← 朱利安

君士坦提乌斯颂

§25-26

劝服维特拉尼奥和平退位与对皇帝雄辩的赞颂

面对背信弃义且兵力占优的老将维特拉尼奥,皇帝避免了流血冲突而登上讲坛,凭借卓越的演说征服了全军将士的心,实现了和平退位,其无双的雄辩与仁德被置于超越往昔历史典范的高度予以颂扬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

ἀλλʼ ἐπειδὴ πρῶτον ὁ καλὸς καὶ συνετὸς ἀπήντα πρεσβύτης, εὐχερέστερον παιδαρίου τινὸς μετατιθέμενος τὰ δόξαντα καὶ ὧν εὖ πάθοι δεόμενος μετὰ τὴν χρείαν ἐπιλήσμων· παρῆν δὲ ἄγων ὁπλιτῶν φάλαγγας καὶ τάξεις ἱππέων, ὡς, εἰ μὴ πείθοι, βιασόμενός σε ὀπίσω πάλιν ἀπιέναι τὴν αὐτὴν ἄπρακτον· οὐδὲν ἐκπλαγείς, ὅτι τὸν σύμμαχον καὶ στρατηγὸν μενεῖν ἐπαγγελλόμενον πολέμιον εἶδες ἐξ ἴσης ἄρχειν ἐθέλοντα, καίτοι τῷ πλήθει τῶν στρατευμάτων ἐλαττούμενος, ἐπεὶ μὴ πάντες εἵποντο, πρὸς πλήθει κρατοῦντα διαγωνίζεσθαι τολμηρὸν μὲν ἴσως, σφαλερὸν δὲ πάντως ὑπολαβὼν καὶ κρατήσαντι τῇ μάχῃ1 διὰ τὸν ἐφεδρεύοντα τοῖς καιροῖς καὶ τοῖς πράγμασιν ἄγριον τύραννον, ἐβουλεύσω καλῶς μόνον εἶναι σὸν ἐθέλων τὸ κατόρθωμα, καὶ παρῄεις ἐπὶ τὸ βῆμα μετὰ τοῦ τέως συνάρχοντος· συνῄει δὲ ὁπλίτης δῆμος στίλβων τοῖς ὅπλοις, τὰ ξίφη γυμνὰ καὶ τὰ δόρατα προτείνοντες, δειλῷ μὲν φρικῶδες καὶ δεινὸν θέαμα, εὐψύχῳ δὲ καὶ θαρραλέῳ καὶ οἷος αὐτὸς γέγονας ὄφελος γενναῖον. οὐκοῦν ἐπειδὴ πρῶτον ἤρξω τῶν λόγων, σιγὴ μὲν ἐπέσχε, πρὸς τὴν ἀκοὴν ὡρμημένων πάντων, τὸ στράτευμα· δάκρυα δὲ προυχεῖτο πολλοῖς, καὶ ἐς τὸν οὐρανὸν τὰς χεῖρας ὤρεγον, σιγῇ καὶ ταῦτα δρῶντες, ὡς μήτις αἴσθηται. τὴν εὔνοιαν δὲ οἱ μὲν ἐνεδείκνυντο καὶ διὰ τῆς ὄψεως, πάντες δὲ τῷ σφόδρα ὡρμῆσθαι τῶν λόγων ἀκούειν. ἀκμαζούσης δὲ τῆς δημηγορίας συνενθουσιῶντες τῷ λόγῳ πάντες ἐπεκρότουν, εἶτα αὖθις ἀκούειν ἐπιθυμοῦντες ἡσύχαζον. τέλος δὲ ὑπὸ τῶν λόγων ἀναπειθόμενοι δὲ μόνον ἐκάλουν βασιλέα, μόνον ἄρχειν ἠξίουν ἁπάντων, ἡγεῖσθαι σφῶν ἐκέλευον ἐπὶ τὸν πολέμιον, ἀκολουθήσειν ὡμολόγουν, ἀπολαμβάνειν ἠξίουν τῆς ἀρχῆς τὰ γνωρίσματα. σὺ δὲ οὐδὲ τὴν χεῖρα προσάγειν ᾤου δεῖν οὐδὲ ἀφελέσθαι ξὺν βίᾳ· ὁ δὲ ἄκων μὲν καὶ μόλις, εἴξας δὲ ὅμως ὀψέ ποτε, φασί, τῇ Θετταλικῇ πειθανάγκῃ,2 προσῆγέ σοι περιελόμενος τὴν ἁλουργίδα.

然而,当那位看似优秀而精明的老人初次与您相遇时,他改变决意的轻率胜过稚童,一旦困局过去,便忘却了自己曾经祈求并蒙受的恩惠;他率领着重装步兵方阵与骑兵队列前来,仿佛只要劝说不果,便要强行逼迫您无功而返,沿原路退回。当您目睹那位曾宣称将继续作为盟友与将领的人,如今竟成为妄图平分统治权的敌人时,您丝毫未曾惊慌。尽管因并非全军随行而兵力处于劣势,但您认为与占有人数优势的敌人交兵或许是大胆之举,却无论如何都充满危险,而且由于那凶残的僭主正对良机与局势虎视眈眈,即便在战斗中取胜也极为凶险。因此,您英明地决意让此功绩完全归于您一人,便与这位昔日的共治者一同登上了讲坛。此时,大批重装步兵聚集而来,兵刃甲胄熠熠生辉,他们拔剑出鞘,长矛前指——对于怯懦者而言,这是令人不寒而栗的可怖景象;但对于沉着勇敢者、对于像您这般的人来说,却是崇高的依凭。 因此,当您甫一开口发表演说,全军便陷入肃静,所有人皆全神贯注地倾听。许多人潸然泪下,并向苍天举起双手,但这一切皆在无声中进行,以免被任何人察觉。有些人通过面容显露忠忱,而所有人则通过热切倾听言语的表现显出好感。当演说达到高潮时,众人皆为演说的神采所感召而齐声喝彩,随即为了继续聆听又复归肃静。最终,在言辞的折服之下,他们只高呼您为唯一的皇帝,只请求您一人统领万方,号令您率领他们进击敌寇,誓言紧随于后,并恳请您收回权力的象征。然而,您认为既无需对他动用武力,亦无需强行剥夺;而他虽心有不甘且百般勉强,却终究屈服于世人所谓的“帖撒利亚式的无可奈何的强制”,解下紫袍向您奉上。

§26

οἷός τις ἐνταῦθα γέγονας τοσούτων μὲν ἐθνῶν καὶ στρατοπέδων καὶ χρημάτων ἐν ἡμέρᾳ μιᾷ γεγονὼς κύριος, τὸν πολέμιον δέ, εἰ καὶ μὴ τοῖς ἔργοις, ἀλλὰ τῇ γνώμῃ φανέντα, τὴν ἀρχὴν ἀφελόμενος καὶ τοῦ σώματος κρατήσας; Ἆρ’ οὐ τούτῳ μὲν ἄμεινον καὶ δικαιότερον προσηνέχθης ἢ Κῦρος τῷ πάππῳ, τοῖς περὶ αὐτὸν δὲ τὰς τιμὰς διεφύλαξας οὐδὲν οὐδενὸς ἀφελόμενος, προσθεὶς δὲ οἶμαι δωρεὰς πολλοῖς; τίς δέ σʼ εἶδεν ἢ πρὸ τοῦ κρατῆσαι σκυθρωπὸν λίαν ἢ μετὰ τοῦθʼ ὑπερηδόμενον; καίτοι πῶς ἄξιον ἐπαινεῖν ἐστί σε δημηγόρον ἅμα καὶ στρατηγὸν ἢ βασιλέα χρηστὸν καὶ γενναῖον ὁπλίτην προσαγορεύοντας; ὃς πάλαι μὲν ἀπορραγὲν τὸ στρατηγεῖον ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα,3 μιμούμενος οἶμαι Ὀδυσσέα καὶ Νέστορα καὶ τοὺς ἐξελόντας Καρχηδόνα Ῥωμαίων στρατηγούς, οἳ φοβερωτέρους αὑτοὺς ἀπὸ τοῦ βήματος τοῖς ἀδικοῦσιν ἢ τοῖς πολεμίοις ἐπὶ τῆς παρατάξεως ἀεὶ κατέστησαν. Δημοσθένους δὲ καὶ ὅστις τοῦτον ἐζήλωκε τὴν ἐν τοῖς λόγοις ἰσχὺν αἰδούμενος, τῷ τρόπῳ τῆς δημηγορίας οὔποτʼ ἂν ἀξιώσαιμι τῷ σῷ παραβαλεῖν τἀκείνων θέατρα. οὐ γὰρ ἐν τοῖς ὁπλίταις ἐδημηγόρουν οὐδὲ ὑπὲρ τοσούτων κινδυνεύοντες, ἀλλʼ ὑπὲρ χρημάτων ἢ τιμῆς ἢ δόξης, ἢ φίλοις συνερεῖν ἐπαγγειλάμενοι, ἀπῄεσαν οἶμαι πολλάκις ἀπὸ τοῦ βήματος, τοῦ δήμου θορυβήσαντος, ὠχροὶ καὶ τρέμοντες, ὥσπερ οἱ δειλοὶ τῶν πολεμίων ἐν ὄψει στρατηγοὶ παραταττόμενοι. καὶ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσοῦτον ἔργον ἑτέρῳ πραχθὲν πώποτε καὶ τοσούτων ἐθνῶν κτῆσιν ἐκ δικαστηρίου, ἄλλως τε καὶ πρὸς ἄνδρα τῆς δίκης οὔσης οὐχ, ὡς οἱ πολλοί φασιν, εὐκαταφρόνητον, ἀλλὰ πολλαῖς μὲν στρατείαις γνώριμον, πρεσβύτην δὲ ἤδη καὶ τὴν ἐμπειρίαν ἐκ τοῦ χρόνου δοκοῦντα προσειληφέναι καὶ τῶν στρατοπέδων ἐκείνων ἄρχειν λαχόντα πολὺν ἤδη χρόνον. τίς οὖν ἡ ῥώμη γέγονε τῶν λόγων; τίς δὲ ἡ πειθὼ τοῖς χείλεσιν ἐπικαθημένη, ἡ παντοδαπῶν ἀνθρώπων συνειλεγμένων τὸ κέντρον ἐγκαταλιπεῖν ἰσχύσασα ταῖς ψυχαῖς, καὶ νίκην παρασχεῖν τῷ μεγέθει μὲν ἐνάμιλλον ταῖς ἐκ τῶν ὅπλων περιγινομέναις, εὐαγῆ δὲ καὶ καθαράν, ὥσπερ ἱερέως ἐς θεοῦ φοιτῶντος, ἀλλʼ οὐ βασιλέως ἐς πόλεμον, ἔργον γενομένην; καίτοι γε μὴν ταύτης εἰκόνα τῆς πράξεως μακρῷ λειπομένην καὶ Πέρσαι θρυλοῦσι, τοὺς Δαρείου παῖδας τοῦ πατρὸς τελευτήσαντος ὑπὲρ τῆς ἀρχῆς διαφερομένους δίκῃ τὰ καθʼ αὑτοὺς καὶ οὐ τῇ τῶν ὅπλων ἐπιτρέψαι κρίσει. σοὶ δὲ πρὸς μὲν τοὺς ἀδελφοὺς οὔτε ἐν τοῖς λόγοις οὔτε ἐν τοῖς ἔργοις ἀγὼν γέγονεν οὐδὲ εἷς· ἔχαιρες δὲ οἶμαι τῷ κοινὴν πρὸς ἐκείνους εἶναί σοι τὴν ἐπιμέλειαν μᾶλλον ἢ τῷ μόνος ἁπάντων γενέσθαι κύριος· πρὸς δὲ τὸν ἀσεβὲς μὲν ἢ παράνομον οὐδὲν εἰργασμένον, ἄπιστον δὲ τῇ γνώμῃ φανέντα ἐν ἐλέγχοις, οἳ τὴν ἀπιστίαν ἐκείνου δείξουσι.

在这一天之内成为如此众多部族、军旅与资财的主人,且将那位在心意上——即便非在实际行动中——显露为仇敌的人夺去权柄并收押其身,彼时的您是何等卓异! 难道您对待他,不是远比居鲁士对待其外祖父更为优厚与公正吗?对于他身边的人,您不是也保全了他们的尊荣,未曾夺去任何人的任何东西,反而想必还赏赐了许多人吗?在克敌制胜之前,谁曾见您愁容满面;在成功之后,又有谁见您得意忘形呢?然而,称您为雄辩家的同时又称您为统帅,抑或称您为仁君与英勇的步兵战士,究竟该如何恰如其分地赞美您呢?您将早已与演说讲坛脱节的将帅职守重新归拢于同一形态,我想,这正是效法了奥德修斯、涅斯托尔以及攻克迦太基的罗马名将们,他们在讲坛上对作恶者所展现的威慑,向来胜过在战线上对敌人所施加的威严。尽管我敬重德摩斯梯尼及其效法者在言辞上的威力,但就其演说的性质而言,我决不愿将他们的剧场与您的讲坛相提并论。因为他们既非在重装战士之中发表演说,亦非为了如此重大的事而冒险,而是为了金钱、尊荣或声望,或是为了替友人辩护而登台;当民众喧哗鼓噪时,他们常常面色苍白、战战兢兢地退下讲坛,宛如在敌人眼前排布阵列的懦弱将领。谁也无法指出,曾有任何人通过法庭裁判建立过如此伟业,收伏过如此众多的部族;更何况此番审判所面对之人,绝非寻常百姓口中那般微不足道,而是身经百战、声名显赫,早已年迈且被认为历久弥深,久掌那些雄师重兵之人。那么,言辞的力量该是何等强大!那常驻于唇齿之间的说服力又该是何等神奇,竟能在万方杂处之人群的心灵中留下不可磨灭的触动,并带来一场在规模上足以与兵戈之功相媲美,却又圣洁无瑕、宛如朝觐神明的祭司而非奔赴战场的君王所成之业的胜利!其实,波斯人也津津乐道于此种事迹的一个远为逊色的范例,相传大流士诸子在其父辞世后争夺王位,最终将纷争交付裁判而非兵戎定夺。然而对于您而言,与诸位兄弟之间无论在言语还是在行动上都从未发生过任何争执;我想,您所欣喜的,乃是与他们分担治理之责,而非成为万物唯一的独裁者。而您所对抗的,乃是这位未曾犯下亵渎或违法恶行,却在揭露其反叛的审问中显露出怀有不臣之心的背信者。

语法注3 条
  1. 31bκαὶ κρατήσαντι τῇ μάχῃ

    与格分词 κρατήσαντι 作为 σφαλερὸν ὑπολαβών 的补足语,表达让步或限定意义:“[认为即便]对在战斗中获胜之人而言[也是危险的]”。在承接前文不定式短语 διαγωνίζεσθαι 的语境中,它指明战斗的结果即便对胜利者也是凶险莫测的。

  2. 31dτῇ Θετταλικῇ πειθανάγκῃ

    与格短语“帖撒利亚式的强制性劝说”,是结合了说服(πειθώ)与强制(ἀνάγκη)的古希腊成语(矛盾修辞),喻指无法抗拒的绝对强制力或必然压力。此处形容老将面对全体将士压倒性的拥戴与要求时,陷入无可奈何、不得不屈服的境地。

  3. 32bτὸ στρατηγεῖον ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα

    包含倒装与离隔的句式结构。主动词为 ἠξίωσας(您认为应当),支配不定式 ἐπαναγαγεῖν(使归还/合一),其直接宾语是 τὸ στρατηγεῖον(将帅统帅权),终点为 ἐς ταὐτὸν... σχῆμα(重归同一形态),而 ἀπὸ τοῦ βήματος(从演说讲坛)则修饰前面的分词 ἀπορραγέν(脱离、割裂)。此句意在赞颂皇帝将长期分离的军事统帅与政治辩论重新集于一身,再现古代名将的风范。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:25-26