← 朱利安

君士坦提乌斯颂

§38-39

军事审慎与平叛后的宽仁处置

演说者赞颂了皇帝卓越的节制与审慎,重点阐述其在外战与平乱中的智谋,以及在处置叛乱者时免除连坐、施予宽仁的高尚美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

Ἐν δὲ τούτοις ἅπασιν ὢν καὶ γεγονὼς τοιοῦτος ἐξ ἀρχῆς ἡδονῆς ἁπάσης, ᾗ πρόσεστιν ὄνειδος καὶ μικρόν, καθαρὰν τὴν ψυχὴν διεφύλαξας. μόνον δὲ οἶμαι σὲ τῶν πρόσθεν αὐτοκρατόρων, σχεδὸν δὲ πλὴν σφόδρα ὀλίγων καὶ πάντων ἀνθρώπων οὐκ ἀνδράσι μόνον παράδειγμα πρὸς σωφροσύνην παρασχεῖν κάλλιστον, καὶ γυναιξὶ δὲ τῆς πρὸς τοὺς ἄνδρας κοινωνίας. ὅσα γὰρ ἐκείναις ἀπαγορεύουσιν οἱ νόμοι τοῦ γνησίους φύεσθαι τοὺς παῖδας ἐπιμελόμενοι,1 ταῦτα ὁ λόγος ἀπαγορεύει ταῖς ἐπιθυμίαις παρὰ σοί. ἀλλʼ ὑπὲρ μὲν τούτων ἔχων ἔτι πλείονα λέγειν ἀφίημι. Τῆς φρονήσεως δὲ ἄξιον μὲν ἔπαινον διελθεῖν οὐδαμῶς εὐχερές, μικρὰ δὲ ὅμως καὶ ὑπὲρ ταύτης ῥητέον. ἔστι δὲ τὰ μὲν ἔργα τῶν λόγων οἶμαι πιστότερα. οὐ γάρ ἐστιν εἰκὸς τοσαύτην ἀρχὴν καὶ δύναμιν μὴ παρὰ τῆς ἴσης διοικουμένην καὶ κρατουμένην φρονήσεως πρὸς τοσοῦτον μέγεθος ἀφικέσθαι καὶ κάλλος πράξεων· ἀγαπητὸν δέ, εἰ καὶ τῇ τύχῃ μόνον δίχα φρονήσεως ἐπιτρεπομένη ἐπὶ πολὺ μένει. ἀνθῆσαι μὲν γὰρ τῇ τύχῃ προσσχόντα πρὸς βραχὺ ῥᾴδιον, διαφυλάξαι δὲ τὰ δοθέντα ἀγαθὰ δίχα φρονήσεως οὐ λίαν εὔκολον, μᾶλλον δὲ ἀδύνατον ἴσως. ὅλως δὲ εἰ χρὴ καὶ περὶ τούτων ἐναργὲς φράζειν τεκμήριον, πολλῶν καὶ γνωρίμων οὐκ ἀπορήσομεν. τὴν γὰρ εὐβουλίαν ὑπολαμβάνομεν τῶν περὶ τὰς πράξεις ἀγαθῶν καὶ συμφερόντων ἐξευρίσκειν τὰ κράτιστα. σκοπεῖν οὖν ἄξιον ἐφʼ ἁπάντων ἁπλῶς, εἰ μὴ τοῦθʼ ἕν ἐστι τῶν σοι πραχθέντων. οὐκοῦν ὅπου μὲν ἦν ὁμονοίας χρεία, ἔχαιρες ἐλαττούμενος, ὅπου δὲ τοῖς κοινοῖς ἐχρῆν βοηθεῖν, τὸν πόλεμον ἀνείλου προθυμότατα. καὶ Περσῶν μὲν τὴν δύναμιν καταστρατηγήσας οὐδένα τῶν ὁπλιτῶν ἀποβαλὼν διέφθειρας, τὸν πρὸς τοὺς τυράννους δὲ πόλεμον διελὼν τοῦ μὲν ἐκράτησας ταῖς δημηγορίαις, καὶ τὴν μετʼ ἐκείνου δύναμιν ἀκέραιον καὶ κακῶν ἀπαθῆ προσλαβὼν κατεπολέμησας μᾶλλον διὰ τῆς συνέσεως ἢ διὰ τῆς ῥώμης τὸν τοσούτων τοῖς κοινοῖς αἴτιον συμφορῶν.

身处这一切境遇之中,且从一开始便是这样的人,你使自己的灵魂保持纯洁,远离哪怕带有一丝耻辱的任何享乐。我认为,在以往的君王中唯有你,在除去极少数人的几乎全人类中也唯有你,不仅为男子树立了节制的最美好典范,亦为女子与丈夫的结合树立了楷模。盖因法律出于对使子女合法出生的关切而向女子所禁止的一切,在你的内心,理性也向欲望予以禁止。然而,关于这些事情,我虽有更多的话可说,却暂且搁置。 要对你的审慎予以恰如其分的称颂绝非易事,然而关于此点仍须简短述及。我想,事实比言辞更为可靠。盖因若非由同等的审慎来治理和维系,如此广袤的帝国与强盛的势力,是不可能达到如此宏大的规模与功业的壮美的;若仅凭运势而无审慎托付其上,能够长久维系就已谢天谢地了。盖因依凭运势而短暂繁荣是容易的,但若无审慎而欲保全所获之善好却绝非易事,甚至或许是不可能的。总而言之,若必须对此提出确凿的证据,我们绝不乏众多广为人知的佐证。因为我们认为,善谋就是从有关行动的善好与有益之事中寻得最优之策。因此,直截了当地在一切事情上考察,你的所作所为中是否有哪怕一件不符合这一标准,是十分值得的。在需要和睦之处,你甘愿退让;而在需要救助公众利益之处,你极其奋勇地承担战争。你以智谋挫败波斯人的势力,未折损一名重装步兵便将其歼灭;而在分化针对僭主们的战争时,你凭借公开演说制服了其中一人,使他统领的军队完好无损且未遭灾祸地归附于你,依靠智慧而非武力荡平了那个给国家带来如此众多灾难的元凶。

§39

βούλομαι δὲ σαφέστερον περὶ τούτων εἰπὼν ἅπασι δεῖξαι, τίνι μάλιστα πιστεύσας τοσούτοις σαυτὸν ἐπιδοὺς πράγμασιν οὐδενὸς ὅλως διήμαρτες. εὔνοιαν οἴει δεῖν παρὰ τῶν ὑπηκόων ὑπάρχειν τῷ βασιλεύοντι ἐρυμάτων ἀσφαλέστατον. ταύτην δὲ ἐπιτάττοντα μὲν καὶ κελεύοντα καθάπερ εἰσφορὰς καὶ φόρους κτήσασθαι παντελῶς ἄλογον. λείπεται δὴ λοιπόν, καθάπερ αὐτὸς ὥρμηκας, τὸ πάντας εὖ ποιεῖν καὶ μιμεῖσθαι τὴν θείαν ἐν ἀνθρώποις φύσιν· πρᾴως μὲν ἔχειν πρὸς ὀργήν, τῶν τιμωριῶν δὲ ἀφαιρεῖσθαι τὰς χαλεπότητας, πταίσασι δὲ οἶμαι τοῖς ἐχθροῖς ἐπιεικῶς καὶ εὐγνωμόνως προσφέρεσθαι. ταῦτα πράττων, ταῦτα θαυμάζων, ταῦτα τοῖς ἄλλοις προστάττων μιμεῖσθαι τὴν Ῥώμην μέν, ἔτι τοῦ τυράννου κρατοῦντος τῆς Ἰταλίας, διὰ τῆς γερουσίας εἰς Παιονίαν μετέστησας, προθύμους δὲ εἶχες τὰς πόλεις πρὸς τὰς λειτουργίας. Τῶν στρατευμάτων δὲ τὴν εὔνοιαν τίς ἂν ἀξίως διηγήσαιτο; τάξις μὲν ἱππέων πρὸ τῆς ἐν τῇ Μύρσῃ παρατάξεως μεθειστήκει, ἐπεὶ δὲ τῆς Ἰταλίας ἐκράτησας, πεζῶν κατάλογοι καὶ τέλη λαμπρά. ἀλλὰ τὸ μικρὸν μετὰ τὴν τοῦ τυράννου δυστυχῆ τελευτὴν ἐν Γαλατίᾳ γενόμενον κοινὴν ἁπάντων ἔδειξε στρατοπέδων τὴν εὔνοιαν, τὸν θρασυνόμενον καθάπερ ἐπʼ ἐρημίας καὶ τὴν γυναικείαν ἁλουργίδα περιβαλόμενον ὥσπερ τινὰ λύκον ἐξαίφνης διασπασαμένων.2 ὅστις δὲ ἐπὶ ταύτῃ γέγονας τῇ πράξει,3 καὶ ὅπως πρᾴως ἅπασι καὶ φιλανθρώπως τοῖς ἐκείνου γνωρίμοις προσηνέχθης, ὅσοι μηδὲν ἠλέγχοντο ἐκείνῳ συμπράξαντες, πολλῶν ἐφεστηκότων τῇ κατηγορίᾳ συκοφαντῶν, καὶ τὴν πρὸς ἐκεῖνον φιλίαν ὑποπτεύειν μόνον κελευόντων, ἐγὼ μὲν ἁπάσης ἀρετῆς τίθεμαι τοῦτο κεφάλαιον. καὶ γὰρ ἐπιεικῶς καὶ δικαίως φημὶ καὶ πολὺ πλέον ἐμφρόνως πεπράχθαι. ὅστις δὲ ἄλλως ἡγεῖται καὶ τῆς περὶ τοῦ πράγματος ἀληθοῦς ὑπολήψεως καὶ τῆς σῆς γνώμης διήμαρτε. τοὺς μὲν γὰρ οὐκ ἐλεγχθέντας δίκαιον ἦν, ὡς εἰκός, σώζεσθαι, ὑπόπτους δὲ τὰς φιλίας καὶ διὰ τοῦτο φευκτὰς οὐδαμῶς ᾤου δεῖν κατασκευάζειν, ὑπὸ τῆς τῶν ὑπηκόων εὐνοίας ἐς τοῦτο μεγέθους ἀρθεὶς καὶ πράξεων. ἀλλὰ καὶ τὸν παῖδα τοῦ τετολμηκότος νήπιον κομιδῇ τῆς πατρῴας οὐδὲν εἴασας μετασχεῖν ζημίας. οὕτω σοι πρὸς ἐπιείκειαν ἡ πρᾶξις ῥέπουσα τελείας ἀρετῆς ὑπάρχει γνώρισμα.

我想通过更清晰地阐述这些事情,向所有人表明,你在投身如此重大的事业时究竟最信任什么,以致全然未曾失误。你认为臣民的爱戴对于统治者而言乃是最为稳固的壁垒。然而,若像征集捐税那样依靠发号施令来获取这种爱戴,则是完全荒谬的。因此,正如你所决意践行的,剩下的唯有普施恩德,在人间效法神圣的本性:对愤怒保持温和,免除刑罚的残酷,并对受挫的敌人报以宽厚与仁慈。你践行这些原则,崇尚这些原则,并命他人效法这些原则,在僭主仍统治意大利之际,你通过元老院将罗马转移至培奥尼亚,并使各城邦热心承担公共劳役。 谁又能恰如其分地叙述军队的爱戴呢?在穆尔萨战役之前,一支骑兵部队便已倒戈;当你掌控意大利时,步兵部队与显赫的军团亦纷纷归附。而在僭主可悲地殒命不久后发生于高卢的事件,更显明了全体军营共同的爱戴:士兵们猝然将那自视如同身处荒野般狂妄、身披妇人紫袍的人,犹如撕碎恶狼一般扯成了碎片。面对这一举动,你表现出了何等的风范,对于那人的所有故旧——凡未被证实曾与之同谋者——你又是何等温和仁爱地对待他们!尽管有许多诬告者立于指控席前,要求仅仅根据与那人的友谊便加以怀疑,〔你却依然如此,〕我将此举视作一切美德的至高冠冕。因为我断言,此事的处置不仅宽厚与公正,更远为审慎。凡持不同见解者,既偏离了对事实的真正理解,亦误解了你的心意。盖因未被证实有罪者理应获救,这是合乎情理的,而你因臣民的爱戴被提升至如此崇高的地位与功业,绝不认为应当使友谊受到猜疑并因此成为受人规避之物。不仅如此,对于那铤而走险者的幼子,一个完全懵懂的婴孩,你未让他分担丝毫父辈的惩罚。你这种偏向宽仁的举动,正展现了完美美德的标志。

语法注3 条
  1. 47aτοῦ γνησίους φύεσθαι τοὺς παῖδας ἐπιμελόμενοι

    带有属格定冠词 τοῦ 的不定式短语作分词 ἐπιμελόμενοι 的支配宾语(属格)。动词 ἐπιμελέομαι 通常支配属格,意为“关照某事”。宾格 τοὺς παῖδας 为不定式 φύεσθαι 的逻辑主语,γνησίους 则为其谓词性形容词。

  2. 48cδιασπασαμένων

    此处为省略了显式名词主语的独立属格。其逻辑主语(士兵们)可由前文提及的“全体军营”(στρατοπέδων)之语境自然补出。

  3. 48cὅστις δὲ ἐπὶ ταύτῃ γέγονας τῇ πράξει

    间接疑问从句(ὅστις ... γέγονας ... καὶ ὅπως ... προσηνέχθης)置于句首作为前置结构,随后在主句中由指示代词 τοῦτο(ἐγὼ μὲν ἁπάσης ἀρετῆς τίθεμαι τοῦτο κεφάλαιον)进行总括和承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:38-39