- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了波斯大军水陆并进围攻尼西比斯却惨遭击退、蒙受甚于薛西斯的耻辱性惨败的过程,以及君士坦提乌斯在巩固胜利后挥师进军欧洲的情形。
Πέρσαι δὲ ἐξ ἐκείνου τὸν καιρὸν τοῦτον παραφυλάξαντες, ὡς ἐξ ἐφόδου τὴν Συρίαν ληψόμενοι, πᾶσαν ἐξαναστήσαντες ἡλικίαν καὶ φύσιν καὶ τύχην ἐφʼ ἡμᾶς ὥρμηντο, ἄνδρες, μειράκια, πρεσβῦται καὶ γυναικῶν πλῆθος καὶ θεραπόντων, οὐ μόνον τῶν πρὸς τὸν πόλεμον ὑπουργιῶν χάριν, ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον.1 διενοοῦντο γὰρ ὡς καὶ τὰς πόλεις καθέξοντες καὶ τῆς χώρας ἤδη κρατήσαντες κληρούχους ἡμῖν ἐπάγειν. κενὰς δὲ ἀπέφηνεν αὐτοῖς τὰς προσδοκίας τῆς παρασκευῆς τῆς σῆς τὸ μέγεθος. ἐπειδὴ γὰρ ἐς πολιορκίαν κατέστησαν, ἐπετειχίζετο μὲν ἡ πόλις κύκλῳ τοῖς χώμασιν, ἐπέρρει δὲ ὁ Μυγδόνιος πελαγίζων τὸ περὶ τῷ τείχει χωρίον, καθάπερ ὁ Νεῖλος, φασί, τὴν Αἴγυπτον. προσήγετο δὲ ἐπὶ νεῶν ταῖς ἐπάλξεσι τὰ μηχανήματα, καὶ ἐπιπλεῖν ἄλλοι διενοοῦντο τοῖς τείχεσιν, ἄλλοι δὲ ἔβαλλον ἀπὸ τῶν χωμάτων τοὺς ἀμυνομένους ὑπὲρ τῆς πόλεως. οἱ δὲ ἐκ τῶν τειχῶν ἤμυνον καρτερῶς τῇ πόλει. μεστὰ δὲ ἦν ἅπαντα σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν, τῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος.2 ἀσπίδες μὲν ἐπενήχοντο βαρβάρων παμπληθεῖς καὶ νεῶν σέλματα συντριβομένων ἐπʼ αὐταῖς τῶν μηχανημάτων. βελῶν πλῆθος ἐπινηχόμενον μικροῦ δεῖν ἐπεῖχεν ἅπαν τὸ μεταξὺ τοῦ τείχους καὶ τῶν χωμάτων. ἐτέτραπτο δὲ ἡ λίμνη πρὸς λύθρον, καὶ κύκλῳ τὸ τεῖχος ἐπήχουν οἰμωγαὶ βαρβάρων ὀλλύντων μὲν οὐδαμῶς, ὀλλυμένων δὲ πολυτρόπως καὶ τιτρωσκομένων ποικίλοις τραύμασι. Τίς ἂν ἀξίως τῶν δρωμένων διηγοῖτο; πῦρ μὲν ἐνίετο ταῖς ἀσπίσιν, ἐξέπιπτον δὲ τῶν ὁπλιτῶν ἡμίκαυτοι πολλοί, ἄλλοι δὲ ἀποδιδράσκοντες τὴν φλόγα τὸν ἐκ τῶν βελῶν οὐκ ἀπέφευγον κίνδυνον· ἀλλʼ οἱ μὲν ἔτι νηχόμενοι τὰ νῶτα τρωθέντες ἐς βυθὸν κατεδύοντο, οἱ δὲ ἐξαλλόμενοι τῶν μηχανημάτων πρὶν ὕδατος ἅψασθαι βληθέντες οὐ σωτηρίαν, κουφότερον δὲ εὗρον τὸν θάνατον. τοὺς δὲ οὐδὲ νεῖν εἰδότας ἀκλεέστερον τῶν πρόσθεν ἀπολλυμένους τίς ἂν ἀξιώσειεν ἀριθμοῦ καὶ μνήμης; ἐπιλείψει με, καθʼ ἕκαστον εἰ πᾶσιν ἐπεξελθεῖν βουλοίμην, ὁ χρόνος· τὸ κεφάλαιον δὲ ἀκούειν ἀπόχρη. ταύτην ἥλιος ἐπεῖδε τὴν μάχην ἄγνωστον ἀνθρώποις τὸν ἔμπροσθεν χρόνον· ταῦτα τὴν παλαιὰν ἀλαζονείαν ἤλεγξε τῶν Μήδων τῦφον ὄντα κενόν· ταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν.3 ὁ μὲν ἐπειρᾶτο πλεῖν καὶ πεζεύειν ἀπεναντίον τῇ φύσει μαχόμενος καί, ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως καὶ θαλάττης ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ δουλεύειν, ἀλλʼ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων. ὁ δὲ ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος, ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον ὄρος ἐγνωκὼς ἀμφικαλύψαι τῇ πόλει, ἐπαφιεὶς δὲ ποταμῶν ῥεύματα καὶ τὰ τείχη διαλύσας οὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται,4 καθάπερ ὁ Ξέρξης ταῖς Ἀθήναις ἐμβαλὼν τὴν φλόγα. ἐπανῄει δὲ τεττάρων μηνῶν ἀναλώσας χρόνον μυριάσι πολλαῖς ἧττον ἀπάγων τὸ στράτευμα, καὶ τὴν ἡσυχίαν ἠγάπησεν ὁ πρόσθεν ἀφόρητος δοκῶν, τὴν σὴν ἀσχολίαν καὶ τὴν τῶν παρ’ ἡμῖν πραγμάτων ταραχὴν ὥσπερ ἔρυμα τῆς αὑτοῦ προβαλλόμενος σωτηρίας. Ταῦτα καταλιπὼν ἐπὶ τῆς Ἀσίας τρόπαια καὶ νίκας, ἐπὶ τὴν Εὐρώπην ἀκμῆτας ἦγες τὸ στράτευμα, τὴν οἰκουμένην ἅπασαν ἐμπλῆσαι τροπαίων ἐγνωκώς.
与此同时,波斯人自那时起便伺机而动,企图一举攻取叙利亚,他们动员了所有年龄、性别与阶层的人向我们扑来:成年男子、青年、老者,以及大批妇人与仆役,这些人不仅是为了战务劳役,更多则是作为累赘冗员相随。因为他们盘算着既将占领城镇,且已掌控该地,便将殖民开拓者迁至我们境内。然而,您防务筹备之宏大,令他们的企图化为泡影。当他们展开围攻时,城镇四周被筑起的堤垒紧紧包围,密格多尼乌斯河泛滥四溢,将城墙周围之地淹成一片泽国,宛如传说中尼罗河之于埃及。攻城器械由船只载运逼近城堞,一部分人企图乘船直冲城墙,另一些人则从堤垒上向守城者投射击打。然而城墙上的守军为捍卫城镇顽强抗击。四处充斥着尸首、残骸、铠甲与飞矢,有的方才下沉,有的此前遭受巨力冲击沉没后,又被波浪浮托上来。无数蛮族的盾牌漂浮在水面,器械在其上被砸毁的船只座板亦随处漂流。浮在水上的大量箭矢几乎遮蔽了城墙与堤垒之间的整片水面。湖水化作了血污,城墙周围回荡着蛮族的惨叫——他们未能杀伤我军分毫,自身却以各种方式丧生,遭受各色创伤。 谁能将眼前所见的情景作相称的描摹?烈火被掷向盾牌,众多重装兵半身焦黑地跌落,其余躲避烈焰者亦未能逃脱箭雨之险;有的在泅渡时背部中箭沉入深渊,有的从器械上一跃而下,尚未沾水便被击中,所得的并非生路,反倒是〔苦痛〕较轻的一死。至于那些甚至连游泳都不会、比前者更加默默无闻而殒命者,又有谁屑于清点与铭记?若欲逐一详述,时间恐将不敷;只闻其梗概便已足够。太阳俯瞰了这场前所未闻的战斗;这些事态证明了米底人自古以来的傲慢不过是虚妄的夸饰;并使此前人们因其招致可耻可鄙的结局而难以置信的薛西斯大军规模,比我们所熟知的事物更为确凿地显露出来。薛西斯与自然抗争,企图逆自然而行舟与进军,且自以为征服了陆地与海洋的法则,最终却败在了一位希腊人的智慧,以及既不习于奢靡亦不甘为奴隶、反知如何作为自由人服从统率并甘冒劳苦的将士之勇力面前。而这位波斯王在物资筹备上虽逊于薛西斯,却更为鲁莽狂悖,其癫狂甚至超过了阿洛阿代兄弟,他几乎要用近旁的整座山峦将城镇掩埋,又决开河川激流冲垮城墙,然而即使城镇失去了城垣防线,他也未能将其攻破,终究未能如薛西斯火焚雅典那般拥有夸耀的资本。在耗费了整整四个月的光阴、折损了数万大军之后,这位昔日看似不可一世的王者不得不欣然接受安宁,将您的无暇他顾与我国内部的动荡作为护庇自身安危的屏障。 您在亚洲留下了这些凯旋标志与胜利之后,便怀着以战功填满整个文明世界的宏愿,统领着不知疲倦的大军向欧洲进发。
- 22ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον
短语 ἐκ περιουσίας 字面意为“出于多余/过剩”,在此作状语,表示“多余地”或“作为无谓的累赘”。πλεῖστον 作名词性或副词性同位成分,说明随军的庞大人群(妇孺仆役等)绝大多数并非出于实战需要,而纯粹是作为多余的赘疣跟从。
- 27cτῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος
此句为修饰前述诸中性名词(σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν)的部分属格结构。τῶν μὲν ... τῶν δέ 构成属格绝对结构,分别与分词 καταδυομένων 及 κουφιζομένων 相应。插入的时间从句中,中性复数分词 κατενεχθέντα 作主语,动词 κατέδυ 为单数形式,符合雅典方言中中性复数主语配单数动词的语法规则。
- 28bταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν
双宾语结构:主句主语为 ταῦτα,谓语动词 κατέστησεν 支配直接宾语 τὸ μέγεθος 与宾语补足语 ἐναργέστερον。被动分词 ἀπιστουμένης τέως 修饰 τῆς Ξέρξου παρασκευῆς,并引出间接疑问从句 εἰ...(由阴性形式 τοσαύτη γενομένη 可知其主语为 παρασκευή)。整句骨架为:“这些事态使得此前因是否如此巨大却落得可耻结局而受人怀疑的薛西斯大军规模,比我们熟知的事物更加确凿地显露出来。”
- 28dοὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται
ἀτειχίστου τῆς πόλεως 既可看作属格绝对结构(“即使该城已无城墙”),亦可视为支配属格的动词 περιγενόμενος(“战胜、征服”)的属格宾语。οὐδὲ ... ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται 是带有虚拟语气关系从句的否定惯用句型,意为“他没有任何可以借以自夸的事物”。
