- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:29-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
君士坦提乌斯通过诱敌之策将敌军引至穆尔萨平原,迫使僭主马格嫩提乌斯仓皇逃窜,并在鏖战之后将敌方蛮族主力驱入河中歼灭。随后,演说者高度赞颂了皇帝亲自创制并操演的全副具装重骑兵,详细描绘了其如雕像般无缝贴合的精良铁甲构型。
Ὃ δὴ καταμαθὼν ἐπανῆγες ἀπὸ τῶν δυσχωριῶν τὸ στράτευμα, εἵπετο δὲ ἐκεῖνος, διώκειν, οὐχὶ δὲ καταστρατηγεῖσθαι νομίσας, ἕως εἰς τὴν εὐρυχωρίαν ἄμφω κατέστητε. τῶν πεδίων δὲ τῶν πρὸ τῆς Μύρσης ὀφθέντων, ἐτάττοντο μὲν ἐπὶ κέρως ἱππεῖς ἑκατέρου πεζοί τε ἐν μέσῳ· ἔχων δὲ αὐτός, ὦ βασιλεῦ, τὸν ποταμὸν ἐν δεξιᾷ, τῷ λαιῷ τοὺς πολεμίους ὑπερβαλλόμενος ἐτρέψω μὲν εὐθέως καὶ διέλυσας τὴν φάλαγγα οὐδὲ τὴν ἀρχὴν συγκειμένην ὀρθῶς, ἅτε ἀνδρὸς ἀπείρου πολέμων καὶ στρατηγίας αὐτὴν κοσμήσαντος. ὁ δὲ τέως διώκειν ὑπολαμβάνων, οὐδὲ ἐς χεῖρας ἀφικόμενος, ἔφευγε καρτερῶς ἐκπλαγεὶς τὸν κτύπον τῶν ὅπλων, οὐδὲ τὸν ἐνυάλιον παιᾶνα τῶν στρατοπέδων ἐπαλαλαζόντων ἀδεῶς ἀκούων. διαλυθείσης δὲ οἱ στρατιῶται τῆς τάξεως1 συνιστάμενοι κατὰ λόχους πάλιν τὸν ἀγῶνα συνέβαλον, αἰσχυνόμενοι μὲν ὀφθῆναι φεύγοντες καὶ τὸ τέως ἄπιστον ἅπασιν ἀνθρώποις ἐφʼ αὑτῶν δεῖξαι συμβαῖνον, στρατιώτην Κελτόν, στρατιώτην ἐκ Γαλατίας τὰ νῶτα τοῖς πολεμίοις δείξαντα. οἱ βάρβαροι δὲ τὴν ἐπάνοδον ἀπεγνωκότες, εἰ πταίσειαν, ἢ κρατεῖν ἢ θνήσκειν δράσαντές τι δεινὸν τοὺς πολεμίους ἠξίουν. τοῖς μὲν οὖν ξὺν τῷ τυράννῳ τοσοῦτον περιῆν θράσους πρὸς τὰ δεινὰ καὶ τοῦ χωρεῖν ὁμόσε πολλὴ προθυμία. Οἱ δὲ τῶν ὅλων κρατήσαντες, αἰδούμενοι μὲν ἀλλήλους καὶ τὸν βασιλέα, παροξυνόμενοι δὲ ὑπὸ τῶν πάλαι κατορθωμάτων καὶ τῶν ἐν χερσὶ λαμπρῶν καὶ τέως ἀπίστων ἔργων, τέλος ἄξιον τοῖς προϋπηργμένοις ἐπιθεῖναι φιλοτιμούμενοι πάντα ὑπέμενον ἡδέως πόνον καὶ κίνδυνον. ὥσπερ οὖν ἄρτι τῆς παρατάξεως ἀρχομένης, συνιόντες πάλιν ἔργα τόλμης ἀπεδείκνυντο καὶ θυμοῦ γενναῖα, οἱ μὲν ὠθούμενοι περὶ τοῖς ξίφεσιν, ἄλλοι δὲ λαμβανόμενοι τῶν ἀσπίδων, καὶ τῶν ἱππέων ὁπόσους ἵπποι τρωθέντες ἀπεσείοντο πρὸς τοὺς ὁπλίτας μετεσκευάζοντο.2 ταῦτα ἔδρων οἱ ξὺν τῷ τυράννῳ τοῖς πεζοῖς ἐπιβρίσαντες· καὶ ἦν ὁ πόλεμος ἐξ ἴσης, ἕως οἱ θωρακοφόροι καὶ τὸ λοιπὸν τῶν ἱππέων πλῆθος, οἱ μὲν ἐκ τόξων βάλλοντες, ἄλλοι δὲ ἐπελαύνοντες τοὺς ἵππους, πολλοὺς μὲν ἔκτεινον, ἐδίωκον δὲ ἅπαντας καρτερῶς, τινὰς μὲν πρὸς τὸ πεδίον ὡρμηκότας φεύγειν, ὧν ἡ νὺξ ὀλίγους ἀπέσωσε μόλις, τὸ λοιπὸν δὲ ἐς τὸν ποταμὸν κατηνέχθη, καθάπερ βοῶν ἢ βοσκημάτων ἀγέλη συνελαυνόμενοι.
洞察到这一局势后,您率军撤出了险隘地形,而他误以为自己在追击敌人而非落入圈套,尾随而来,直至双方均进抵开阔地带。当穆尔萨城前方的平原展现在眼前时,两翼部署了骑兵,中军配置了步兵;皇帝陛下,您自己则以右翼依傍河流,凭左翼包抄压倒敌军,随即击溃并瓦解了敌方的方阵——由于排兵布阵者是一个对战争与统帅之术全无经验的人,那方阵起初便未曾齐整严密。而此前一直自以为在追击的那个家伙,甚至尚未进入肉搏交锋,便被兵刃交击的轰鸣吓破了胆,惶然狂奔逃遁,连两军呐喊出的军神凯歌都无法泰然听闻。然而,在阵列溃散之后,敌军士卒又按连队重新聚拢,再度投入厮杀;他们以仓皇逃窜被世人目击为耻,不愿在自身身上印证那此前全人类都难以置信之事——即凯尔特人士兵、来自高卢的武士竟然向敌人露出后背。况且蛮族料定一旦战败便归路断绝,因而决意要么取胜,要么在重创敌军之后战死。因此,依附僭主之徒面对危难表现出如此极度的蛮勇,且极度渴望短兵相接。 另一方面,已然掌握全盘胜势者,彼此敬重并忠于皇帝,受往昔辉煌功绩与眼前赫赫夺目、此前不可思议的壮举所激励,一心要为先前的战绩画上相称的完满句号,欣然忍受了一切艰难与危险。宛如会战才刚刚打响一般,他们再次接阵冲锋,展现出高尚的果敢与豪勇:有的挺身扑向刀剑,有的抢夺盾牌,而骑兵中凡因战马负伤被掀落马下者,皆就地化身为重装步兵投入混战。依附僭主者猛压向步兵,做出了这般举动,战局一度呈胶着平手之势;直至披甲具装骑兵及其余大队骑兵杀至,有的引弓攒射,有的纵马冲杀,斩敌无数并对残敌展开强力追击。一部分溃兵仓皇奔向平原,唯有夜色勉强掩护了极少数人脱险,其余之人则如同被驱赶的牛群或牲口一般,被逼入河中。
τοσαῦτα ἐκεῖνο τὸ στράτευμα τῆς τοῦ τυράννου δειλίας, οὐδὲν ἐκεῖνον ὀνῆσαν ἐκ τῆς ἀνδρείας τῆς αὑτοῦ, μάτην ἀπέλαυσε. Τρόπαιον δὲ ἀνέστησας ἐπὶ τῇ νίκῃ τοῦ πατρῴου λαμπρότερον. ὁ μὲν γὰρ τοὺς τέως ἀμάχους δοκοῦντας ἄγων ἐκράτει γέροντος δυστυχοῦς· σὺ δὲ ἡβῶσαν καὶ ἀκμάζουσαν οὐ τοῖς κακοῖς μόνον οἷς ἔδρα, τῇ νεότητι δὲ πλέον, τὴν τυραννίδα παρεστήσω, τοῖς ὑπὸ σοῦ παρασκευασθεῖσι στρατοπέδοις παραταξάμενος. τίς γὰρ εἰπεῖν ἔχει τῶν πρόσθεν αὐτοκρατόρων ἱππικὴν δύναμιν καὶ σκευὴν τῶν ὅπλων τοιαύτην ἐπινοήσαντα καὶ μιμησάμενον; ᾗ πρῶτος αὐτὸς ἐγγυμνασάμενος διδάσκαλος ἐγένου τοῖς ἄλλοις ὅπλων χρήσεως ἀμάχου. ὑπὲρ ἧς εἰπεῖν τολμήσαντες πολλοὶ τῆς ἀξίας διήμαρτον, ὥσθʼ ὅσοι τῶν λόγων ἀκούσαντες ὕστερον ἰδεῖν ηὐτύχησαν τὰς ἀκοὰς σαφῶς ἀπιστοτέρας ἔγνωσαν εἶναι τῶν ὀμμάτων. ἄπειρον γὰρ ἦγες ἱππέων πλῆθος, καθάπερ ἀνδριάντας ἐπὶ τῶν ἵππων ὀχουμένους, οἷς συνήρμοστο τὰ μέλη κατὰ μίμησιν τῆς ἀνθρωπίνης φύσεως· ἀπὸ μὲν τῶν ἄκρων καρπῶν ἐς τοὺς ἀγκῶνας, ἐκεῖθεν δὲ ἐπὶ τοὺς ὤμους, καὶ ὁ θώραξ ἐκ τμημάτων κατὰ τὸ στέρνον καὶ τὰ νῶτα συναρμοζόμενος, τὸ κράνος αὐτῷ προσώπῳ σιδηροῦν ἐπικείμενον3 ἀνδριάντος λαμπροῦ καὶ στίλβοντος παρέχει τὴν ὄψιν, ἐπεὶ μηδὲ κνῆμαι καὶ μηροὶ μηδὲ ἄκροι πόδες τῆς σκευῆς ταύτης ἔρημοι λείπονται. συναρμοζομένων δὲ αὐτῶν τοῖς θώραξι διά τινων ἐκ κρίκου λεπτοῦ πεποιημένων οἱονεὶ ὑφασμάτων οὐδὲν ἂν ὀφθείη τοῦ σώματος γυμνὸν μέρος, ἅτε καὶ τῶν χειρῶν τοῖς ὑφάσμασι τούτοις σκεπομένων πρὸς τὸ καὶ καμπτομένοις ἐπακολουθεῖν τοῖς δακτύλοις. ταῦτα ὁ λόγος παραστῆσαι μὲν σαφῶς ἐπιθυμεῖ, ἀπολειπόμενος δὲ θεατὰς τῶν ὅπλων τοὺς μαθεῖν τι πλέον ἐθέλοντας, οὐχὶ δὲ ἀκροατὰς τῆς ὑπὲρ αὐτῶν διηγήσεως ἀξιοῖ γενέσθαι.
那支军队仅因僭主的怯懦而蒙受了如此惨痛的毁灭,他们自身的勇武未能给他带来丝毫裨益,尽付东流。 您因这场胜利所树立的战功凯标,比您父皇的功业更为耀眼夺目。因为他当年虽率领素称无敌之师,征服的不过是一位运蹇力竭的老人;而您则是以自己亲手整饬的军旅排阵交锋,制服了一个不仅恶贯满盈、更因年轻强盛而在体魄精力上正值鼎盛的僭主政权。试问谁能举出往昔哪一位先帝曾构想并仿效这等骑兵武装与甲胄装备?您亲自率先受训操演,从而成为传授全军无敌兵械运用之道的导师。许多曾企图描摹这支军队威容的人皆未能尽述其精妙,以至于那些听闻言辞描绘而后有幸亲眼目睹之人,无不深感百闻确乎不如一见。因为您统率着无可计数的骑兵,宛如端坐于战马之上的雕像,其甲胄的各部构件完全仿照人体结构严密贴合:自手腕延至手肘,再由手肘上接双肩,铁甲沿胸背由甲片精密缀合,覆于面部的铁盔使其宛若一座明光闪闪的雕像,因为无论是小腿、大腿乃至脚趾,无一处脱离了这套装备。这些护具通过由细小铁环连缀而成的类似织物的锁甲与胸甲相接,因而全身不见丝毫袒露之处,就连双手亦被此类锁甲织物完全覆盖,以便屈伸活动、随指而动。我的言辞虽竭力想要将其清晰展现,但深知笔力不逮,因而更期望欲探究竟之人能成为这套武备的目击者,而非仅仅作为叙述的聆听者。
- 36bδιαλυθείσης δὲ οἱ στρατιῶται τῆς τάξεως
语序倒置(hyperbaton)。主句主语 οἱ στρατιῶται 插在独立属格结构 διαλυθείσης τῆς τάξεως(阵列溃散)的名词与分词之间。句法骨架实为 οἱ δὲ στρατιῶται, διαλυθείσης τῆς τάξεως, συνιστάμενοι...
- 36dὁπόσους ἵπποι τρωθέντες ἀπεσείοντο πρὸς τοὺς ὁπλίτας μετεσκευάζοντο
关系代词的前引与句式融合。关系代词 ὁπόσους 在关系分句中作 ἀπεσείοντο 的直接宾语(“战马所掀落的那些骑兵”),取宾格,同时在逻辑上充当主句动词 μετεσκευάζοντο 的主语,意义上等同于 τῶν ἱππέων πάντες ὁπόσους ἵπποι ἀπεσείοντο μετεσκευάζοντο。
- 37dτὸ κράνος αὐτῷ προσώπῳ σιδηροῦν ἐπικείμενον
与格 αὐτῷ προσώπῳ 受复合分词 ἐπικείμενον(覆于……之上/紧贴)支配。与代词 αὐτός 连用,强调铁盔严丝合缝地“贴合于面孔本身”。
