὰς λέγειν, ὅτι μὴ δίκαια δρῶμεν ἀφαιρούμενοι σφᾶς τὸν ἐπὶ σοὶ λόγον· αὐτοὶ γάρ φασι τὴν τήθην ἐπὶ τὸν τοῦ μητροπάτορος τοῦ σοῦ προπέμψαι γάμον. καὶ σχεδὸν ἅπαντες οἱ λοιποὶ προφάσεις ἐπινοοῦντες μικρὰς ἢ μείζονας αὑτοῖς σε εἰσποιεῖν ἐκ παντὸς ἐγνώκασιν. ἐχέτω μὲν οὖν τὸ γέρας ἣν αὐτὸς ἐθέλεις,2 καὶ ἣν ἀρετῶν μητέρα καὶ διδάσκαλον πολλάκις ἐπαινῶν εἴρηκας, τυγχανόντων δὲ ἑκάστη κατὰ τὴν ἀξίαν αἱ λοιπαὶ τοῦ προσήκοντος.3 ἐγὼ δὲ ἐπαινεῖν μὲν ἁπάσας ἐθέλοιμʼ ἂν ἀξίας οὔσας δόξης καὶ τιμῆς, ὀκνῶ δὲ μὴ διὰ τὸ μῆκος, εἰ καὶ δοκεῖ λίαν οἰκεῖα τοῦ παρόντος λόγου, διὰ τὸν καιρὸν ἀλλότρια φανῇ. τῶν μὲν οὖν ἄλλων τοὺς ἐπαίνους διὰ τοῦτʼ ἀφήσειν μοι δοκῶ, τῆς Ῥώμης δὲ τὸ κεφάλαιον τῶν ἐπαίνων αὐτός, ὦ βασιλεῦ, συλλαβὼν ἐν βραχεῖ καὶ διδάσκαλον ἀρετῆς προσειπών, τῷ δοῦναι τὸ κάλλιστον τῶν ἐγκωμίων, τοὺς παρὰ τῶν ἄλλων λόγους ἀφῄρησαι. τί γὰρ λέξομεν ἡμεῖς περὶ αὐτῆς τοιοῦτον ἕτερον; τί δὲ ἄλλος τις εἰπεῖν ἔχει; ὥστε μοι δοκῶ σεβόμενος εἰκότως τὴν πόλιν τούτῳ τιμᾶν αὐτὴν πλέον, τῷ παραχωρεῖν σοι τῶν εἰς αὐτὴν λόγων.
赞颂的常规要求提及故土,其重要性不亚于先祖。但我却不知究竟该将哪一处视作您的首要故土;盖因无数族群为此已纷争良久。统领万方的王城,既是您的母亲与乳母,又连同吉运将帝位赐予了您,便声称此项殊荣独属于己——她所依据的并非适用于所有皇帝的通行权利(我的意思是,即便他们偶或来自别处,但因如今所有人皆共享政体,并奉行自彼处向我们昭示的风俗与法律,因而皆已成为公民);并非循此途径,而是因她诞育了您的母亲,并以匹配王权且无愧于未来子嗣的方式将其抚育成人。而博斯普鲁斯海峡之城,虽冠以整个君士坦提乌斯家族之名,自承并非故土,却承认是由您的父亲所开创,若有人在言辞中至少剥夺了她的这份血缘亲情,她必自认遭受了奇耻大辱。伊利里亚人则因您降生于他们之间,若有人将别处派定为您的故土,他们绝难忍受被夺去这一最为璀璨的福祉。我甚至听说东方人中亦有人宣称,若剥夺他们就您立言的权利,我们便有失公允;因为他们坚称正是他们送出了您的祖母,促成了与您外祖父的联姻。其余几乎所有邦族亦皆各自设想或大或小的由头,立意无论如何都要将您认作己出。 因此,便让您自身所愿的那座城保有此殊荣吧——您在颂词中屡次称其为诸般德行之母与导师;而其余诸城亦当各自按其功绩得其应有之份。至于我,本愿赞颂所有那些配享盛名与尊崇之城,但又顾虑篇幅过巨,纵然看似与当下演说极为切合,却恐因时机不合而显得不适时宜。故而,我以为理当略去对其他诸城的颂赞;而至于罗马,皇帝陛下,您自身已将对她的至高赞美简括无遗,称其为德行之导师,因您献上了至美至高的颂辞,便夺去了所有其他人可言之词。盖因关于她,我们还能道出何等同类的佳话?抑或其他人还能说出什么?因此,我以为怀着恰如其分的敬意,在此事上向您谦让针对该城的赞词,反倒是对她更为隆重的尊崇。
- 5cοὐ τοῖς κοινοῖς ἐφʼ ἁπάντων τῶν αὐτοκρατόρων δικαίοις χρωμένη
现在分词 χρωμένη 与主语 ἡ βασιλεύουσα τῶν ἁπάντων πόλις(罗马)在性数格上一致,表示提出主张的方式。随后的 λέγω δὲ ὅτι... 是解释性插入句,用以阐明“所有皇帝通行的权利”(即即便出身行省亦因共享政体法度而成为公民),并与后文的 οὔκουν οὕτως, ἀλλʼ ὡς...(“并非以此方式,而是因诞育教养了母亲……”)形成鲜明对照。
- 6aἐχέτω μὲν οὖν τὸ γέρας ἣν αὐτὸς ἐθέλεις
关系代词 ἣν 融合了其先行词(即主句动词 ἐχέτω 的主语,如 αὕτη),并在关系从句内部受动词 ἐθέλεις 支配而呈现宾格,构成了先行词内嵌或反向格吸引(attractio inversa)。整句结构意为“便让您自己所愿的那座城保有此项殊荣”。
- 6bτυγχανόντων δὲ ἑκάστη κατὰ τὴν ἀξίαν αἱ λοιπαὶ τοῦ προσήκοντος
动词形式 τυγχανόντων 是第三人称复数主动语态命令式(雅典方言中相当于 -έτωσαν 的古体字尾),其语法主语为复数主格 αἱ λοιπαί。单数主格 ἑκάστη 则以“全分同格”(schema kath' holon kai meros)的形式分配性地修饰主语。属格短语 τοῦ προσήκοντος 为动词 τυγχάνω 所要求的支配格补足语。
