- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将尼西比斯围城战的神奇胜利与迦太基、普拉提亚及罗马历史上的围城战作比,极力赞颂其举世无双,随后转入叙述君士坦提乌斯在欧洲平定叛乱、惩处叛逆的崇高功业。
ἐμοὶ δὲ ἀρκεῖ τὰ πρόσθεν ῥηθέντα, εἰ καὶ μηδὲν ἔτι περὶ σοῦ λέγειν εἶχον σεμνότερον, πρὸς τὸ πάντων ἀποφῆναί σε τῶν ἔμπροσθεν τῆς αὐτῆς σοι μετασχόντων τύχης συνέσει καὶ ῥώμῃ κρατοῦντα.1 τὸ γὰρ ἀπαθῶς ὤσασθαι μὲν τὴν Περσῶν δύναμιν, οὐ πόλιν οὐδὲ φρούριον, ἀλλʼ οὐδὲ στρατιώτην τῶν ἐκ καταλόγου προέμενον, πολιορκίᾳ δὲ τέλος ἐπιθεῖναι λαμπρὸν καὶ οἷον οὔπω πρόσθεν ἠκούσαμεν, τίνι χρὴ τῶν ἔμπροσθεν παραβαλεῖν ἔργων;2 περιβόητος γέγονεν ἡ Καρχηδονίων ἐν τοῖς δεινοῖς τόλμα, ἀλλʼ ἐτελεύτησεν εἰς συμφοράς· λαμπρὰ τὰ περὶ τὴν Πλαταιέων πολιορκίαν γενόμενα, ἐχρήσαντο δὲ οἱ δείλαιοι γνωριμώτερον τοῖς δυστυχήμασι. τί χρὴ Μεσσήνης καὶ Πύλου μεμνῆσθαι, οὔτε ἀγωνισαμένων καρτερῶς οὔτε ἁλόντων ξὺν βίᾳ; Συρακούσιοι δὲ τὸν σοφὸν ἐκεῖνον ἀντιτάξαντες ταῖς παρασκευαῖς τῆς ἡμετέρας πόλεως καὶ τῷ καλῷ κἀγαθῷ στρατηγῷ τί πλέον ὤναντο; οὐχ ἑάλωσαν μὲν τῶν ἄλλων αἴσχιον, ἐσώζοντο δὲ καλὸν ὑπόμνημα τῆς τῶν ἑλόντων πρᾳότητος; Ἀλλʼ εἰ πάσας ἐξαριθμεῖσθαι τὰς πόλεις βουλοίμην, αἳ πρὸς τὰς ὑποδεεστέρας οὐ κατήρκεσαν παρασκευάς, πόσας οἴει μοι βίβλους ἀρκέσειν; τῆς Ῥώμης δὲ ἴσως ἄξιον μνησθῆναι πάλαι ποτὲ χρησαμένης τύχῃ τοιαύτῃ, Γαλατῶν οἶμαι καὶ Κελτῶν ἐς ταὐτὸ πνευσάντων καὶ φερομένων ἐπʼ αὐτὴν καθάπερ χειμάρρους ἐξαίφνης. κατέλαβον μὲν γὰρ τὸν λόφον ἐκεῖνον, οὗ τὸ τοῦ Διὸς ἀφίδρυται βρέτας· γέρροις δὲ καί τισι τοιούτοις οἱονεὶ τείχει φραξάμενοι, πολυπραγμονούντων οὐδὲν προσιέναι τῶν πολεμίων βίᾳ τολμώντων, ἐκράτησαν. Ταύτῃ παραβαλεῖν ἄξιον τῇ πολιορκίᾳ τὴν ἔναγχος τῷ τέλει τῆς τύχης, ἐπεὶ τοῖς γε ἔργοις οὐδεμιᾷ τῶν ὅσαι πάλαι γεγόνασι. τίς γὰρ ἔγνω κυκλουμένην μὲν ὕδασι πόλιν, λόφοις δὲ ἔξωθεν καθάπερ δικτύοις περιβληθεῖσαν, καὶ ποταμὸν ἐπαφιέμενον οἱονεὶ μηχάνημα, συνεχῶς ῥέοντα καὶ προσρηγνύμενον τοῖς τείχεσι, τάς τε ὑπὲρ τῶν ὑδάτων μάχας καὶ ὅσαι περὶ τῷ τείχει κατενεχθέντι γεγόνασιν;
依我之见,即使我不再有任何更崇高的事迹可就您加以称颂,单凭此前所述,也足以表明您在智谋与勇力上超越了以往所有遭遇相同命运之人。因为毫发无损地击退波斯大军,既未弃守一座城池或堡垒,甚至未折损名册上的一名将士,并使围城战取得了如此辉煌且前所未闻的结局——这究竟能与往昔的哪桩伟业相提并论呢?迦太基人在危难之际的勇决名震四方,却以惨祸告终;围绕普拉提亚围城战的种种固然壮烈,但这群可怜的人所经历的不幸却人尽皆知。何必再提麦塞内和皮洛斯呢,他们既未曾顽强抗击,亦未遭强攻破城。而叙拉古人以那位贤哲对抗我们城邦的军备与那位高尚的统帅,又得到了什么额外的好处呢?他们难道不是比其他人更为可耻地陷落,仅仅作为征服者仁慈的见证才得以保全吗?然而,如果我想逐一列举所有未能抵御远逊于此的围城军备的城镇,您认为需要耗费我多少卷书册呢?或许唯有罗马值得一提,它在很久以前也曾遭遇类似的命运——我想,那是高卢人与凯尔特人同气相求,宛如骤降的洪流般向她扑来之时。罗马人占领了供奉朱庇特神像的那座山丘;他们用柳条编织的盾牌等物筑起如同城墙般的屏障,在敌人丝毫不敢图谋强攻逼近的情况下,最终赢得了胜利。 唯有这场围城战,因其命运的最终结局,才配与近来的这场相提并论,因为就实际的战斗本身而言,它是以往发生的一切战事都无法比拟的。有谁曾见识过一座被汪洋环绕、外围又被丘垒如巨网般紧束的城市,河水被如攻城器械般释放,奔流不息地猛烈冲击城垣,以及在水面上展开的激战和围绕塌陷城墙所爆发的一切恶战?
ἐμοὶ μὲν οὖν, ὅπερ ἔφην, ἀπόχρη καὶ ταῦτα· τὰ λειπόμενα δέ ἐστι μακρῷ σεμνότερα. καὶ τυχὸν οὐδαμῶς εὔλογον ἅπαξ ἑλόμενον ἁπάντων ἐς δύναμιν μνησθῆναι τῶν σοι πραχθέντων, ἀκμαζουσῶν ἔτι τῶν πράξεων, ἀφεῖναι τὴν διήγησιν. ὅσα μὲν οὖν ἔτι τοῖς ἔργοις προσκαθήμενος, ὧν μικρῷ πρόσθεν ἐμνήσθην, περὶ τὴν Εὐρώπην διῴκησας, πρεσβείας πέμπων καὶ ἀναλίσκων χρήματα καὶ στρατόπεδα τὰ προσκαθήμενα τοῖς Σκύθαις ἐν Παιονίᾳ ἐκπέμπων, τοῦ μὴ κρατηθῆναι τὸν πρεσβύτην ὑπὸ τοῦ τυράννου προνοῶν,3 πῶς ἄν τις ἐν βραχεῖ λόγῳ παραστῆσαι δύναιτο καὶ πάνυ σπουδάζων; Ἐπεὶ δέ, ἤδη σου πρὸς τὸν πόλεμον ὡρμημένου, οὐκ οἶδα παρ’ ὅτου δαιμόνων ἐξαιρεθεὶς τὸν νοῦν καὶ τὰς φρένας ὁ τέως πιστὸς μενεῖν φύλαξ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ στρατοπέδοις καὶ τοῖς ἄλλοις ἅπασιν ὑπὸ σοῦ περισωζόμενος εἰρήνην ὡμολόγησε τῷ πάντων ἀνθρώπων ἀνοσιωτάτῳ καὶ πολεμίῳ κοινῇ μὲν ἁπάντων, ὁπόσοις εἰρήνης μέλει καὶ τὴν ὁμόνοιαν ἐκ παντὸς στέργουσιν, ἰδίᾳ δὲ σοὶ καὶ πλέον τῶν ἄλλων· οὔτε ἔδεισας τῆς παρασκευῆς τὸ μέγεθος4 οὔτε ἀπίστων ἀνδρῶν ξυμμαχίαν πλέον ἔχειν ὑπέλαβες τῆς ἔμφρονος γνώμης. ἐγκαλῶν δέ, ὡς εἰκός, τῷ μὲν ἀπιστίαν, τῷ δὲ πρὸς ταύτῃ πράξεων ἐναγῶν καὶ παρανόμων τολμήματα, τὸν μὲν εἰς δίκην καὶ κρίσιν ἐπὶ τῶν στρατοπέδων προυκάλεις, τοῦ δὲ κριτὴν ὑπελάμβανες εἶναι τὸν πόλεμον.
因此,正如我所言,仅凭这些便已足矣;然而余下的功业更为崇高。既然我已立意尽力追述您所成就的一切,那么在伟业仍在鼎盛之时便中断叙述,恐怕决非合乎情理之事。因此,当您仍专注于我方才提及的那些战事时,您在欧洲周围所处理的一切——派遣使节、耗费资财、调发驻扎在佩奥尼亚防备斯基泰人的军队,防患于未然,使那位老者不致被僭主制服——即便竭尽全力,又有谁能在简短的篇幅中完全展现呢? 当您已然奔赴战场之时,那个此前曾宣誓保持忠诚守望的人——不知被哪位神明剥夺了神智与理性,且曾蒙您以钱财、军队以及其他一切大力保全——竟然与全人类中最不义之徒握手言和,此人是所有珍视和平、渴求和睦之人的公敌,更是您个人首要的死敌。即便如此,您既不畏惧其军备的庞大规模,亦不认为背信弃义之徒的结盟能压倒明智的谋略。您理所当然地谴责前者背信弃义,谴责后者在此之上更大肆施行亵渎与违法的暴行;您将前者召至军前接受审判与裁决,而将战争视为对后者的审判者。
- 23πρὸς τὸ πάντων ἀποφῆναί σε τῶν ἔμπροσθεν τῆς αὐτῆς σοι μετασχόντων τύχης συνέσει καὶ ῥώμῃ κρατοῦντα
介词短语 πρὸς τὸ 搭配带冠词不定式 ἀποφῆναι,表示目的或结果(“足以证明……”),依附于主句动词 ἀρκεῖ。宾格 σε 为不定式的逻辑主语,分词 κρατοῦντα 作补足语与其保持一致(“证明您超越……”)。属格 πάντων ... τῶν ἔμπροσθεν 则由 κρατοῦντα 所支配。
- 23τὸ γὰρ ἀπαθῶς ὤσασθαι μὲν τὴν Περσῶν δύναμιν ... τίνι χρὴ τῶν ἔμπροσθεν παραβαλεῖν ἔργων;
句首的中性单数定冠词 τό 将包含 ὤσασθαι 和 ἐπιθεῖναι 的两个不定式短语加以名词化,置于句首作为主题。在句法上,该短语作为修辞疑问句 τίνι χρὴ ... παραβαλεῖν ἔργων(“应与往昔何种功业相比较”)中 παραβαλεῖν 的直接宾语。
- 30bτοῦ μὴ κρατηθῆναι τὸν πρεσβύτην ὑπὸ τοῦ τυράννου προνοῶν
带冠词属格不定式 τοῦ μὴ κρατηθῆναι 作为分词 προνοῶν(“防备”、“未雨绸缪”)所支配的属格补足语,表示防范的对象(“防备老者被僭主压制”)。伴随否定词 μή,带有预防与防范的含义。
- 30cἘπεὶ δέ ... οὔτε ἔδεισας τῆς παρασκευῆς τὸ μέγεθος
由 Ἐπεὶ δέ 引导的冗长从属从句一直延伸至 ὁ τέως πιστὸς μενεῖν φύλαξ ἐπαγγελλόμενος ... εἰρήνην ὡμολόγησε,而主句则由 οὔτε ἔδεισας ... οὔτε ... ὑπέλαβες 展开。随后的 ἐγκαλῶν δέ ... 为修饰主句主语(您)的伴随分词短语,对比展现了对二人(τῷ μέν 与 τῷ δέ)的不同应对。
