← 朱利安

君士坦提乌斯颂

§18-19

辛加拉战役中皇帝的统帅与将士的失控

演说者提及辛加拉战役,阐明皇帝在恶劣气候与险阻环境下的卓越德能,并详述了蛮族统帅仓皇溃逃、罗马将士抗命冒进追击攻破敌垒却终因饥渴失控而自毁胜局的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Ἀλλʼ ὅπως μή τις ὑπολάβῃ με τούτων μὲν ἡδέως μεμνῆσθαι τῶν ἔργων, ὀκνεῖν δὲ ἐκεῖνα, περὶ ἃ καὶ τοῖς πολεμίοις πλεονεκτῆσαι παρέσχεν ἡ τύχη, μᾶλλον δὲ ἡ χώρα τὴν ἐκ τοῦ καιροῦ προσλαβοῦσα ῥοπήν, ὡς αἰσχύνην ἡμῖν, οὐχὶ δὲ ἔπαινον καὶ τιμὴν φέροντα, καὶ ὑπὲρ τούτων πειράσομαι δηλῶσαι διὰ βραχέων, οὐ πρὸς τὸ λυσιτελέστατον ἐμαυτῷ τοὺς λόγους πλάττων, τὴν ἀλήθειαν δὲ ἀγαπῶν ἐν πᾶσιν. ἧς εἴ τις ἑκὼν ἁμαρτάνοι, τὴν ἐκ τοῦ κολακεύειν αἰσχύνην οὐδαμῶς ἐκφεύγει, προστίθησι δὲ τοῖς ἐπαινουμένοις τὸ δοκεῖν μηδʼ ὑπὲρ τῶν ἄλλων εὖ ἀκούειν κατὰ τὴν ἀξίαν· ὃ παθεῖν εὐλαβησόμεθα. δείξει δὲ ὁ λόγος αὐτός, εἰ μηδαμοῦ τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τετίμηκεν. οὐκοῦν εὖ οἶδα, ὅτι πάντες ἂν μέγιστον φήσειαν πλεονέκτημα τῶν βαρβάρων τὸν πρὸ τῶν Σιγγάρων πόλεμον. ἐγὼ δὲ ἐκείνην τὴν μάχην ἴσα μὲν ἐνεγκεῖν τοῖς στρατοπέδοις τὰ δυστυχήματα, δεῖξαι δὲ τὴν σὴν ἀρετὴν περιγενομένην τῆς ἐκείνων τύχης φαίην ἂν εἰκότως, καὶ ταῦτα στρατοπέδῳ χρησαμένου1 θρασεῖ καὶ τολμηρῷ καὶ πρὸς τὴν ὥραν καὶ τὴν τοῦ πνίγους ῥώμην οὐχ ὁμοίως ἐκείνοις συνήθει. ὅπως δὲ ἕκαστον ἐπράχθη, διηγήσομαι.

然而,为了不使任何人以为我只乐于追念那些辉煌的功绩,却对命运让敌人占了上风的事变——或者更确切地说,是因时令而获得决定性影响的地势使敌人得利之事——避而不谈,仿佛那些事情为我们带来的是羞耻而非赞美与荣耀,我也将尝试对此作简要的陈述;我绝不为了迎合自身的私利而编造言辞,而是在万事中恪守对真理的热爱。若有人蓄意背离真理,他便决无法逃脱逢迎谄媚带来的耻辱,而且还会让被称赞之人蒙受猜忌,仿佛他们在其他方面享有的盛誉也名不副实;我们将竭力避免陷入这种境地。拙作自会证明,我是否曾将虚假置于真理之上。我深知,众人皆会声称辛加拉城前的那场战役是蛮族人所取得的最大胜利。然而我却合乎情理地断言,那一战给双方大军带来了同等的不幸,但它却证明了您的卓越德能压倒了他们的侥幸命运,更何况您当时统率的是一支虽勇猛果敢、却不像敌人那样适应酷热时令与窒息般酷暑的军队。事情究竟如何发生,我当细细道来。

§19

θέρος μὲν γὰρ ἦν ἀκμάζον ἔτι, συνῄει δὲ ἐς ταὐτὸν τὰ στρατόπεδα πολὺ πρὸ τῆς μεσημβρίας. ἐκπληττόμενοι δὲ οἱ πολέμιοι τὴν εὐταξίαν καὶ τὸν κόσμον καὶ τὴν ἡσυχίαν, αὐτοὶ δὲ πλήθει θαυμαστοὶ φανέντες, ἤρχετο μὲν οὐδεὶς τῆς μάχης, τῶν μὲν εἰς χεῖρας ἰέναι πρὸς οὕτω παρεσκευασμένην δύναμιν ὀκνούντων, τῶν δὲ περιμενόντων ἐκείνους ἄρχειν, ὅπως ἀμυνόμενοι μᾶλλον ἐν πᾶσιν, οὐχὶ δὲ αὐτοὶ πολέμου μετὰ τὴν εἰρήνην ἄρχοντες φανεῖεν. τέλος δὲ ὁ τῆς βαρβαρικῆς ἐκείνης δυνάμεως ἡγεμών, μετέωρος ἀρθεὶς ὑπὲρ τῶν ἀσπίδων καὶ καταμαθὼν τὸ πλῆθος ἐν τάξει, οἷος ἐξ οἵου γέγονε καὶ ποίας ἀφίει φωνάς; προδεδόσθαι βοῶν καὶ τοὺς ὑπὲρ τοῦ πολέμου πείσαντας αἰτιώμενος, φεύγειν ᾤετο χρῆναι διὰ τάχους καὶ τοῦτο μόνον οἱ πρὸς σωτηρίαν ἀρκέσειν, εἰ φθήσεται τὸν ποταμὸν διαβῆναι, ὅσπερ ἐστὶ τῆς χώρας ἐκείνης πρὸς τὴν ἡμετέραν ὅρος ἀρχαῖος. ταῦτα διανοηθεὶς ἐκεῖνος πρῶτον ἐπὶ πόδα σημαίνει τὴν ἀναχώρησιν, καὶ κατʼ ὀλίγον προστιθεὶς τῷ τάχει τέλος ἤδη καρτερῶς ἔφευγεν, ἔχων ὀλίγους ἱππέας ἀμφʼ αὑτόν, τὴν δύναμιν ἅπασαν τῷ παιδὶ καὶ τῷ πιστοτάτῳ τῶν φίλων ἐπιτρέψας ἄγειν. ταῦτα ὁρῶντες τὸ στράτευμα καὶ χαλεπαίνοντες,2 ὅτι μηδεμίαν ὑπέσχον τῶν τετολμημένων δίκην, ἐβόων ἄγειν ἐπʼ αὐτούς, καὶ κελεύοντος σοῦ μένειν ἀχθόμενοι μετὰ τῶν ὅπλων ἔθεον ὡς ἕκαστος εἶχε ῥώμης τε καὶ τάχους, ἄπειροι μὲν ὄντες αὐτοὶ τέως τῆς σῆς στρατηγίας, εἰς δὲ τὴν ἡλικίαν ὁρῶντες ἄμεινον αὑτῶν τὸ συμφέρον κρίνειν ἧττον ἐπίστευον· καὶ τῷ πολλὰς συγκατειργάσθαι τῷ πατρὶ τῷ σῷ μάχας καὶ κρατῆσαι πανταχοῦ τὸ δοκεῖν ἀηττήτους εἶναι συνηγωνίζετο. τούτων δὲ οὐδενὸς ἔλαττον τὸ παρεστὼς Παρθυαίων δέος ἐπῆρεν ὡς οὐκ ἀγωνισαμένους πρὸς τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς τὴν χώραν αὐτήν, καὶ εἴ τι μεῖζον ἔξωθεν προσπίπτοι, καὶ τούτου πάντως κρατήσοντας.3 ταχέως οὖν ἑκατὸν μεταξὺ στάδια διαδραμόντες ἐφειστήκεσαν ἤδη Παρθυαίοις εἰς τὸ τεῖχος καταπεφευγόσιν, ὃ πρότερον ἤδη πεποίητο σφίσιν ὥσπερ στρατόπεδον. ἑσπέρα δὲ ἦν λοιπὸν καὶ ὁ πόλεμος αὐτόθεν ξυνερρήγνυτο. καὶ τὸ μὲν τεῖχος αἱροῦσιν εὐθέως τοὺς ὑπὲρ αὐτοῦ κτείναντες· γενόμενοι δὲ εἴσω τῶν ἐρυμάτων πολὺν μὲν ἠρίστευον χρόνον, ὑπὸ δὲ τοῦ δίψους ἀπειρηκότες ἤδη καὶ λάκκοις ὕδατος ἐντυχόντες ἔνδον, τὴν καλλίστην νίκην διέφθειραν καὶ τοῖς πολεμίοις παρέσχον ἀναμαχέσασθαι τὸ πταῖσμα.

盖当时正值盛夏,两军在正午之前很久便在同一地点相遇。敌人惊骇于我军的严整军纪、肃穆秩序与沉着寂静,而他们自身也以庞大的数量展现出惊人的阵势;然而双方皆未率先交战,一方畏惧与装备如此精良的大军正面接战,另一方则等待对方先行发动,以便在万事中显得更是在自卫御敌,而非和平之后由己方挑起战端。最终,那支蛮族军队的统帅被高高举过盾牌,看清了我军整肃的军容之后,他究竟变成了何等失魂落魄的模样,又发出了怎样的呼号!他大呼自己遭到了背叛,责难那些劝他开战的人,认为唯有速速逃离方为上策,而且只要能抢先渡过那条作为彼邦与我境自古以来分界的大河,便足以保全性命。打定主意之后,他起初下令步步后撤,随后逐渐加快步伐,最终与身边的少数骑兵一同仓皇狂奔,将整支大军的统帅权交由其子与最忠实的朋友执掌。我军将士目睹此景,因敌人犯下猖獗暴行却未受任何惩罚而义愤填膺,高呼向他们进军;尽管您下令按兵不动,他们却心怀怨懑,披坚执锐,各自凭着体力和速度飞奔追击。他们当时尚未熟知您的统帅才能,看着您的年纪,便不太相信您能比他们自己更懂得利害得失;此外,他们自视不可战胜的念头,也配合曾随您的先父身经百战且无往不胜的经历起了推动作用。而同样重要的是,帕提亚人当下的恐惧激起了他们的狂妄,使他们自以为不仅是在同敌兵搏杀,甚至是在征服这片土地本身,即便外部降临任何更大的磨难,他们也必定能完全克敌制胜。于是,他们飞速疾驰穿过相隔的一百斯塔德路程,旋即逼近了逃入营垒中的帕提亚人——那原是敌人早先修建如同军营般的壁垒。此时天色已晚,战斗随即爆发。我军斩杀了防守营垒的敌军,立即攻克了营壁;但进入工事之后,他们虽奋战良久、屡建奇功,却终因口渴难耐而精疲力竭,加之在营内撞见了储水池,便自毁了大好胜局,给敌人提供了挽回败局的机会。

语法注3 条
  1. 23bκαὶ ταῦτα στρατοπέδῳ χρησαμένου

    由 καὶ ταῦτα(“而且是……”)引导的属格绝对结构。属格分词 χρησαμένου 的逻辑主语呼应了前句 τὴν σὴν ἀρετὴν 中暗含的第二人称单数主语,在语境中带有让步色彩,强调尽管统率着不适应当地酷暑的军队,却依然展现了超凡的军事才能。

  2. 24aταῦτα ὁρῶντες τὸ στράτευμα καὶ χαλεπαίνοντες

    依意义一致(constructio ad sensum)的语法现象。语法主语虽为中性单数集合名词 τὸ στράτευμα(军队),但修饰它的分词却采用了指代个别将士的阳性复数形式(ὁρῶντες, χαλεπαίνοντες),后文的谓语动词 ἐβόων 与 ἔθεον 亦承接了这一复数一致关系。

  3. 24bὡς οὐκ ἀγωνισαμένους πρὸς τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς τὴν χώραν αὐτήν, καὶ εἴ τι μεῖζον ἔξωθεν προσπίπτοι, καὶ τούτου πάντως κρατήσοντας

    由小词 ὡς 引导的分词结构,与及物动词 ἐπῆρεν 暗含的宾语(士兵们)一致,用于表达士兵们的主观确信与臆断(“自以为……”、“仿佛……”)。不定过去时分词 ἀγωνισαμένους 与将来时分词 κρατήσοντας 并列,揭示了他们盲目自负的心理根源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:18-19