- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者陈述了皇帝功业的宏大以及自身背景带来的审慎迟疑,表明自己不依赖修辞浮饰或诗意虚构,而是以朴素的事实叙述来颂扬皇帝,以此展开序言。
Πάλαι με προθυμούμενον, ὦ μέγιστε βασιλεῦ, τὴν σὴν ἀρετὴν καὶ πράξεις ὑμνῆσαι καὶ τοὺς πολέμους ἀπαριθμήσασθαι, καὶ τὰς τυραννίδας ὅπως ἀνῄρηκας, τῆς μὲν λόγῳ καὶ πειθοῖ τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις κρατήσας,1 τὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως διαμαρτεῖν δόξαι.2 τοῖς μὲν γὰρ περὶ τοὺς πολιτικοὺς ἀγῶνας καὶ τὴν ποίησιν διατρίβουσιν οὐδὲν θαυμαστὸν εἰ ῥᾳδίως ἔξεστιν ἐγχειρεῖν τοῖς ἐπαίνοις τῶν σοι πραχθέντων· περίεστι γὰρ αὐτοῖς ἐκ τῆς τοῦ λέγειν μελέτης καὶ τῆς πρὸς τὰς ἐπιδείξεις συνηθείας τὸ θαρσεῖν ἐν δίκῃ. ὅσοι δὲ τοῦ μὲν τοιούτου μέρους κατωλιγώρησαν, ὥρμησαν δʼ ἐφʼ ἕτερον παιδείας εἶδος καὶ λόγων ξυγγραφὴν οὐ δήμῳ κεχαρισμένην οὐδʼ ἐς θέατρα παντοδαπὰ τολμῶσαν ἀποδύεσθαι, πρὸς τὰς ἐπιδείξεις ἔχοιεν ἂν εἰκότως εὐλαβεστέρως. ἔστι γὰρ οὐκ ἄδηλον τοῦθʼ ὅτι τοῖς μὲν ποιηταῖς Μοῦσαι καὶ τὸ δοκεῖν ἐκεῖθεν ἐπιπνεομένους τὴν ποίησιν γράφειν ἄφθονον παρέχει τὴν ἐξουσίαν τοῦ πλάσματος· τοῖς ῥήτορσι δὲ ἡ τέχνη τὴν ἴσην παρέσχεν ἄδειαν, τὸ μὲν πλάττειν ἀφελομένη, τὸ δὲ κολακεύειν οὐδαμῶς ἀπαγορεύσασα, οὐδὲ αἰσχύνην ὁμολογουμένην τῷ λέγοντι τὸ ψευδῶς ἐπαινεῖν τοὺς οὐκ ἀξίους ἐπαίνου κρίνασα. ἀλλʼ οἱ μὲν ἐπειδὰν καινόν τινα μῦθον καὶ μηδέπω τοῖς πρόσθεν ἐπινοηθέντα φέρωσιν αὐτοὶ ξυνθέντες, τῷ ξένῳ τοὺς ἀκούοντας ψυχαγωγήσαντες πλέον θαυμάζονται· οἱ δὲ τῆς τέχνης ἀπολαῦσαί φασιν ἐν τῷ δύνασθαι περὶ τῶν μικρῶν μειζόνως διελθεῖν, καὶ τὸ μέγεθος ἀφελεῖν τῶν ἔργων τῷ λόγῳ, καὶ ὅλως ἀντιτάττειν τῇ τῶν πραγμάτων φύσει τὴν δύναμιν τῶν λόγων. Ἐγὼ δὲ εἰ μὲν ἑώρων ταύτης ἐμαυτὸν ἐπὶ τοῦ παρόντος ἐν χρείᾳ τῆς τέχνης, ἦγον ἂν τὴν προσήκουσαν ἡσυχίαν τοῖς ἀμελετήτως ἔχουσι τῶν τοιούτων λόγων, παραχωρῶν τῶν σῶν ἐγκωμίων ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐμνήσθην. ἐπεὶ δὲ ἅπαν τοὐναντίον ὁ παρὼν ἀπαιτεῖ λόγος τῶν πραγμάτων ἁπλῆν διήγησιν οὐδενὸς ἐπεισάκτου κόσμου δεομένην, ἔδοξε κἀμοὶ προσήκειν, τοῦ ἀξίως διηγήσασθαι τῶν ἔργων ἀνεφίκτου καὶ τοῖς προλαβοῦσιν ἤδη φανέντος. ἅπαντες γὰρ σχεδὸν οἱ περὶ παιδείαν διατρίβοντές σε ἐν μέτρῳ καὶ καταλογάδην ὑμνοῦσιν, οἱ μὲν ἅπαντα περιλαβεῖν ἐν βραχεῖ τολμῶντες, οἱ δὲ μέρεσιν αὑτοὺς ἐπιδόντες τῶν πράξεων ἀρκεῖν ᾠήθησαν, εἰ τούτων τῆς ἀξίας μὴ διαμάρτοιεν. ἄξιον δὲ ἄγασθαι τὴν προθυμίαν τῶν ἀνδρῶν ἁπάντων, ὅσοι τῶν σῶν ἐπαίνων ἥψαντο. οἱ μὲν γάρ, ὅπως μηδὲν ὑπὸ τοῦ χρόνου τῶν σοι πραχθέντων ἀμαυρωθείη, τὸν μέγιστον ὑποδῦναι πόνον ἐτόλμησαν, οἱ δέ, ὅτι τοῦ παντὸς διαμαρτήσειν ἤλπιζον, τὴν αὑτῶν γνώμην ἐν μέρει προύφηναν, ἄμεινον τοῦ τῆς σιωπῆς ἀκινδύνου γέρως κρίναντες κατὰ δύναμίν σοι τῶν οἰκείων πόνων ἀπάρξασθαι. Εἰ μὲν οὖν καὶ αὐτὸς εἷς ὢν ἐτύγχανον τῶν τοὺς ἐπιδεικτικοὺς ἀγαπώντων λόγους, ἐχρῆν ἐντεῦθεν ἄρχεσθαι τῆς ὑποθέσεως, τὴν ἴσην εὔνοιαν ἀπαιτήσαντα3 τῆς ὑπαρχούσης ἤδη σοι παρ’ ἡμῶν καὶ δεηθέντα τῶν λόγων ἀκροατὴν εὐμενῆ γενέσθαι, οὐχὶ δὲ ἀκριβῆ καὶ ἀπαραίτητον κριτὴν καταστῆναι. ἐπεὶ δὲ ἐν ἄλλοις μαθήμασι τραφέντες καὶ παιδευθέντες, καθάπερ ἐπιτηδεύμασι καὶ νόμοις, ἀλλοτρίων κατατολμᾶν ἔργων δοκοῦμεν οὐκ ὀρθῶς, μικρά μοι δοκεῖ χρῆναι καὶ περὶ τούτων δηλῶσαι, οἰκειοτέραν ἀρχὴν προθέντα τοῦ λόγου.
至尊的陛下,长久以来我虽渴望颂扬您的德行与功绩,历数您的战事,以及您如何消灭了僭主统治——通过言辞和劝诱使一处僭主的卫士背离,又以武力制服了另一处——然而那些功业的宏大却阻止了我;这并非因为我认为言辞略微逊色于功绩是可怕的,而是因为我判定被认为完全脱离了主题才是可怕的。对于那些从事法庭论辩与诗歌创作的人而言,能够轻易着手称颂您的所作所为并不足为奇;因为凭借演说的操练和对表演性演说的熟稔,他们理所当然地拥有充沛的自信。然而,凡是轻视这一门类,而投身于另一种教养、致力于不取悦于民众也不敢在各类剧场中赤身角逐的言辞写作的人,对待展示性演说自然会怀有更多的审慎。因为显而易见的是,缪斯以及被视为受其灵感启发而作诗的声誉,赋予了诗人虚构的充裕自由;而修辞技艺虽剥夺了虚构,却绝不禁止谄媚,也并不认为虚妄地赞美不配得赞美之人对于演说者而言是公认的耻辱,从而赋予了演说家同等的特权。不仅如此,诗人们一旦拿出自己编排的、前人未曾想到的新颖神话,以其奇特引人入胜,便会受到更多的赞赏;而演说家们则宣称,其技艺的妙处正在于能够以更为宏大的方式阐述微小之事,以言辞削夺功业的伟力,概言之就是以言辞的力量来抗衡事物的本性。 至于我,如果在眼下看到自己需要这种技艺,我本会保持那些不谙此类言辞之人应有的沉静,将对您的颂扬让给不久前我所提及的那些人。然而,由于当前的言论要求恰恰相反,它所寻求的是对事迹的单纯叙述,不需要任何外来的藻饰,因此在我看来,着手此事也是适宜的,纵使对功绩作出相称的叙述对先驱者而言也已然是不可企及的。因为几乎所有潜心于学问的人都在用韵文或散文歌颂您,有些人敢于在简短的篇幅中囊括一切,另一些人则投身于您事迹的某些部分,认为只要不辱没这些部分的价值便已足够。凡是着手称颂您的人,其热忱都值得赞叹。因为有些人为了使您所成就的一切不致被岁月湮没,敢于承担最大的辛劳;而另一些人则预料自己无法驾驭全貌,因而部分地展现了自己的想法,认为根据自己的能力将自身辛劳的初熟之果奉献给您,胜过享受沉默这种毫无风险的特权。 因此,如果我自己也是那些喜爱表演性演说的人之一,本该从这里开始切入主题,要求获得与我们对您已怀有的同样善意,并恳求您成为言辞的宽厚倾听者,而非严苛不贷的裁判者。然而,由于我们在其他学问中受到熏陶和教育,正如在不同的习俗与法度之中一样,我们似乎被不公正地视作胆敢涉足他人的事务;因此在我看来,也有必要就此略作阐明,为这篇演说奠定一个更为切合的开端。
- 1aτῆς μὲν λόγῳ καὶ πειθοῖ τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις κρατήσας
代词 τῆς μὲν ... τῆς δὲ 承接前文复数宾格的 τὰς τυραννίδας,起配分指代的作用。二者的句法从属关系不同:前一个 τῆς 是由分词 ἀποστήσας 所支配的分离属格(“使卫兵离开其中一处”),而后一个 τῆς 则是支配属格的动词分词 κρατήσας 的宾语(“以武力制服另一处”)。
- 1aτὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως διαμαρτεῖν δόξαι.
分词 κρίνοντα 与句首的宾格代词 με 保持一致,主句的核心骨架为 τὸ μέγεθος τῶν πράξεων(主语)+ εἶργε(未完成过去时主动词)+ με(宾语)。分词 κρίνοντα 支配着两个形成对照的带冠词不定式短语:οὐ τὸ βραχὺ λειφθῆναι 与 ἀλλὰ τὸ... δόξαι,后者承前省略了 δεινὸν [κρίνοντα]。
- 3bἐχρῆν ἐντεῦθεν ἄρχεσθαι τῆς ὑποθέσεως, τὴν ἴσην εὔνοιαν ἀπαιτήσαντα
未完成过去时 ἐχρῆν 在不带小词 ἄν 的情况下表示与事实相反的义务或理当如此(相当于非真实条件句的归结节)。随后的分词 ἀπαιτήσαντα(以及 δεηθέντα)采用宾格,是因为它们与不定式 ἄρχεσθαι 的逻辑主语(隐含的宾格 ἐμέ)保持一致。
