- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:31-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在穆尔萨大捷后施以宽宥的皇帝于战后次年进军意大利,出其不意地突破险隘山口,粉碎了沉溺享乐的僭主守军;僭主败退高卢后变本加厉行暴虐之事,最终被逼自戕伏诛。
Ἡμεῖς δὲ ἐπειδὴ τὸν πρῶτον πόλεμον διεληλύθαμεν, ληγούσης ἤδη τῆς ὀπώρας, ἆρ’ ἐνταῦθα τὴν διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος ἀποδοῦναι τῶν ἔργων τοῖς ποθοῦσιν ἄξιον; ἐπέλαβε μὲν ὁ χειμὼν καὶ παρέσχε διαφυγεῖν τὴν τιμωρίαν τὸν τύραννον. κηρύγματα δὲ ἦν λαμπρὰ καὶ βασιλικῆς ἄξια μεγαλοψυχίας· ἄδεια δὲ πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ τυράννου, πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει· ἀπελάμβανον τὰς οἰκίας ἅπαντες καὶ τὰ χρήματα καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων αὐτοῖς ἐλπίζοντες. ὑπεδέχου τὸ ναυτικὸν ἐκ τῆς Ἰταλίας ἐπανερχόμενον, πολλοὺς ἐκεῖθεν πολίτας κατάγον φεύγοντας οἶμαι τὴν τῶν τυράννων ὠμότητα. ἐπεὶ δὲ ὁ καιρὸς ἐκάλει στρατεύεσθαι, πάλιν ἐφειστήκεις δεινὸς τῷ τυράννῳ. ὁ δὲ προυβάλλετο τὰς Ἰταλῶν δυσχωρίας, καὶ τοῖς ὄρεσι τοῖς ἐκεῖ καθάπερ θηρίον ἐναποκρύψας τὰς δυνάμεις αὐτὸς οὐδὲ ὑπαίθριος ἐτόλμα στρατεύειν. ἀναλαβὼν δὲ αὑτὸν εἰς τὴν πλησίον πόλιν τρυφῶσαν καὶ πολυτελῆ, ἐν πανηγύρεσι καὶ τρυφαῖς ἔτριβε τὸν χρόνον, ἀρκέσειν μὲν αὑτῷ πρὸς σωτηρίαν τῶν ὀρῶν τὴν δυσχωρίαν μόνον οἰόμενος. ἀκόλαστος δὲ ὢν φύσει κερδαίνειν ᾤετο τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἐν τοσούτοις κακοῖς, δῆλός τε ἦν λίαν πεπιστευκὼς ἀσφαλῶς αὐτῷ τὰ παρόντα ἔχειν, ἀποτειχιζομένης ἐν κύκλῳ τῆς Ἰταλίας τοῖς ὄρεσι, πλὴν ὅσον ἐξ ἡμισείας ἡ θάλασσα τεναγώδης οὖσα καὶ τοῖς Αἰγυπτίων ἕλεσιν ἐμφερὴς ἄβατον καὶ νηίτῃ στρατῷ πολεμίων ἀνδρῶν καθίστησιν. ἀλλʼ ἔοικεν οὐδὲ ἓν ἡ φύσις πρὸς ἀνδρὸς ἀρετὴν καὶ σωφροσύνην τοῖς ἀκολάστοις καὶ δειλοῖς ἔρυμα μηχανήσασθαι, πάντα ὑποχωρεῖν φρονήσει μετὰ ἀνδρείας ἐπιούσῃ παρασκευάζουσα· πάλαι τε ἡμῖν ἐξηῦρε τὰς τέχνας, δι’ ὧν εἰς εὐπορίαν τῶν τέως δοξάντων ἀπόρων κατέστημεν, καὶ ἐπὶ τῶν καθʼ ἕκαστον ἔργων τὸ πολλοῖς ἀδύνατον εἶναι φαινόμενον ἐπιτελούμενον πρὸς ἀνδρὸς σώφρονος. ὃ δὴ καὶ τότε τοῖς ἔργοις, ὦ βασιλεῦ, δείξας εἰκότως ἂν ἀποδέχοιο τοὺς ἐπʼ αὐτῷ λόγους.
既然我们已经叙述了在深秋时节落幕的第一场战役,难道要在此再次中断叙事吗?抑或无论如何,将功业的完满结局交代给那些渴望知晓的人,才是理所应当的?冬季确实降临,并使僭主得以苟延残喘、逃脱惩处。然而,您颁布的昭告何其辉煌,无愧于帝王之宽宏:除了参与其罪恶屠杀者外,凡曾追随僭主之人皆获大赦;那些甚至绝望于无法再见至亲至爱之人,全都收复了家宅、财产与故土。您接纳了自意大利返航的舰队,它自彼处载回了众多臣民,我想他们皆是为躲避僭主们的残暴而逃亡的。当时机再次召唤出征时,您再度以威严之势逼临僭主。而他却以意大利的险隘地形作为屏障,将兵力如同野兽般匿藏于当地的群山之中,自己甚至不敢露宿野外领军作战。他反而退缩至近旁一座奢华浮靡的城邑,在盛会与逸乐中虚掷光阴,以为单凭山峦之险峻便足以保全己身。他生性放荡,竟以为在如此灾祸关头放纵欲望乃是赚得的便宜,而且显然过分确信自己的处境安如泰山——因为意大利被山脉环抱封闭,唯有一半因海水浅滩密布、宛如埃及沼泽,使得敌军舟师亦无法涉足进犯。然而,自然似乎从未为放荡与怯懦之徒构筑过任何能够抗衡勇武与节制之士的堡垒,反而注定万物皆须向伴随英勇而挺进的明智退让;自古以来,自然便为我们指明了各种技艺,借助它们,我们得以令往昔看似不可逾越的困境转为坦途,而在每一项具体事功中,在众人看来绝无可能之事,皆由节制之士得以成就。皇帝陛下,您当时以实际行动昭示了这一点,自然有资格领受针对此举的颂扬之词。
Ἐστράτευες μὲν γὰρ αὐτὸς ὑπαίθριος, καὶ ταῦτα πλησίον παρούσης πόλεως οὐ φαύλης, τοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν·1 ἄτραπον μὲν ἐξηῦρες ἄγνωστον τοῖς πᾶσι, πέμψας δὲ ἀξιόμαχον τῆς δυνάμεως ἁπάσης ὁπλιτῶν μοῖραν, εἶτα ἐπειδὴ σαφῶς ἔγνως αὐτοὺς τοῖς πολεμίοις ἐφεστῶτας, αὐτὸς ἀναλαβὼν ἦγες τὸ στράτευμα, καὶ κύκλῳ περιέχων πάντων ἐκράτησας. ταῦτα ἐδρᾶτο πρὸ τῆς ἕω, ἤγγελτο δὲ πρὸ μεσημβρίας τῷ τυράννῳ ἁμίλλαις ἱππικαῖς καὶ πανηγύρει προσκαθημένῳ καὶ τῶν παρόντων οὐδὲν ἐλπίζοντι. τίς μὲν οὖν γέγονεν ἐκ τίνος, καὶ ποταπὴν γνώμην εἶχεν ὑπὲρ τῶν παρόντων, καὶ ὅπως ἐκλιπὼν ἔφυγε τὴν πόλιν καὶ τὴν Ἰταλίαν πᾶσαν, τοὺς φόνους καὶ τὰς πρόσθεν ἀδικίας ἐκκαθαιρόμενος, οὐ τοῦ παρόντος ἂν εἴη λόγου διηγεῖσθαι. ἔμελλε δὲ βραχείας ἀνοκωχῆς τυχὼν οὐδέν τι μεῖον τῶν ἔμπροσθεν δράσειν. οὕτως οὐδὲν πρὸς πονηρίαν ψυχῆς ἄνθρωπος ἀνόσιος ἐξηῦρε καθάρσιον διὰ τοῦ σώματος. ἀφικόμενος γὰρ εἰς Γαλατίαν ὁ χρηστὸς οὑτοσὶ καὶ νόμιμος ἄρχων τοσοῦτον αὐτοῦ γέγονε χαλεπώτερος,2 ὡς, εἴ τις πρότερον αὐτὸν διαφυγὼν ἐλελήθει τιμωρίας τρόπος ὠμότατος, τοῦτον ἐξευρὼν θέαμα κεχαρισμένον αὑτῷ τὰς τῶν ἀθλίων πολιτῶν παρεῖχε συμφοράς· ἅρματος ζῶντας ἐκδήσας καὶ μεθεὶς φέρεσθαι τοῖς ἡνιόχοις ἕλκειν ἂν ἐκέλευεν, αὐτὸς ἐφεστηκὼς καὶ θεώμενος τὰ δρώμενα· καί τισι τοιούτοις ἑτέροις αὑτὸν ψυχαγωγῶν τὸν πάντα διετέλει χρόνον, ἕως αὐτὸν καθάπερ Ὀλυμπιονίκης περὶ τῷ τρίτῳ παλαίσματι καταβαλὼν δίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος,3 ὃ πολλῶν πολιτῶν ἐμίανε φόνῳ. ταύτης ἐγὼ τῆς νίκης ἀμείνω καὶ δικαιοτέραν οὔποτε γενέσθαι φημὶ οὐδὲ ἐφʼ ᾗ μᾶλλον τὸ κοινὸν τῶν ἀνθρώπων ηὐφράνθη γένος, τοσαύτης ὠμότητος καὶ πικρίας ἀφεθὲν ὄντως ἐλεύθερον, εὐνομίᾳ δὲ ἤδη γανύμενον, ἧς τέως ἀπολαύομεν καὶ ἀπολαύσαιμέν γε ἐπὶ πλέον, ὦ πάντα ἀγαθὴ πρόνοια.
因为您自己露宿野外领军亲征,且当时近在咫尺便有一座非同寻常的名城;您并非凭空发号施令,而是以自身的实际行动表率,激励将士甘冒劳苦与危险。您探寻出一条万民未知的隐秘小径,从全军中抽调出一支精锐的重步兵支队先行遣发;待确切获悉他们已逼临敌军后,您便亲自率大军进发,合围压制,彻底击溃了敌方。这一切皆在黎明之前完成,而到了正午之前,败讯便已报至僭主案前——彼时他正安坐观看赛马盛会,对眼前的变故毫无预料。他究竟因何陷入何等境地,对现状抱有何种心思,又是如何弃城潜逃乃至逃离整个意大利,以图为其过往的屠杀与不义洗刷罪愆,这些并非当前言辞所应详述的内容;然而他在获得短暂的喘息之机后,注定要做出绝不亚于以往的行径。这个渎圣之徒通过肉体的折磨,终究未能找到洗净灵魂罪恶的良方。因为当这位‘仁慈且守法的统治者’抵达高卢后,竟变得比先前的自己更加暴虐;只要先前有任何极度残忍的刑罚未曾被他想到,他便掘地三尺将其找出,以悲惨公民的受难作为取悦自己的消遣。他将活人捆绑在战车之上,命令驭手纵马拖拽狂奔,自己则在一旁督视观览;他就这样终日以此类行径自娱自乐,直至您如同奥林匹亚的优胜者在第三回合将他彻底摔翻倒地,迫使他以那柄沾染过无数公民鲜血的同一把佩剑刺穿胸膛,为其妄为付出了应有的代价。我断言,世间从未有过比这更辉煌、更正义的胜利,亦从未有一场胜利令全人类如此普天同庆——摆脱了这般残暴与酷虐,真正重获自由,如今沐浴于优良法治的欢欣之中。承蒙无上至善的至高天命,我们至今仍得享此福,并祈愿更加长久地得享此福!
- 39bτοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν
分词 παρεγγυῶν(激励、督促)与主句主语(皇帝)一致,支配与格 τοῖς στρατευομένοις(向从军将士)以及带冠词不定式短语 τὸ πονεῖν καὶ κινδυνεύειν(承受劳苦与危险)。其间插入了 οὐκ ἐξ ἐπιτάγματος(非凭命令)与 ἐξ ὧν αὐτὸς ἔδρας(而是凭自身行动)这一组互相对衬的介词短语。
- 40aτοσοῦτον αὐτοῦ γέγονε χαλεπώτερος
属格 αὐτοῦ 依附于比较级 χαλεπώτερος(更严苛、更凶残),属于比较属格,用以指代僭主过去的自身状态(“比过去的自己还要残暴得多”),表示同一主体今昔行为的对比,而非与他人作比。
- 40bδίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος
动词 κατηνάγκασας(你迫使)支配带不定式的宾格结构,其中不定式 ἐπιθεῖναι 的逻辑主语由宾格分词 ὤσαντα(刺入)体现。短语 δίκην ἐπιθεῖναι(施加惩处)在此指僭主在皇帝的逼迫下,通过佩剑自戕的方式对自己执行罪有应得的惩罚。
