← 朱利安

君士坦提乌斯颂

§20-21

辛加拉战局收尾与西征讨逆之决断

作者论证了辛加拉战役收尾时皇帝的英勇指挥防止了溃败并使敌人毫无实际战果,随后话题转入西方高卢叛乱、君士坦斯被刺以及僭主崛起的危局,叙述了皇帝巩固东方要塞后亲征讨逆的决断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

τοῦτο τέλος τῆς μάχης ἐκείνης γέγονε, τρεῖς μὲν ἢ τέτταρας ἀφελομένης τῶν παρ’ ἡμῖν, Παρθυαίων δὲ τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον, ἁλόντα πρότερον, καὶ τῶν ἀμφʼ αὐτὸν παμπληθεῖς ξυνδιαφθειράσης.1 τούτοις δὲ ἅπασι δρωμένοις ὁ μὲν τῶν βαρβάρων ἡγεμὼν οὐδὲ ὄναρ παρῆν· οὐδὲ γὰρ ἐπέσχε τὴν φυγὴν πρὶν ἢ κατὰ νώτου τὸν ποταμὸν ἐποιήσατο· αὐτὸς δὲ διέμενες ἐν τοῖς ὅπλοις δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἁπάσης, συμμετέχων μὲν τοῖς κρατοῦσι τῶν ἀγωνισμάτων, τοῖς πονοῦσι δὲ ἐπαρκῶν διὰ ταχέων. ὑπὸ δὲ τῆς ἀνδρείας καὶ τῆς εὐψυχίας εἰς τοσοῦτον τὸν ἀγῶνα μετέστησας, ὥστε αὐτοὺς μὲν ἐπὶ τὴν αὑτῶν τῆς ἡμέρας ἐπιλαβούσης ἀσμένως ἀποσώζεσθαι, ἀναχωρεῖν δὲ ἐκ τῆς μάχης, ἑπομένου σου, καὶ τοὺς τραυματίας· οὕτω τὸ δέος πᾶσιν ἀνῆκας τῆς φυγῆς. ποῖον οὖν ἥλω φρούριον; τίς δὲ ἐπολιορκήθη πόλις; τίνος δὲ ἀποσκευῆς οἱ πολέμιοι κρατήσαντες ἔσχον ἐφʼ ὅτῳ σεμνύνωνται μετὰ τὸν πόλεμον; Ἀλλʼ ἴσως, φήσει τις, τὸ μηδέποτε τῶν πολεμίων ἧττον ἔχοντα ἀπελθεῖν εὐτυχὲς καὶ εὔδαιμον ἡγητέον, τὸ δὲ ἀντιστῆναι τῇ τύχῃ ῥωμαλεώτερον καὶ μείζονος ἀρετῆς ὑπάρχει σημεῖον. Τίς μὲν γὰρ ἀγαθὸς κυβερνήτης ἐν εὐδίᾳ τὴν ναῦν κατευθύνων, γαλήνης ἀκριβοῦς κατεχούσης τὸ πέλαγος; τίς δὲ ἡνίοχος ἅρματος δεξιὸς ἐν ὁμαλῷ καὶ λείῳ χωρίῳ εὐπειθεῖς καὶ πρᾴους καὶ ταχεῖς ἵππους ζευξάμενος, εἶτα ἐν τούτοις ἐπιδεικνύμενος τὴν τέχνην; πόσῳ δὲ ἀμείνων νεὼς μὲν ἰθυντὴρ ὁ καὶ τὸν μέλλοντα χειμῶνα προμαθὼν καὶ προαισθόμενος καὶ πειραθείς γε τοῦτον ἐκκλῖναι, εἶτα δι’ ἁσδηποτοῦν αἰτίας ἐμπεσὼν καὶ διασώσας ἀπαθῆ τὴν ναῦν αὐτῷ φόρτῳ;2 ἅρματος δʼ ἐπιστάτης ὁ καὶ πρὸς χωρίων ἀγωνιζόμενος τραχύτητα καὶ τοὺς ἵππους μετατιθεὶς ἅμα καὶ βιαζόμενος, ἤν τι πλημμελῶσιν; ὅλως δὲ οὐδεμίαν ἄξιον τέχνην μετὰ τῆς τύχης ἐξετάζειν, ἀλλʼ αὐτὴν ἐφʼ αὑτῆς σκοπεῖν. οὐδὲ στρατηγὸς ἀμείνων ὁ Κλέων Νικίου, ἐπειδὴ τὰ περὶ τὴν Πύλον ηὐτύχησεν, οὐδʼ ἄλλος οὐδεὶς τῶν τύχῃ μᾶλλον ἢ γνώμῃ κρατούντων. ἐγὼ δὲ εἰ μὴ καὶ τὴν τύχην τὴν σὴν ἀμείνω καὶ δικαιοτέραν τῆς τῶν ἀντιταξαμένων, μᾶλλον δὲ τῆς ἁπάντων ἀνθρώπων κρατίστην φήσαιμι, ἀδικεῖν ἂν εἰκότως δοκοίην, τὴν μὴ παρασχοῦσαν τοῖς πολεμίοις αἰσθέσθαι τὸ πλεονέκτημα. χρὴ γὰρ οἶμαι τὸν δικαίως ὑπὲρ τῶν ῥηθέντων κρινοῦντα τὸ μὲν ἐλάττωμα τῇ τοῦ πνίγους ἀνανταγωνίστῳ ῥώμῃ λογίζεσθαι, τὸ δὲ εἰς ἴσον καταστῆσαι τοὺς πολεμίους ταῖς συμφοραῖς τῆς σῆς ἀρετῆς ἔργον ὑπολαβεῖν, τὸ δὲ τῶν μὲν οἰκείων αἰσθέσθαι συμφορῶν, ἀγνοῆσαι δὲ τὰ κατορθώματα τῆς ἀγαθῆς τύχης ἔργον λογίζεσθαι.

这便是那场战役的结局。此役我军仅折损三四人,而帕提亚方面不仅折损了那位早已被俘、原本作为王位继承人抚养的王子,其身旁无数的亲随亦一同覆灭。在这一切发生之际,蛮族的统帅连在梦中都不曾现身,因为他直到将大河置于身后才停止奔逃。而您自身却整日整夜披甲执锐,既与占优势的将士同享战功,又迅速为陷入苦战的人们提供支援。凭借您的英勇与果敢,您扭转了战局,以至于拂晓之时,敌人庆幸地逃回己方领地,甚至负伤之人也在您的护卫追随下撤离战场;您就这样消除了所有人对败退的恐惧。那么,究竟有哪座要塞被攻破?有哪座城镇被围困?敌人又缴获了何等辎重,以至于战后可以借此夸耀自矜? 然而或许有人会说,未曾在敌人面前落入下风而安然撤离,固然应当视为幸运与福祉;但在厄运面前岿然屹立,才更为坚韧,更是卓越德能的明证。 因为,当风和日丽、海面波澜不惊之际驾引舟船,又算得上什么优秀的舵手?在平坦顺畅之地套上驯服、温顺而迅捷的骏马,并在此等境况下炫耀技艺,又算得上什么娴熟的御者?而一位船舶的领航员,若能预知且察觉即将来临的风暴并力图规避,随后无论因何种缘故卷入风暴之中,却能使船只连同货物完好无损地脱险,他岂不更为卓越!一位战车的统驭者,若能与崎岖坎坷的地势搏斗,并在马匹失蹄违拗时加以纠正和驾驭,他岂不更为出众!总之,绝不应当将任何技艺与运气混为一谈来评判,而应当就其本身进行考察。克里昂并未因在皮洛斯战事中侥幸取胜就成了比尼西阿斯更优秀的将领,其他任何凭运气而非凭智谋克敌制胜者亦是如此。而我若不断言您的运气比敌人的更为优越、更为公正,甚至堪称全人类中最强大者,那我理当被视作有失公允,因为正是这种运气未曾让敌人意识到自己的优势。在我看来,凡公正评判上述事实者,皆应当将挫败归咎于酷暑难当的威力,将使敌人陷入同等灾难视为您卓越德能的成果,而将敌人仅察觉自身的不幸却未能识破战果归结为善运的作用。

§21

Ἀλλʼ ὅπως μὴ μακρότερα περὶ τούτων λέγων τὸν ὑπὲρ τῶν μειζόνων καιρὸν ἀναλώσω, πειράσομαι λοιπὸν τὸ μετὰ τοῦτο περιστὰν ἡμᾶς τῶν πραγμάτων πλῆθος διεξιέναι καὶ τῶν κινδύνων τὸ μέγεθος, καὶ ὅπως ἅπασιν ἀντισχὼν τυράννων μὲν πλῆθος, βαρβάρων δὲ ἐτρέψω δυνάμεις. ἦν μὲν γὰρ ὁ χειμὼν ἐπʼ ἐξόδοις ἤδη, ἕκτον που μάλιστα μετὰ τὸν πόλεμον ἔτος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἧκε δὲ ἀγγέλλων τις, ὡς Γαλατία μὲν συναφεστῶσα τῷ τυράννῳ ἀδελφῷ τῷ σῷ ἐβούλευσέ τε καὶ ἐπετέλεσε τὸν φόνον,3 εἶτα ὡς Ἰταλία καὶ Σικελία κατείληπται, τὰ δὲ ἐν Ἰλλυριοῖς στρατόπεδα ταραχωδῶς ἔχει καὶ βασιλέα σφῶν ἀπέδειξε τὸν τέως στρατηγὸν ἀντισχεῖν ἐθέλοντα πρὸς τὴν ἄμαχον δοκοῦσαν τῶν τυράννων φοράν. ἱκέτευε δὲ αὐτὸς οὗτος χρήματα πέμπειν καὶ δύναμιν τὴν βοηθήσουσαν, σφόδρα ὑπὲρ αὑτοῦ δεδιὼς καὶ τρέμων, μὴ πρὸς τῶν τυράννων κρατηθείη. καὶ τέως μὲν ἐπηγγέλλετο τὰ προσήκοντα δράσειν, οὐδαμῶς αὑτὸν ἀξιῶν τῆς ἀρχῆς, ἐπίτροπον δὲ οἶμαι πιστὸν καὶ φύλακα παρέξειν ἐπαγγελλόμενος· ἔμελλε δὲ οὐκ εἰς μακρὰν ἄπιστος φανεῖσθαι καὶ δίκην ὑφέξειν καίτοι φιλάνθρωπον. ταῦτα πυθόμενος οὐκ ᾤου δεῖν ἐν ῥᾳστώνῃ πολλῇ τὸν χρόνον ἀναλίσκειν μάτην. ἀλλὰ τὰς μὲν ἐπὶ τῇ Συρίᾳ πόλεις μηχανημάτων καὶ φρουρᾶς καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς ἐμπλήσας, καὶ ἀπὼν ἀρκέσειν τοῖς τῇδε προσεδόκησας, αὐτὸς δὲ ἐπὶ τοὺς τυράννους ὁρμᾶν ἐβουλεύου.

但是,为了不因在此事上多费唇舌而耗尽论述更重大主题的宝贵时机,我接下来将尝试详述此后包围我们的纷繁变故与险境的艰巨,以及您如何抵御了一切,击溃了成群的僭主并瓦解了蛮族的大军。当时冬日已近尾声,距我刚才提及的那场战争大约已是第六个年头。此时有人前来说报:高卢已与僭主沆瀣一气发起叛乱,谋划并实施了谋害您兄弟的暴行;接着是意大利与西西里相继沦陷;而伊利里亚的军团局势动荡,推举了昔日的将领为帝,意图抗击僭主们那看似不可阻挡的猖獗攻势。此人自身因极度恐惧颤栗,唯恐被僭主击溃,便哀求派遣财物并提供援军。在此期间,他曾承诺恪尽职守,绝不敢妄自窃取大权,而是信誓旦旦要充当忠实的代理人与守卫者;然而不久之后他注定会暴露出不忠的面目,并受到惩处,尽管那是颇为宽大的惩处。闻知这些事,您认为绝不能在闲暇安逸中徒然虚掷光阴。于是,您让叙利亚境内的各城镇充备攻防器械、守军、粮食及其他军需物资,预料即便自身不在也足以确保当地安宁,随后您亲自定计挥师讨伐僭主。

语法注3 条
  1. 20τρεῖς μὲν ἢ τέτταρας ἀφελομένης τῶν παρ’ ἡμῖν, Παρθυαίων δὲ τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον, ἁλόντα πρότερον, καὶ τῶν ἀμφʼ αὐτὸν παμπληθεῖς ξυνδιαφθειράσης

    一致分词结构。阴性单数属格分词 ἀφελομένης 与 ξυνδιαφθειράσης 与前文的属格名词短语 τῆς μάχης ἐκείνης(那场战役)一致,补充说明该战役。介词短语 τῶν παρʼ ἡμῖν 起部分属格作用,修饰宾格 τρεῖς ἢ τέτταρας(三四人)。后半句中的 τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον 为名词化词组,指代作为王位继承人抚养的波斯王子,与 παμπληθεῖς(受部分属格 τῶν ἀμφʼ αὐτόν 修饰)一同作为 ξυνδιαφθειράσης 的直接宾语。

  2. 25cαὐτῷ φόρτῳ

    伴随/统括与格(sociative dative)。代词 αὐτός 的与格与名词与格搭配,构成表示“连同……一起”、“连带……”的希腊语固定惯用句式(类似于 αὐτοῖς ἀνδράσιν 等表达),此处表示将船只“连同船货一并”安然带回。

  3. 26cἀδελφῷ τῷ σῷ ἐβούλευσέ τε καὶ ἐπετέλεσε τὸν φόνον

    受害与格(dative of disadvantage)。动词 βουλεύω(谋划)与 ἐπιτελέω(实施)支配直接宾语 τὸν φόνον(谋杀),而与格 ἀδελφῷ τῷ σῷ 则指承受害处的对象(“针对您的兄弟”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:20-21