- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将随后的战事定性为捍卫法律与公民的神圣战争,详述了僭主的诸多暴行、庞大军力的进逼以及因微小得利而盲目自大的进军。
Ταύτην ἐκδέχεται στρατεία λαμπρὰ τὴν δημηγορίαν καὶ πόλεμος ἱερός, οὐχ ὑπὲρ ἱεροῦ χωρίου, ὁποῖον τὸν Φωκικὸν ἀκούομεν συστῆναι κατὰ τοὺς ἔμπροσθεν, ἀλλʼ ὑπὲρ τῶν νόμων καὶ τῆς πολιτείας καὶ φόνου πολιτῶν μυρίων, ὧν τοὺς μὲν ἀνῃρήκει, τοὺς δὲ ἐμέλλησε, τοὺς δὲ ἐπεχείρησε συλλαβεῖν, ὥσπερ οἶμαι δεδιὼς μή τις αὐτὸν πολίτην μοχθηρόν, ἀλλʼ οὐχὶ βάρβαρον ὑπολάβῃ φύσει.1 τὰ γὰρ εἰς τὴν σὴν οἰκίαν ἀδικήματα οὐδενὸς ὄντα τῶν κοινῇ τολμηθέντων αὐτῷ φαυλότερα καὶ ἐλάττονος ἀξιοῦν ᾤου δεῖν φροντίδος·2 οὕτω σοι τὰ κοινὰ πρὸ τῶν ἰδίων ἔδοξε καὶ δοκεῖ τίμια. Πότερον οὖν χρὴ τῶν ἀδικημάτων ἁπάντων μεμνῆσθαι ὧν εἴς τε τὸ κοινὸν καὶ κατʼ ἰδίαν ἔδρασε, κτείνας μὲν τὸν αὐτὸς αὑτοῦ δεσπότην· ἀνδράποδον γὰρ ἦν τῶν ἐκείνου προγόνων, τῆς ἀπὸ Γερμανῶν λείας λείψανον δυστυχὲς περισωζόμενον· ἄρχειν δὲ ἡμῶν ἐπιχειρῶν, ᾧ μηδὲ ἐλευθέρῳ προσῆκον ἦν νομισθῆναι μὴ τοῦτο παρ’ ὑμῶν λαβόντι· καὶ ὡς τοὺς ἐπὶ τοῦ στρατοπέδου ξυνδῶν καὶ ἀποκτιννὺς καὶ δουλεύων αἰσχρῶς τῷ πλήθει καὶ κολακεύων τὴν εὐταξίαν διέφθειρε· καὶ ὡς τοὺς καλοὺς ἐκείνους ἐτίθει νόμους, τὴν ἡμίσειαν εἰσφέρειν, θάνατον ἀπειλῶν τοῖς ἀπειθοῦσι, μηνυτὰς δὲ εἶναι τὸν βουλόμενον τῶν οἰκετῶν· καὶ ὅπως ἠνάγκαζε τοὺς οὐδὲν δεομένους τὰ βασιλικὰ κτήματα πρίασθαι; ἐπιλείψει με τἀκείνου διηγούμενον ὁ χρόνος ἀδικήματα3 καὶ τῆς τυραννίδος τῆς καταλαβούσης τὸ μέγεθος. ἀλλὰ τῆς παρασκευῆς τῆς ἐς τὸν πόλεμον, ἣν κατέβαλε μὲν ἐπὶ τοὺς βαρβάρους, ἐχρήσατο δὲ ἐφʼ ἡμᾶς, τὴν ἰσχὺν τίς ἂν ἀξίως παραστήσειε;
紧接着这番演说而来的,是一场辉煌的征伐与神圣的战争——并非为了某处圣地,如同我们听闻古人所发动的福基斯战争那样,而是为了法律、政体以及为数以万计惨遭杀戮的公民;其中有些人已被他杀害,有些人行将受害,还有些人正遭他企图拘捕,仿佛正如我所料,他生怕有人误以为他不过是个恶劣的公民,而非天生的蛮族。因为对于您家族所遭受的不义侵害,尽管绝不下于他针对公众所犯下的任何暴行,您却认为应当将其置于次要关切;在您心中,公义历来乃至如今都远重于私利。 那么,是否应当细数他在公私两方面所犯下的一切罪行呢?他弑杀了自己本人的主人——因为他本是他主人先祖的奴隶,是从对日耳曼人的掳掠中不幸苟存的遗类——并妄图统治我们,而若非从你们手中获得自由,他甚至根本不配被视作自由人;他又拘禁并诛杀军中将领,可耻地向士卒群氓屈膝谄媚,从而败坏了军纪;他还制定了那些所谓的良法,强征各家一半的财产,对不从者以死刑相威胁,并准许任何家奴充当告密者;他更是强迫毫无需求之人购买皇家田产。若要一一历数他的罪行与那场降临于我们的僭主暴政的浩劫,岁月亦将不敷我言。然而,那支他原为抵御蛮族而建立、最终却调转枪口对准我们的雄师,又有谁能恰如其分地描绘出其威势呢?
Κελτοὶ καὶ Γαλάται, ἔθνη καὶ τοῖς πάλαι φανέντα δυσανταγώνιστα, πολλάκις μὲν ἐπιρρεύσαντα καθάπερ χειμάρρους ἀνυπόστατος Ἰταλοῖς καὶ Ἰλλυριοῖς, ἤδη δὲ καὶ τῆς Ἀσίας ἁψάμενα τῷ κρατεῖν τοῖς ἐνόπλοις ἀγῶσιν, ἄκοντες ἡμῖν ὑπήκουσαν, ἔς τε τοὺς καταλόγους τῶν στρατευμάτων ἐγγράφονται καὶ τέλη παρέχονται λαμπρὰ παρὰ τῶν σῶν προγόνων καὶ πατρὸς κατειλεγμένα· εἰρήνης δὲ μακρᾶς καὶ τῶν ἐκ ταύτης ἀγαθῶν ἀπολαύοντες, ἐπιδούσης αὐτοῖς τῆς χώρας πρὸς πλοῦτον καὶ εὐανδρίαν, καὶ ἀδελφοῖς τοῖς σοῖς στρατιώτας καταλέξαι πολλοὺς παρέσχοντο, τέλος δὲ τῷ τυράννῳ βίᾳ καὶ οὐ γνώμῃ πανδημεὶ συνεστρατεύοντο. ἠκολούθουν δὲ αὐτῷ κατὰ τὸ ξυγγενὲς ξύμμαχοι προθυμότατοι Φράγγοι καὶ Σάξονες, τῶν ὑπὲρ τὸν Ῥῆνον καὶ περὶ τὴν ἑσπερίαν θάλατταν ἐθνῶν τὰ μαχιμώτατα. καὶ πόλις πᾶσα καὶ φρούριον πρόσοικον Ῥήνῳ τῶν ἐνοικούντων φυλάκων ἐξερημωθέντα προδέδοτο μὲν ἀφύλακτα πάντα τοῖς βαρβάροις, ἐφʼ ἡμᾶς δὲ ἐξεπέμπετο παρεσκευασμένον λαμπρῶς τὸ στράτευμα· πᾶσα δὲ ἐῴκει πόλις Γαλατικὴ στρατοπέδῳ παρασκευαζομένῳ πρὸς πόλεμον· καὶ πάντα ἦν ὅπλων καὶ παρασκευῆς ἱππέων καὶ πεζῶν καὶ τοξοτῶν καὶ ἀκοντιστῶν πλήρη. συρρεόντων δὲ ἐς τὴν Ἰταλίαν ἁπανταχόθεν τῶν ἐκείνου ξυμμάχων καὶ τοῖς ἐνταῦθα πάλαι κατειλεγμένοις στρατιώταις ἐς ταὐτὸν ἐλθόντων, οὐδεὶς οὕτως ἐφάνη τολμηρός, ὃς οὐκ ἔδεισεν οὐδὲ ἐξεπλάγη τὸν ἐπιόντα χειμῶνα. σκηπτὸς ἐδόκει πᾶσιν ὁ φερόμενος ἀπὸ τῶν Ἄλπεων, σκηπτὸς ἀφόρητος ἔργῳ καὶ ἄρρητος λόγῳ. τοῦτον ἔδεισαν Ἰλλυριοὶ καὶ Παίονες καὶ Θρᾷκες καὶ Σκύθαι, τοῦτον οἱ τὴν Ἀσίαν οἰκοῦντες ἄνθρωποι ἐφʼ αὑτοὺς ὡρμῆσθαι πάντως ὑπέλαβον, τούτῳ πολεμήσειν ἤδη περὶ τῆς αὑτῶν καὶ Πέρσαι παρεσκευάζοντο. ὁ δὲ μικρὰ μὲν ἐνόμιζεν εἶναι τὰ παρόντα καὶ πόνον οὐ πολὺν τῆς σῆς συνέσεως καὶ ῥώμης κρατῆσαι, τοὺς Ἰνδῶν δὲ ἐσκόπει πλούτους καὶ Περσῶν τὴν πολυτέλειαν· τοσοῦτον αὐτῷ περιῆν ἀνοίας καὶ θράσους ἐκ μικροῦ παντελῶς περὶ τοὺς κατασκόπους πλεονεκτήματος, οὓς ἀφυλάκτους ὅλῃ τῇ στρατιᾷ λοχήσας ἔκτεινεν. οὕτω τὸ πράττειν εὖ παρὰ τὴν ἀξίαν ἀρχὴ πολλάκις γέγονε τοῖς ἀνοήτοις μειζόνων συμφορῶν. ἀρθεὶς γὰρ ὁ δείλαιος ὑπὸ τῆς εὐτυχίας ταύτης μετέωρος κατέλιπε μὲν τὰ προκείμενα τῆς Ἰταλίας ἐρυμνὰ χωρία, ἐς Νωρικοὺς δὲ καὶ Παίονας ἀφυλάκτως ᾔει, δεῖν αὑτῷ τάχους, ἀλλʼ οὐχ ὅπλων οὐδὲ ἀνδρείας οἰόμενος.
凯尔特人与加拉太人,这些即便是古人也感到极难匹敌的民族,曾屡次如不可阻挡的洪流般倾泻于意大利与伊利里亚,甚至凭借兵刃争锋之胜势染指亚细亚;他们虽心怀不甘却臣服于我们,载入军籍名册,并提供由您的先祖与父皇所征募的显赫部队。在长久的和平及其带来的福祉中,随着土地日渐富庶、人丁兴旺,他们曾为您的兄弟们提供了大批征召的兵员,而最终却被迫而非自愿地倾巢出动,随同僭主出征。此外,法兰克人与萨克森人——莱茵河外及西海周边最尚武的诸部族——出于族类相近的缘由,作为极热切的盟军跟随着他。莱茵河畔的每座城镇与要塞皆被抽空了守军,全无防备地弃置于蛮族眼前,而整备精良的军队则尽数被派来进攻我们。整个高卢的城镇皆宛如备战的军营,到处充斥着兵刃以及骑兵、步兵、弓手与标枪手的装备。 当他的盟军从四面八方汇聚于意大利,与当地早先集结的兵力合为一体时,世上再无一人大胆到面对这迫近的狂风骤雨而不心惊胆战。那自阿尔卑斯山席卷而来的霹雳,在所有人看来都是实际上无法承受、言语难表其状的惊雷。伊利里亚人、培奥尼亚人、色雷斯人与斯基泰人无不为之惶恐;亚细亚的居民断定这股兵锋必是直指自己;就连波斯人也已严阵以待,准备为捍卫本土而与之交兵。然而,他却将眼前的战局视为小事一桩,以为压倒您的明睿与雄力毫不费力,反而觊觎起印度人的财富与波斯人的奢华;仅仅因为他率领全军伏击并斩杀了毫无防备的侦察兵,在这一微不足道的便宜面前,便滋生出如此滔天的愚妄与狂悖。由此可见,德不配位的侥幸常常成为愚人陷入更大灾难的开端。这可怜的家伙因这番好运而飘飘然不知所以,竟放弃了拱卫意大利的前哨要冲,毫无戒备地直插诺里克与培奥尼亚,误以为自己需要的只是速度,而非兵器与勇武。
- 33dὥσπερ οἶμαι δεδιὼς μή τις αὐτὸν πολίτην μοχθηρόν, ἀλλʼ οὐχὶ βάρβαρον ὑπολάβῃ φύσει
由 δεδιὼς μή(“唯恐……”)引导的从句中带有反讽色彩的强烈对比结构。字面上意为“生怕有人误以为他只是个恶劣的公民,而非天生的蛮族”。借此讽刺其残虐之甚,仿佛唯恐世人不把他当作天性残暴的蛮夷对待。
- 33dτὰ γὰρ εἰς τὴν σὴν οἰκίαν ἀδικήματα οὐδενὸς ὄντα τῶν κοινῇ τολμηθέντων αὐτῷ φαυλότερα καὶ ἐλάττονος ἀξιοῦν ᾤου δεῖν φροντίδος
主句核心框架为 τὰ ... ἀδικήματα ... ἐλάττονος ἀξιοῦν ᾤου δεῖν φροντίδος(“您认为对于那些不义侵害应当给予较少的关切”),宾语 τὰ ἀδικήματα 前置于句首。其间插入的分词短语 οὐδενὸς ὄντα ... φαυλότερα 表让步(“尽管绝不下于……”)。ἐλάττονος φροντίδος 为动词 ἀξιόω 所要求的价值属格。
- 34bἐπιλείψει με τἀκείνου διηγούμενον ὁ χρόνος ἀδικήματα
主语为 ὁ χρόνος(时间),谓语动词为 ἐπιλείψει(不敷、遗弃),直接宾语为 με(我)。现在分词 διηγούμενον(叙述着)为阳性单数宾格,修饰宾语 με 而非主语,构成了古典修辞中表达“时间不敷赘述”的委婉省略法惯用表达。
