- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:33-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了因篇幅所限不得不略过的皇帝远征及港口、城建等外在功业,进而颂扬贯穿其中的美德,尤其是其对待父兄的虔敬与节制,以及为将罗马从蛮族篡位者手中解救出来而奋起前驱的崇高动机。
Ἐμοὶ δὲ ποθοῦντι μὲν ἐπεξελθεῖν ἅπασι τοῖς σοι πραχθεῖσιν, ἀπολειπομένῳ δὲ συγγνώμην εἰκότως, ὦ μέγιστε βασιλεῦ, παρέξεις, εἰ μήτε τῶν ἀποστόλων τῶν ἐπὶ Καρχηδόνα μνημονεύοιμι1 ἀπό τε Αἰγύπτου παρασκευασθέντων καὶ ἐξ Ἰταλίας ἐπʼ αὐτὴν πλευσάντων, μήτε ὡς τῶν Πυρηναίων ὀρῶν ἐκράτησας ναυσὶν ἐκπέμψας ἐπʼ αὐτὰ στράτευμα, μήτε τῶν ἔναγχός σοι πολλάκις πρὸς τοὺς βαρβάρους πραχθέντων, μήτʼ εἴ τι τοιοῦτον ἕτερον τῶν πάλαι γεγονὸς λέληθε τοὺς πολλούς. ἐπεὶ καὶ τὴν Ἀντιόχου πόλιν ἑαυτὴν σοῦ ἐπώνυμον ἐπονομάζουσαν ἀκούω πολλάκις. ἔστι μὲν γὰρ διὰ τὸν κτίσαντα, πλουτεῖ δὲ ἤδη καὶ πρὸς ἅπασαν εὐπορίαν ἐπιδέδωκε διὰ σὲ λιμένας εὐόρμους τοῖς καταίρουσι παρασχόντα· τέως δὲ οὐδὲ παραπλεῖν ἀσφαλὲς οὐδὲ ἀκίνδυνον ἐδόκει· οὕτως ἦν πάντα σκοπέλων τινῶν καὶ πετρῶν ὑφάλων ἀνάπλεα τῆς θαλάσσης τῆσδε πρὸς ταῖς ᾐόσι. στοὰς δὲ καὶ κρήνας καὶ ὅσα τοιαῦτα παρὰ τῶν ὑπάρχων διὰ σὲ γέγονεν οὐδὲ ὀνομάζειν ἄξιον. ὁπόσα δὲ τῇ πατρῴᾳ πόλει προστέθεικας, τεῖχος μὲν αὐτῇ κύκλῳ περιβαλὼν ἀρξάμενον τότε, τὰ δοκοῦντα δὲ οὐκ ἀσφαλῶς ἔχειν τῶν οἰκοδομημάτων εἰς ἀθάνατον ἀσφάλειαν κατατιθείς, τίς ἂν ἀπαριθμήσαιτο; ἐπιλείψει με τούτων ἕκαστον ὁ χρόνος διηγούμενον.
至于我,虽渴望穷述您的所有功业,却因力有不逮,最伟大的皇帝陛下,若我既未提及从埃及整备并自意大利驶向迦太基的舰队远征,亦未提及您如何通过海路遣军攻克比利牛斯山脉,亦未提及您近日多次对蛮族取得的胜绩,或是往昔发生的、鲜为大众所知的任何其他类似功业,您理所当然会赐予我宽恕。事实上,我常听说安条克城以您的名字自称;因为该城虽因其缔造者而存在,如今却因您为靠泊者建造了避风良港而繁荣昌盛、达致完备的富庶;而此前,因这片海域的沿岸布满暗礁和水下危石,人们甚至认为驶经此处既不安全亦非无险。至于诸位总督因您之故建造的柱廊、喷泉及诸如此类之物,甚至不值一一枚举;而您为您先祖之城增添的诸多设施——以当时破土的城垣环绕该城,并将那些看似不稳固的建筑奠定于永恒的坚固之上——又有谁能悉数道尽?若要逐一叙述这些,时间于我绝不敷用。
Σκοπεῖν δὲ ὑπὲρ ἁπάντων ἄξιον ἤδη τῶν ῥηθέντων, εἰ μετὰ ἀρετῆς καὶ τῆς βελτίστης ἕξεως ἅπαντα γέγονε· τούτῳ γὰρ ἤδη καὶ τῶν λόγων ἀρχόμενος μάλιστα προσέχειν τὸν νοῦν ἠξίουν. οὐκοῦν τῷ πατρὶ μὲν εὐσεβῶς καὶ φιλανθρώπως ὅπως προσηνέχθης, ὁμονοῶν δὲ πρὸς τοὺς ἀδελφοὺς διετέλεσας τὸν ἅπαντα χρόνον, ἀρχόμενος μὲν προθύμως, συνάρχων δὲ ἐκείνοις σωφρόνως, πάλαι τε εἴρηται καὶ νῦν ἀξιούσθω μνήμης. τοῦτο δὲ ὅστις μικρᾶς ἀρετῆς ἔργον ὑπέλαβεν Ἀλέξανδρον τὸν Φιλίππου καὶ Κῦρον τὸν Καμβύσου σκοπῶν ἐπαινείτω. ὁ μὲν γὰρ μειράκιον ἔτι κομιδῇ νέον δῆλος ἦν τοῦ πατρὸς οὐκ ἀνεξόμενος ἄρχοντος, ὁ δὲ ἀφείλετο τὴν ἀρχὴν τὸν πάππον.2 καὶ ταῦτα οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅστις οὐκ οἴεταί σε, μηδὲν ἐκείνων μεγαλοψυχίᾳ καὶ τῇ πρὸς τὰ καλὰ φιλοτιμίᾳ λειπόμενον, οὕτως ἐγκρατῶς καὶ σωφρόνως τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς προσενηνέχθαι. παρασχούσης γὰρ τῆς τύχης τὸν καιρὸν, ἐν ᾧ τῆς ἁπάντων ἡγεμονίας ἐχρῆν μεταποιηθῆναι, πρῶτος ὡρμήθης, πολλῶν ἀπαγορευόντων καὶ πρὸς τἀναντία ξυμπείθειν ἐπιχειρούντων· ῥᾷστα δὲ καὶ πρὸς ἀσφάλειαν τὸν ἐν χερσὶ πόλεμον διοικησάμενος ἐλευθεροῦν ἔγνως τῆς ἀρχῆς τὰ κατειλημμένα, δικαιοτάτην μὲν καὶ οἵαν οὔπω πρόσθεν ἔλαβε πρόφασιν πόλεμος τῆς πρὸς ἐκείνους ἔχθρας τιθέμενος. οὐδὲ γὰρ ἐμφύλιον ἄξιον προσαγορεύειν τὸν πόλεμον, οὗ βάρβαρος ἦν ἡγεμὼν ἑαυτὸν ἀναγορεύσας βασιλέα καὶ χειροτονήσας στρατηγόν. τῶν ἀδικημάτων δὲ τῶν ἐκείνου καὶ ὧν ἔδρασεν εἰς οἰκίαν τὴν σὴν οὐχ ἡδύ μοι πολλάκις μεμνῆσθαι. ἀνδρειοτέραν δὲ τῆσδε τῆς πράξεως τίς ἂν εἰπεῖν ἔχοι; ἐφʼ ἧς δῆλος μὲν ἦν ἀποτυχόντι τῶν ἔργων ὁ κίνδυνος· ὑπέμενες δὲ οὐδὲν κέρδους χάριν οὐδὲ κλέος ἀείμνηστον ἀντωνούμενος, ὑπὲρ οὗ καὶ ἀποθνήσκειν ἄνδρες ἀγαθοὶ πολλάκις τολμῶσιν, οἷον πρὸς ἀργύριον τὴν δόξαν τὰς ψυχὰς ἀποδιδόμενοι, οὐδὲ μὴν δι’ ἐπιθυμίαν ἀρχῆς μείζονος καὶ λαμπροτέρας, ὅτι μηδὲ νέῳ σοι τούτων ἐπιθυμῆσαι συνέβη, ἀλλʼ αὐτὸ τὸ καλὸν στέργων τῆς πράξεως πάντα ὑπομένειν ᾤου δεῖν πρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα καὶ νόμων κύριον καὶ πολιτείας καθεστῶτα καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις.3
然而,对于前述的一切功业,如今理应审视它们是否皆伴随美德与最佳心境而成就;因为在开篇之时,我便认为最应关注此点。因此,您对待父亲何其虔敬仁厚,对待兄弟终始一贯和睦共处,为人臣属时勤勉顺服,与其共治时谦逊节制,凡此种种早已言之在先,如今更当铭记于心。若有人将此视为渺小之德,便请他端详腓力之子亚历山大与冈比西斯之子居鲁士而赞美〔此举〕吧:盖因前者尚在弱冠之年便公然难耐其父为王,而后者则夺取了其亲祖父的统治权。况且世间绝无愚钝至极之人,会不认为您在气度之恢宏与追求令名之热忱上丝毫不逊于彼等人,却能如此克己自律、节制有度地对待其父与兄弟。盖因当命运赐予理应执掌天下霸权的时机之际,尽管众人劝阻并竭力诱导您反向而行,您却率先奋然前驱;在极易且稳妥地处置了眼前的战事之后,您决意光复帝国被占之疆土,并为此树立起一场战争前所未有的至公名义,作为对彼辈怀抱敌意之由。盖因那场由自封为帝、自任统帅的蛮族为主谋的战事,绝不配被称为内战。至于他的种种罪孽及其对您皇室所犯下的暴行,我不愿屡屡提及。然而,又有谁能道出比此举更为英勇的事迹呢?在此事中,一旦功败垂成,灭顶之险昭然若揭;但您忍受一切既非为了利益,亦非为了换取不朽的声名——善士往往为之敢于赴死,犹如以性命换取银两般为荣耀献身——更非出于对更辽阔、更显赫权柄的觊觎,盖因年轻的您从未生此贪念;您乃是纯然热爱这一事功的崇高本身,认为宁可忍受一切,亦绝不能眼见一个蛮族统治罗马人、凌驾于法律与国制之上,更不能眼见一个背负如此众多渎圣罪孽与血债之徒为国家社稷主持祈祷。
- 33εἰ μήτε τῶν ἀποστόλων τῶν ἐπὶ Καρχηδόνα μνημονεύοιμι
主句谓语动词为将来直陈式(παρέξεις),而条件从句则使用了祈愿式(μνημονεύοιμι)。这不同于常规的开放性将来条件句(ἐάν搭配虚拟式),而是作为委婉、谦逊的用法,委婉地假设演说者可能在演说中略过这些议题。
- 41cἀφείλετο τὴν ἀρχὴν τὸν πάππον
动词 ἀφαιρέομαι(剥夺、夺取)在此支配双重宾格,分别表示人(τὸν πάππον)与事物(τὴν ἀρχήν),意为“夺取了他祖父的统治权”。
- 42bπρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα καὶ νόμων κύριον καὶ πολιτείας καθεστῶτα καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις
此为 πρὶν 搭配不定式(ἰδεῖν)的句式。不定式的宾语是置于前部的 βάρβαρον,其后并列连接数个作宾语补足成分的谓语性分词与补足语(βασιλεύοντα, κύριον, καθεστῶτα, ποιούμενον)。而句末带冠词的短语 τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις 则通过超距倒装(hyperbaton),作为同位语修饰远隔在前的 βάρβαρον。
