- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:2-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者引述了要求将赞誉导向德行而非谄媚的哲学法则,进而确立了依循先祖德行、教养以及将功业作为内在心灵之见证的演说构架,由此展开颂辞。
Νόμος ἐστὶ παλαιὸς παρὰ τοῦ πρώτου φιλοσοφίαν ἀνθρώποις φήναντος οὑτωσὶ κείμενος· ἅπαντας πρὸς τὴν ἀρετὴν καὶ πρὸς τὸ καλὸν βλέποντας ἐπιτηδεύειν ἐν λόγοις, ἐν ἔργοις, ἐν ξυνουσίαις, ἐν πᾶσιν ἁπλῶς τοῖς κατὰ τὸν βίον μικροῖς καὶ μείζοσι τοῦ καλοῦ πάντως ἐφίεσθαι. πάντων δὲ ὅτι κάλλιστον ἀρετή, τίς ἂν ἡμῖν τῶν νοῦν ἐχόντων ἀμφισβητήσειε; ταύτης τοίνυν ἀντέχεσθαι διακελεύεται τοὺς μὴ μάτην τουτὶ περιοίσοντας τοὔνομα, προσῆκον οὐδὲν αὐτοῖς σφετερισαμένους. ταῦτα δὴ διαγορεύων ὁ νόμος οὐδεμίαν ἰδέαν ἐπιτάττει λόγων, οὐδʼ ὥσπερ ἔκ τινος τραγικῆς μηχανῆς, φησί, χρῆναι προαγορεύει τοῖς ἐντυγχάνουσι σπεύδειν μὲν πρὸς τὴν ἀρετήν, ἀποφεύγειν δὲ τὴν πονηρίαν, ἀλλὰ πολλαῖς ὁδοῖς ἐπὶ τοῦτο δίδωσι χρῆσθαι τῷ βουληθέντι μιμεῖσθαι τὴν ἐκείνου φύσιν. καὶ γὰρ παραίνεσιν ἀγαθὴν καὶ λόγων προτρεπτικῶν χρῆσιν1 καὶ τὸ μετʼ εὐνοίας ἐπιπλήττειν τοῖς ἁμαρτήμασιν ἐπαινεῖν τε αὖ τὰ καλῶς πραχθέντα καὶ ψέγειν, ὅταν ᾖ καιρός, τὰ μὴ τοιαῦτα τῶν ἔργων. ἐφίησι δὲ καὶ ταῖς ἄλλαις ἰδέαις, εἴ τις ἐθέλοι, πρὸς τὸ βέλτιστον τῶν λόγων χρῆσθαι, ἐπὶ παντὶ δὲ οἶμαι καὶ λόγῳ καὶ πράξει μεμνῆσθαι προστάττων, ὅπῃ τούτων ὑφέξουσιν εὐθύνας, ὧν ἂν τύχωσιν εἰπόντες, λέγειν δὲ οὐδὲν ὅ τι μὴ πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἀνοίσουσι. τὰ μὲν οὖν ἐκ τοῦ νόμου ταῦτα καὶ τοιαῦτα ἕτερα. Ἡμεῖς δὲ ἄρα τί ποτε δράσομεν, εἰργόμενοι μὲν τῷ δοκεῖν ποιεῖσθαι πρὸς χάριν τὴν εὐφημίαν, τοῦ γένους δὲ ἤδη τῶν ἐπαίνων διὰ τοὺς οὐκ ὀρθῶς μετιόντας ὑπόπτου καθεστῶτος δεινῶς, καὶ κολακείας ἀγεννοῦς, ἀλλʼ οὐ μαρτυρίας ἀληθοῦς τῶν ἀρίστων ἔργων εἶναι νομισθέντος;2 ἢ δῆλον ὅτι τῇ περὶ τὸν ἐπαινούμενον ἀρετῇ πεπιστευκότες ἐπιδώσομεν ἑαυτοὺς θαρροῦντες τοῖς ἐγκωμίοις;
由最早将哲学启示于人类之人所立下的一条古老法则,其内容如下:凡人皆当瞩目于德行与美善,在言辞中、作为中、交往中身体力行,简言之,在人生大小一切事务中全心追求美善。而在一切事物之中德行最为美善,明达之士中有谁会对我们持有异议呢?因此,该法则诫勉那些不愿徒然顶受此名、冒领绝不属于己物之人,应当紧握这德行。这道法则在如此训谕时,并未规定任何单一的言辞形式,亦未如从悲剧机械上宣谕一般,吩咐遭逢者必须奔赴德行而避开邪恶;相反,它允许凡愿仿效其本性之人,循多种途径奔赴此道。盖因无论是善意劝勉、运用劝导性言论、怀抱善意责备过失,还是反过来称赞嘉行并在适宜之时指摘不轨之举,皆为法则所允纳。它亦准许人们(若有此意愿)将其他言辞样式用于最高境界,我以为,它同时命人在一切言语作为上铭记自己将如何为所发之言承担审度,绝不吐露无法归结于德行与哲学的言辞。出自法则的规诫便是这些以及诸如此类的其他规定。 那么我们究竟当作何选择?我们因有阿谀奉承以博欢心之嫌而受阻,赞颂这一门类本身如今又因那些操持不当之人而深遭猜疑,被视为卑劣的谄媚而非对至善之举的真实见证;抑或显而易见,因深信被颂扬者的德行,我们将满怀信心投身于颂词之中?
τίς ἂν οὖν ἡμῖν ἀρχὴ καὶ τάξις τοῦ λόγου γένοιτο καλλίστη; ἢ δῆλον ὡς ἡ τῶν προγόνων ἀρετή, δι’ ἣν ὑπῆρξέ σοι καὶ τὸ τοιούτῳ γενέσθαι;3 τροφῆς δὲ οἶμαι καὶ παιδείας ἑξῆς προσήκει μνησθῆναι, ἥπερ σοι τὸ πλεῖστον εἰς τὴν ὑπάρχουσαν ἀρετὴν συνεισηνέγκατο, ἐφʼ ἅπασι δὲ τούτοις ὥσπερ γνωρίσματα τῶν τῆς ψυχῆς ἀρετῶν τὰς πράξεις διελθεῖν, καὶ τέλος ἐπιτιθέντα τῷ λόγῳ τὰς ἕξεις δηλῶσαι, ὅθεν ὁρμώμενος τὰ κάλλιστα τῶν ἔργων ἔδρασας καὶ ἐβουλεύσω. τούτῳ γὰρ οἶμαι καὶ τῶν ἄλλων πάντων διοίσειν τὸν λόγον. οἱ μὲν γὰρ ἐπὶ τῶν πράξεων ἵστανται, ἀποχρῆν οἰόμενοι πρὸς τὴν τελείαν εὐφημίαν τὸ τούτων μνησθῆναι, ἐγὼ δὲ οἶμαι δεῖν περὶ τῶν ἀρετῶν τὸν πλεῖστον λόγον ποιήσασθαι, ἀφʼ ὧν ὁρμώμενος ἐπὶ τοσοῦτον τῶν κατορθωμάτων ἦλθες. τὰ μὲν γὰρ πλεῖστα τῶν ἔργων, σχεδὸν δὲ πάντα, τύχη καὶ δορυφόροι καὶ στρατιωτῶν φάλαγγες καὶ τάξεις ἱππέων συγκατορθοῦσι, τὰ δὲ τῆς ἀρετῆς ἔργα μόνου τέ ἐστι τοῦ δράσαντος, καὶ ὁ ἐκ τούτων ἔπαινος ἀληθὴς καθεστὼς ἴδιός ἐστι τοῦ κεκτημένου. οὐκοῦν ἐπειδὴ ταῦθʼ ἡμῖν σαφῶς διώρισται, τῶν λόγων ἄρξομαι.
然则对于我们而言,何种言论的端绪与次序方为至善?显而易见,岂非令您得以成就如此之人的先祖之德行?我想,紧接着理当提及您的抚育与教导,正是这些为培育您现有的德行作出了最大的贡献;而在这一切之上,将各项功业作为心灵诸般德行的明证予以铺述,并在为演说作结之际,阐明您决意并践行那些至美功业时所依凭的品格心境。我以为,正是在这一点上,这篇演说将有别于所有其他人的言辞。因为他人皆驻足于功勋,认为提及这些便足以达成圆满的颂扬;我却认为,必须将大部分言辞留给诸般德行,正是以此为发端,您方能取得如此卓绝的建树。盖因大部功勋,抑或几乎全部功勋,皆需仰赖命运、侍卫、步兵方阵与骑兵队列之协力方成;唯有德行之举独属于施行者自身,由此产生的赞誉方为真实,且专属于拥有此德者。因此,既然这些界限已由我们明确厘定,我便将展开这篇演说。
- 4aκαὶ γὰρ παραίνεσιν ἀγαθὴν καὶ λόγων προτρεπτικῶν χρῆσιν
由 καὶ γὰρ 引出的这一连串宾格短语(παραίνεσιν, χρῆσιν, 以及不定式名词化结构 τὸ ... ἐπιπλήττειν 等)缺少显式的限定动词。此处承前省去了前句中的 δίδωσι(准许),或与后句的 ἐφίησι(容许)相呼应,句意上需补足表示“准许/采纳”的谓语动词。
- 4cκολακείας ἀγεννοῦς, ἀλλʼ οὐ μαρτυρίας ἀληθοῦς τῶν ἀρίστων ἔργων εἶναι νομισθέντος
在属格绝对结构(τοῦ γένους ... νομισθέντος)内部,动词 νομίζω 所带的不定式 εἶναι 支配了表示属性或归属的谓语性属格(κολακείας 与 μαρτυρίας),意为“被认为属于卑下的谄媚,而非对至善行为的真实证明”。
- 4dδι’ ἣν ὑπῆρξέ σοι καὶ τὸ τοιούτῳ γενέσθαι
不定式 γενέσθαι 的表语形容词 τοιούτῳ 受到无人称动词 ὑπῆρξε 的间接宾语(与格 σοι)的吸引,发生了格同化(attractio),未采用通常不定式所带的宾格形式(τοιοῦτον),而是与 σοι 一致变为与格。
