- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:36-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞颂皇帝与友人分享皇权并选定共治者的慷慨气度,随后论述皇帝自幼及长所展现的节制美德、对生父的崇敬以及终身厚待友人且从不施加严惩的宽仁,并将其与亚历山大大帝等人作了对比。
τοῦτο καὶ Κῦρόν φασι τὸν Πέρσην γάμβρον ὄντα βασιλέως παρὰ τοῦ κηδεστοῦ παθεῖν ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ,1 καὶ Ἀγησίλαος δὲ δῆλος ἦν ἀχθόμενος τιμωμένῳ παρὰ τοῖς Ἴωσι Λυσάνδρῳ. Τούτους οὖν πάντας ὑπερβαλλόμενος ἀρετῇ, τοῖς πλουτοῦσι μὲν τὸ πλουτεῖν ἀσφαλέστερον ἢ πατὴρ τοῖς αὑτοῦ παισὶ κατέστησας, εὐγενείας δὲ τῆς τῶν ὑπηκόων προνοεῖς καθάπερ ἁπάσης πόλεως οἰκιστὴς καὶ νομοθέτης· καὶ τοῖς ἐκ τῆς τύχης ἀγαθοῖς πολλὰ μὲν προστιθείς, πολλὰ δὲ καὶ αὐτὸς ἐξ ἀρχῆς χαριζόμενος, δῆλος εἶ τῷ μεγέθει μὲν τὰς παρὰ τῶν βασιλέων δωρεὰς ὑπερβαλλόμενος, τῇ βεβαιότητι δὲ τῶν ἅπαξ δοθέντων τὰς παρὰ τῶν δήμων χάριτας ἀποκρυπτόμενος. τοῦτο δὲ οἶμαι καὶ μάλα εἰκότως συμβαίνει. οἱ μὲν γὰρ ἐφʼ οἷς συνίσασιν αὑτοῖς ἀπολειφθεῖσιν ἀγαθοῖς, τοῖς κεκτημένοις βασκαίνουσιν, ὅτῳ δὲ τὰ μὲν ἐκ τῆς τύχης ἐστὶ λαμπρὰ καὶ οἷα οὐδενὶ τῶν ἄλλων, τὰ δὲ ἐκ τῆς προαιρέσεως τῶν ἐκ τῆς τύχης μακρῷ σεμνότερα, οὐκ ἔστιν ὅτου δεόμενος τῷ κεκτημένῳ φθονήσειεν. ὃ δὴ καὶ σαυτῷ μάλιστα πάντων ὑπάρχειν ἐγνωκὼς χαίρεις μὲν ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς, εὐφραίνει δέ σε τὰ τῶν ὑπηκόων κατορθώματα· καὶ τιμὰς ἐπʼ αὐτοῖς τὰς μὲν ἐχαρίσω, τὰς δὲ ἤδη μέλλεις, ὑπὲρ δὲ ἐνίων βουλεύῃ· καὶ οὐκ ἀπόχρη σοι πόλεως μιᾶς οὐδὲ ἔθνους ἑνὸς οὐδὲ πολλῶν ὁμοῦ τοῖς φίλοις ἀρχὰς καὶ τὰς ἐπʼ αὐταῖς τιμὰς διανέμειν· ἀλλʼ εἰ μὴ καὶ βασιλείας ἕλοιο κοινωνόν, ὑπὲρ ἧς τοσοῦτον ὑπομείνας πόνον τὸ τῶν τυράννων γένος ἀνῄρηκας, οὐδὲν ἄξιον τῶν σαυτοῦ κατορθωμάτων ἔργον ὑπέλαβες.2 καὶ ὅτι μὴ χρείᾳ μᾶλλον ἢ τῷ χαίρειν πάντα δωρούμενος ἐπὶ ταύτην ὥρμησας τὴν γνώμην, ἅπασιν οἶμαι γνώριμον γέγονε. τῶν μὲν γὰρ πρὸς τοὺς τυράννους ἀγώνων κοινωνὸν οὐχ εἵλου, τῆς τιμῆς δὲ τὸν οὐ μετασχόντα τῶν πόνων ἠξίωσας μεταλαβεῖν μόνον, ὅτε μηδὲν ἔτι φοβερὸν ἐδόκει. καὶ τῆς μὲν οὐδὲ ἐπʼ ὀλίγον ἀφελὼν δῆλος εἶ, τῶν πόνων δὲ οὐδὲ ἐπὶ σμικρὸν κοινωνεῖν ἀξιοῖς. πλὴν εἴ που δέοι πρὸς ὀλίγον ἑπόμενόν σοι στρατεύεσθαι. πότερον οὖν καὶ περὶ τούτων μαρτύρων τινῶν καὶ τεκμηρίων τῷ λόγῳ προσδεῖ; ἢ δῆλον ἐκ τοῦ λέγοντος, ὅτι μὴ ψευδεῖς ἐπεισάγει λόγους;
据说,波斯人居鲁士虽贵为国王的东床快婿,却也因岳父见民众向居鲁士致敬而心怀不悦,从而遭受了这种境遇;而阿格西劳斯见吕山德在伊奥尼亚人中备受尊崇,亦显然心生不快。 因此,你在美德上超越了所有这些人,你为富足者确立了财富的安全,甚至胜过一位父亲对待自己的亲生子女;你眷顾臣民的高贵出身,犹如整座城邦的奠基者与立法官;你在运势所赋予的善好之上多有增添,且自己从一开始便慷慨赐予,显而易见,你在规模上超越了诸王的赏赐,在已赐之物的稳固上使平民城邦的恩典相形见绌。而我认为,这完全是理所当然的。盖因人们对自己深知欠缺的善好,往往会嫉妒拥有它们的人;然而,凡在运势上所得极为璀璨且为他人所绝无,而在意志抉择上又远比运势所予之物更显崇高者,便断无匮乏任何事物之处,以致去嫉妒拥有者。你深知唯有自己最完全地具备这一品质,因而见他人的善好便心生欣喜,臣民的功成业就令你感到欢悦;你为此等成就已经赐予了某些殊荣,另一些则即将授予,还有一些尚在斟酌之中;并且,你并不满足于仅在一座城邦或一个部族、甚至若干城邦与部族的联合体中,向友人们分发官职与随之而来的尊荣;相反,若非为王权本身选定一位共同统治者——为了这王权,你曾忍受如此巨大的辛劳并荡平了僭主家族——你便认为自己没有做出任何无愧于自身功绩的事业。我认为,众人皆已明了,你之所以迈向这一决意,并非出于匮乏之需,而是出于乐于将一切作为赏赐。盖因在讨伐僭主的征战中,你未曾挑选任何同伴,却让那未曾分担劳苦之人仅在毫无可怕之虞时共享尊荣。显而易见,你对那份尊荣未有丝毫削减,但对于劳苦,你却认为不当让他分担丝毫——除非在某处需要他跟随你进行短暂的征战。那么,对于这些事情,我的演说是否还需要任何见证与确证呢?抑或从说话者自身便已明白昭示,他绝未掺杂虚妄之辞?
ἀλλʼ ὑπὲρ μὲν τούτων οὐδὲν ἔτι πλέον ἄξιον ἐνδιατρίβειν. Σωφροσύνης δὲ ὑπὲρ τῆς σῆς καὶ φρονήσεως καὶ ὅσην εὔνοιαν τοῖς ὑπηκόοις ἐνειργάσω, βραχέα διελθεῖν ἴσως οὐκ ἄτοπον. τίς γάρ σʼ ἀγνοεῖ τῶν ἁπάντων τοσαύτην ἐκ παίδων τῆς ἀρετῆς ταύτης ἐπιμέλειαν ἐσχηκότα, ὅσην οὐδεὶς ἄλλος τῶν ἔμπροσθεν; καὶ τῆς μὲν ἐν παισὶ σωφροσύνης μάρτυς ὁ πατὴρ γέγονεν ἀξιόχρεως, σοὶ τὰ περὶ τὴν ἀρχὴν καὶ τὰ πρὸς τοὺς ἀδελφοὺς διοικεῖν ἐπιτρέψας μόνῳ, ὄντι γε οὐδὲ πρεσβυτάτῳ τῶν ἐκείνου παίδων· τῆς δὲ ἐν ἀνδράσιν ἅπαντες αἰσθανόμεθα, καθάπερ πολίτου τοῖς νόμοις ὑπακούοντος, ἀλλʼ οὐ βασιλέως τῶν νόμων ἄρχοντος, ἀεί σου προσφερομένου τῷ πλήθει καὶ τοῖς ἐν τέλει.3 τίς γάρ σʼ ἔγνω μεῖζον ὑπὸ τῆς εὐτυχίας φρονήσαντα; τίς δὲ ἐπαρθέντα τοῖς κατορθώμασι τοσούτοις καὶ τηλικούτοις ἐν βραχεῖ χρόνῳ γενομένοις; ἀλλὰ τὸν Φιλίππου φασὶν Ἀλέξανδρον, ἐπειδὴ τὴν Περσῶν καθεῖλε δύναμιν, οὐ μόνον τὴν ἄλλην δίαιταν πρὸς ὄγκον μείζονα καὶ λίαν ἐπαχθῆ τοῖς πᾶσιν ὑπεροψίαν μεταβαλεῖν, ἀλλʼ ἤδη καὶ τοῦ φύσαντος ὑπερορᾶν καὶ τῆς ἀνθρωπίνης ἁπάσης φύσεως. ἠξίου γὰρ υἱὸς Ἄμμωνος, ἀλλʼ οὐ Φιλίππου νομίζεσθαι, καὶ τῶν συστρατευσαμένων ὅσοι μὴ κολακεύειν μηδὲ δουλεύειν ἠπίσταντο τῶν ἑαλωκότων πικρότερον ἐκολάζοντο. ἀλλὰ σοῦ γε τῆς εἰς τὸν πατέρα τιμῆς ἆρα ἄξιον ἐνταῦθα μεμνῆσθαι; ὃν οὐκ ἰδίᾳ μόνον σεβόμενος, ἀεὶ δὲ ἐν τοῖς κοινοῖς συλλόγοις διετέλεις ἀνακηρύττων καθάπερ ἀγαθὸν ἥρωα. τῶν φίλων δέ, ἀξιοῖς γὰρ αὐτοὺς οὐκ ἄχρις ὀνόματος μόνον τῆς τιμῆς, πολὺ δὲ πλέον διὰ τῶν πραγμάτων βεβαιοῖς ἐπʼ αὐτῶν τοὔνομα· ἔστιν οὖν ἄρα τις ὁ μεμφόμενος ἀτιμίαν ἢ ζημίαν ἢ βλάβην ἤ τινα μικρὰν ὑπεροψίαν ἢ μείζονα; ἀλλʼ οὐκ ἂν οὐδαμῶς εἰπεῖν ἔχοι τοιοῦτον οὐδέν. τούτων γὰρ οἱ μὲν γηραιοὶ σφόδρα, ταῖς ἀρχαῖς εἰς τὴν εἱμαρμένην τελευτὴν τοῦ βίου παραμείναντες, τὰς ἐπιμελείας τῶν κοινῶν συναπέθεντο τοῖς σώμασι, παισὶν ἢ φίλοις ἤ τισι πρὸς γένους τοὺς κλήρους παραπέμποντες· ἄλλοι δὲ πρὸς τοὺς πόνους καὶ τὰς στρατείας ἀπαγορεύοντες, ἀφέσεως ἐντίμου τυχόντες, ζῶσιν ὄλβιοι· τινὲς δὲ καὶ μετήλλαξαν, εὐδαίμονες παρὰ τοῦ πλήθους εἶναι κρινόμενοι. ὅλως δὲ οὐκ ἔστιν οὐδὲ εἷς, ὃς ἐπειδὴ ταύτης ἠξιώθη τῆς τιμῆς, εἰ καὶ μοχθηρὸς ὕστερον ἐφάνη, τιμωρίας ἔτυχε μικρᾶς ἢ μείζονος· ἤρκεσε δὲ αὐτὸν ἀπηλλάχθαι μόνον καὶ μηδὲν ἐνοχλεῖν ἔτι.4
然而,关于这些事情,实在不值得再多费唇舌。 至于你的节制与审慎,以及你在臣民心中所激发的无尽爱戴,简要述及或许并无不妥。盖因世人之中,谁会不知你自幼便对这一美德怀有前所未有的关注?而对于你在少年时期的节制,你的父亲便是一位无可辩驳的见证人,他唯独将朝政大事与处理兄弟关系的大权托付给你,尽管你甚至并不是他诸子中的长子;至于你在成年时期的节制,我们所有人皆深有体会,因为你面对民众与朝廷重臣时,始终表现得像是一位顺从法律的公民,而非统领法律的君王。有谁见过你因幸运而趾高气扬?又有谁见过你因在短时间内成就如此之多、如此重大的伟业而得意忘形?然而世人皆说,腓力之子亚历山大在摧垮波斯人的势力之后,不仅将日常举止转向更大的奢靡与令举世深感压抑的傲慢,甚至进而鄙弃其生身之父与一切人类本性。盖因他要求被视作阿蒙之子而非腓力之子,而在那些随同出征的将士中,凡不知奉承阿谀、奴颜婢膝之人,受到的惩罚比战俘还要严苛。然而,你在孝敬父亲方面的崇高表现,难道不值得在此提及吗?你不仅在私下里敬奉他,而且在公开集会中始终如赞颂一位崇高英雄般宣扬他。至于你的友人们,既然你使他们配享的尊荣绝不仅止于虚名,反而更多地通过切实行动为他们确立了这一名分——那么,难道有谁曾抱怨过遭受褫夺公权、罚金、损害,或是任何微小或重大的轻慢吗?绝不可能有任何人能说出此类事情。因为在这些人中,那些年迈之人一直坚守官职直至生命命定的终点,在辞世之际才将公共事务的操劳与肉体一同卸下,将世袭产业移交托付给子孙、友人或某些近亲;另一些人因无法承受劳顿与征战,获得了体面的退职,过着富足的生活;还有一些人虽已离世,却被民众公认为享尽福祉。总而言之,绝无任何一人在蒙受此等殊荣之后,哪怕后来显露劣迹,曾遭受微小或重大的惩罚;仅仅将他免除职位、不再令其烦扰众人,便已足够。
- 36ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ
属格分词 ἀχθομένου 在性、数、格上与前置的名词 κηδεστοῦ(岳父)一致,充当表原因的附加状语分词,修饰 παθεῖν,解释岳父对居鲁士产生此种行径的情感缘由。
- 44dἀλλʼ εἰ μὴ καὶ βασιλείας ἕλοιο κοινωνόν ... οὐδὲν ἄξιον τῶν σαυτοῦ κατορθωμάτων ἔργον ὑπέλαβες
这是一种混合条件句结构,条件从句采用希求语气(εἰ ... ἕλοιο),结论从句采用直说语气不定过去时(οὐδὲν ... ὑπέλαβες)。这体现了演说者将皇帝过去的内心思考(“若非挑选共治者,便认为自己未成就相称之事”)以间接引语或主观设想的形式进行叙述。
- 45cτῆς δὲ ἐν ἀνδράσιν ἅπαντες αἰσθανόμεθα, καθάπερ πολίτου τοῖς νόμοις ὑπακούοντος, ἀλλʼ οὐ βασιλέως τῶν νόμων ἄρχοντος, ἀεί σου προσφερομένου τῷ πλήθει καὶ τοῖς ἐν τέλει
句首的冠词 τῆς 指代前文的 σωφροσύνης,作知觉动词 αἰσθανόμεθα 的属格宾语。分词短语 σου προσφερομένου 充当依附于 αἰσθανόμεθα 的补充属格分词(亦可理解为独立属格),而由 καθάπερ 引出的成分均修饰 σου προσφερομένου,用以限定其行为举止的方式。
- 46cἤρκεσε δὲ αὐτὸν ἀπηλλάχθαι μόνον καὶ μηδὲν ἐνοχλεῖν ἔτι
由代词宾格 αὐτόν 与不定式 ἀπηλλάχθαι(完成体)及 ἐνοχλεῖν(现在体)构成的宾格不定式短语,充当无人称动词 ἤρκεσε 的语法主语,意为“仅使他被解职而不再困扰众人便已足够”。
