- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞颂了皇帝迅速而宏伟的海军整备,并将其与薛西斯相提并论;随后历数皇帝向城邦与臣民归还财产和慷慨赏赐的善举,并与往昔暴君对臣民的猜忌和迫害形成鲜明对比。
τῆς παρασκευῆς δὲ αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι; καίτοι Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι, εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ τούτων αὐτῶν οἶμαι τῶν χωρίων, ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον συμβαλεῖν οὐδὲ τοῖς ἔργοις. Τὴν δὲ εἰς τὰ λοιπὰ δαπανήματα μεγαλοπρέπειαν μὴ πολὺ λίαν ἔργον ᾖ φράζειν,1 οὐδὲ ὁπόσα ταῖς πόλεσι πάλαι στερομέναις ἀπεδίδους ἀπαριθμούμενος ἐνοχλήσω τὰ νῦν. πλουτοῦσι μὲν γὰρ ἅπασαι διὰ σὲ ἐπὶ τῶν ἔμπροσθεν ἐνδεεῖς οὖσαι καὶ τῶν ἀναγκαίων, ἐπιδίδωσι δὲ τῶν ἰδίων ἕκαστος οἴκων διὰ τὰς κοινὰς τῶν πόλεων εὐετηρίας. ἀλλὰ τῶν εἰς τοὺς ἰδιώτας ἄξιον δωρεῶν μεμνῆσθαι, ἐλευθέριόν σε καὶ μεγαλόδωρον βασιλέα προσαγορεύοντα, ὃς πολλοῖς μὲν στερομένοις πάλαι τῶν αὑτῶν κτημάτων, τοῦ πατρῴου κλήρου συμφορᾷ περιπεπτωκότος ἐν δίκῃ καὶ παρὰ δίκην, ἐπειδὴ πρῶτον ἐγένου κύριος, τοῖς μὲν καθάπερ δικαστὴς ἀγαθὸς τὰ τῶν ἔμπροσθεν ἁμαρτήματα διορθωσάμενος κυρίους εἶναι τῆς αὑτῶν οὐσίας παρέσχες, τοῖς δὲ2 ἐπιεικὴς κριτὴς γενόμενος ταῦτα μὲν ὧν ἀφῄρηντο3 πάλιν ἐχαρίσω, ἀρκεῖν οἰόμενος τὸ μῆκος τοῦ χρόνου πρὸς τιμωρίαν τοῖς παθοῦσιν· ὅσα δὲ αὐτὸς οἴκοθεν χαριζόμενος πλουσιωτέρους ἀπέφηνας πολλοὺς τῶν πάλαι δοξάντων ἐπὶ τῇ τῶν χρημάτων εὐπορίᾳ σεμνύνεσθαι, τί χρὴ νῦν ὑπομιμνήσκοντα περὶ μικρὰ διατρίβειν δοκεῖν; ἄλλως τε καὶ πᾶσιν ὄντος καταφανοῦς, ὅτι μηδεὶς πώποτε πλὴν Ἀλεξάνδρου τοῦ Φιλίππου τοσαῦτα βασιλεὺς τοῖς αὑτοῦ φίλοις διανέμων ὤφθη. ἀλλὰ τοῖς μὲν ὁ τῶν φίλων πλοῦτος τῆς τῶν πολεμίων ῥώμης ὕποπτος ἐφάνη μᾶλλον καὶ φοβερώτερος, ἄλλοι δὲ τὴν τῶν ἀρχομένων εὐγένειαν ὑπιδόμενοι πάντα τρόπον τοὺς εὖ γεγονότας προπηλακίζοντες ἢ καὶ ἀναιροῦντες ἄρδην τὰς οἰκίας κοινῇ μὲν ταῖς πόλεσι συμφορῶν, ἰδίᾳ δὲ αὑτοῖς ἀνοσίων ἔργων αἰτιώτατοι κατέστησαν. οὐκ ἀπέσχοντο δὲ ἤδη τινὲς τοῖς τοῦ σώματος ἀγαθοῖς, ὑγιείᾳ φημὶ καὶ κάλλει καὶ εὐεξίᾳ, βασκαίνοντες· ψυχῆς τε ἀρετὴν ἔν τινι τῶν πολιτῶν γενομένην οὐδὲ ἀκούειν ὑπέμενον, ἀλλʼ ἦν ἀδίκημα τοῦτο, καθάπερ ἀνδροφονία καὶ κλοπὴ καὶ προδοσία, τὸ δοκεῖν ἀρετῆς μεταποιηθῆναι. καὶ ταῦτα τυχὸν ἀληθῶς οὐ βασιλέων φήσει τις, πονηρῶν δὲ καὶ ἀνελευθέρων τυράννων ἔργα καὶ πράξεις. ἐκεῖνο δὲ ἤδη τὸ πάθος οὐ τῶν ἀνοήτων μόνον, ἀλλά τινων ἐπιεικῶν καὶ πρᾴων ἀνδρῶν ἁψάμενον, τὸ τοῖς φίλοις ἄχθεσθαι πλέον ἔχουσι καὶ πολλάκις ἐλαττοῦν ἐθέλειν καὶ τῶν προσηκόντων αὐτοὺς ἀφαιρεῖσθαι, τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε;4
至于那筹备本身的壮丽与开支的浩大,又怎能不令所有人震惊?然而我听闻,那唤起整个亚洲进犯希腊人的薛西斯,为那场战争整备了不下十年之久,随后从我所认为正是你自己用不到十个月便造船建军的同一地域,率领了一千二百艘三列桨座战船,而你在战舰数量上甚至超越了他;至于在气运与事功上,更完全不屑与他相提并论。 为了不使述说你在其余开销上的宏伟气度成为过于繁复之事,我暂且不一一枚举你归还给那些久遭剥夺的城邦的事物来烦扰你。盖因昔日连必需品都匮乏的一切城邦,如今因你而皆臻富庶,各家私产亦因城邦普遍的繁荣而日益增长。然而,提及对平民个人的赏赐则是恰当的,这使人称你为一位宽宏而慷慨的皇帝;对于许多久已失去自身产业、其祖传遗产或依律或不公地陷入厄运的人们,一旦你成为主宰,你便如同一位良善的法官纠正前人的过失,准许其中一部分人重新掌握自己的财产;而对另一部分人,你则化身为宽仁的裁判者,将他们被剥夺之物重新赐还,认为岁月的漫长对于受难者而言已足以作为惩罚。至于你亲自从私库赏赐、使许多人比往昔那些因财力雄厚而自命不凡者更为富有的诸多事迹,如今又何必借着提及它们而显得在琐事上消磨时光呢?尤其是众所周知,除腓力之子亚历山大之外,从未见有任何一位帝王向自己的友人分赐如此丰厚的财物。然而对某些统治者而言,友人的财富反而比敌人的强盛显得更可疑且更可怕;另一些人则嫉视臣民的高贵出身,千方百计地凌辱显贵,甚至将他们的门第彻底荡除,从而成为城邦公共灾祸以及自身不义罪行的最大罪魁祸首。更有甚者,某些人竟连嫉妒肉体的优点——我是指健康、美貌与健壮——也不加克制;而若是某位公民在灵魂上具备了美德,他们甚至无法忍受听闻此事,以致显露追求美德之意本身便成了一种罪行,犹如杀人、盗窃与叛国一般。或许有人会确切地说,这些并非真正帝王的作为,而是邪恶卑劣的僭主的行径。然而,那种不仅纠缠愚夫、甚至亦曾沾染某些宽仁温厚之士的情感——即见友人所得更多便心生恼恨,屡屡企图削弱他们并剥夺其应得之物——在你的治下,又有谁曾敢提及半分呢?
- 42dμὴ πολὺ λίαν ἔργον ᾖ φράζειν
带有虚拟式 ᾖ 的 μή 从句表达一种审慎的目的(“为了不使叙述……成为过于繁复之事”),作为后文主句 οὐδὲ ... ἐνοχλήσω(“我不以枚举……来烦扰您”)的动机与缘由。虽然理论上可将其视为独立的推测性虚拟式(“或许叙述……会成为过于繁重之事”),但在上下文语流中作状语从句理解最为连贯自然。
- 43aὃς πολλοῖς μὲν ... τοῖς μὲν ... τοῖς δὲ ...
紧随关系代词 ὃς 之后的宏大句式结构。句首的 πολλοῖς μέν 作为上位对照项,与后文的 ὅσα δὲ αὐτὸς οἴκοθεν χαριζόμενος 相对;而在 πολλοῖς 内部,又进一步细分为 τοῖς μὲν ... παρέσχες 与 τοῖς δὲ ... ἐχαρίσω 这两层下位对照,分别对应经由司法纠偏而物归原主者与蒙受皇恩宽赦而获还被夺之物者。
- 43bταῦτα μὲν ὧν ἀφῄρηντο
关系代词 ὧν 作表剥夺的属格,受被动态动词 ἀφῄρηντο 支配(动词 ἀφαιρέω 在被动态中常支配表剥夺的属格);先行词 ταῦτα 则是主句动词 ἐχαρίσω 的宾格直接宾语,整句意为“把他们被夺走的那些东西重新赐还”。
- 44aἐκεῖνο δὲ ἤδη τὸ πάθος ... τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε;
倒装与前置宾语结构(hyperbaton)。句首的宾格短语 ἐκεῖνο δὲ ἤδη τὸ πάθος(由后文冠词不定式短语 τὸ τοῖς φίλοις ἄχθεσθαι 作同位语阐释)作为句末不定词 λέγειν 的宾语被大幅前置,核心疑问结构为 τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε;(“关于您,又有谁敢提及那种情感呢?”)。
