← 朱利安

君士坦提乌斯颂

§15-17

经略东方防务与渡越底格里斯河的战胜

演说赞颂了君士坦提乌斯自佩奥尼亚飞驰叙利亚以整肃秩序、调解亚美尼亚纷争、重整军备与财政,并率军强渡底格里斯河重创敌寇的辉煌功业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

Ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι. ὅπως δὲ τῶν πραγμάτων ἐπεμελήθης, τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν κινδύνων καὶ παντοδαπῶν πραγμάτων, θορύβου, πολέμου ἀναγκαίου, πολλῆς καταδρομῆς, συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας, ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. ἐπειδὴ γάρ σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς τοῖς πράγμασιν ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, πορείαις ταχείαις χρησάμενος ὅπως μὲν ἐκ Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα. ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν μελλόντων παρέσχεν ἐλπίδας, τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἰπεῖν; τὰ μὲν τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς μετέστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ’ ἡμᾶς ἐξαγαγόντος,1 τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ παρασκευάσαντος. οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ’ ἡμᾶς ἀφικομένοις ἄρτι χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο, οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας. καὶ οἱ μὲν φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῆς, ὥστε μηδὲ τοῖς ἐχθίστοις σφῶν εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. ταῦτα δὲ ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ χεῖρον ἐν βραχεῖ προειπεῖν.

然而,关于这些事情,容后再作更为详尽的阐述。而在先父去世之后,面对四周环伺的重重危难与千头万绪的变故——骚乱、不可避免的战争、四起的劫掠、盟友的背叛、军队的涣散,以及当时降临的一切困厄——您究竟是如何收拾局面的,这在当下或许正值得细细述说。因为当关于盟约的事务由您以极大的融洽妥善处置完毕,而情势刻不容缓、敦促您拯救危局的关键时刻到来之际,您借由疾驰的进军,从佩奥尼亚转瞬间现身于叙利亚境内,其迅捷之状甚至难以言表;对于知情者而言,亲身经历便已足够。而随着您的驾临,万事骤然改观并转危为安,不仅解除了笼罩在我们心头的恐惧,更为未来的前景带来了好得多的希望,这般景象,全天下又有谁能充分道尽呢?大军的情势仅因您的临近便止息了混乱,重新归于严整秩序;而倒向敌方的亚美尼亚人也立即回心转意,因为您将导致该国领主流亡的罪魁祸首带至我方,并为逃亡在外者安排了安全返回故土的坦途。您如此仁厚地对待刚抵达我们这里的众人,又温和地接纳了随同领主自流亡中归来的人们,致使前者为当初的背叛而痛悔不已,后者则比以往拥有权柄时更加珍视当下的境遇。先前逃亡的人声称他们已通过亲身经历学会了审慎,而另一些人则表示他们因未曾背离而获得了应有的奖赏。您对归来之人施予了如此丰厚的赏赐与殊荣,以至于他们看到最为仇恨的敌人安享富贵并受到恰当尊荣时,也毫无怨恨与嫉妒之意。在极短时间内平定了这些事务,并通过派遣使团使阿拉伯的盗匪反戈攻向敌人之后,您便着手准备战事,对此稍作预先陈述亦非无益。

§16

Τῆς γὰρ εἰρήνης τῆς πρόσθεν τοῖς μὲν στρατευομένοις ἀνείσης τοὺς πόνους, τοῖς λειτουργοῦσι δὲ κουφοτέρας τὰς λειτουργίας παρασχούσης, τοῦ πολέμου δὲ χρημάτων καὶ σιτηρεσίου καὶ χορηγίας λαμπρᾶς δεομένου, πολὺ δὲ πλέον ἰσχύος καὶ ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας τῶν στρατευομένων, ὑπάρχοντος δὲ οὐδενὸς σχεδὸν τῶν τοιούτων, αὐτὸς ἐξηῦρες καὶ κατέστησας, τοῖς μὲν ἐν ἡλικίᾳ στρατεύεσθαι λαχοῦσιν ἀποδείξας τῶν πόνων μελέτην, παραπλησίαν δὲ τοῖς πολεμίοις ἱππικὴν καταστησάμενος δύναμιν, τῷ πεζῷ δὲ ἐπιτάξας τῶν πόνων ἔχεσθαι· καὶ ταῦτα οὐ ῥήμασι μόνον οὐδὲ ἐξ ἐπιτάγματος, μελετῶν δὲ αὐτὸς καὶ συνασκούμενος καὶ δεικνύων ἔργῳ τὸ πρακτέον, πολέμων ἐργάτας ἄφνω κατέστησας. χρημάτων δὲ ἐπενόεις πόρους, οὐκ αὔξων τοὺς φόρους οὐδὲ τὰς συντάξεις, καθάπερ Ἀθηναῖοι πρόσθεν, εἰς τὸ διπλάσιον ἢ καὶ ἐπὶ πλέον καταστήσας, ἐμμένων δὲ οἶμαι τοῖς ἀρχαίοις πλὴν εἴ που πρὸς βραχὺ καὶ πρὸς καιρὸν ἐχρῆν αἰσθέσθαι δαπανηροτέρων τῶν λειτουργημάτων. ἐν τοσαύτῃ δὲ τοὺς στρατευομένους ἦγες ἀφθονίᾳ, ὡς μήτε ὑβρίζειν τῷ κόρῳ μήτε ὑπὸ τῆς ἐνδείας πλημμελεῖν ἀναγκασθῆναι. ὅπλων δὲ καὶ ἵππων παρασκευὴν καὶ νεῶν τῶν ποταμίων καὶ μηχανημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ πλῆθος σιωπῇ κατέχω.

盖因先前的和平松懈了行伍将士的勤劳,减轻了服劳役者的负担;而战争亟需钱财、军粮与辉煌的军备,更极需从军士兵的力量、强健与运用兵刃的纯熟经验,当时这诸般条件几乎无一具备,全凭您亲自发掘并确立起来。您为适龄服役之人规定了刻苦耐劳的操练,建立了足以与敌匹敌的骑兵部队,并责令步兵坚守辛劳。而且这一切并非仅仅依靠言辞或命令,而是由您亲自演练、一同受训,并躬行示范当行之事,骤然间将他们造就为战争的能手。您亦筹谋资金的来源,并未如昔日雅典人那般将贡金与摊派增至两倍甚至更多,据我所知,您仍谨守旧例,除非某处因一时之需不得不承担较为高昂的公役支出。您让将士们享有适度的丰足,使他们既不因骄逸而滋生跋扈,亦不因匮乏而被迫作奸犯科。至于兵器与战马的齐备、内河战船与攻城器械,以及其他所有物资的庞大数量,我且在此略过不提。

§17

ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς τέλος εἶχε καὶ ἔδει χρῆσθαι τοῖς προρρηθεῖσιν εἰς δέον, ἐζεύγνυτο μὲν ὁ Τίγρης σχεδίᾳ πολλάκις, ἤρθη δὲ ἐπʼ αὐτῷ φρούρια, καὶ τῶν πολεμίων οὐδεὶς ἐτόλμησεν ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, πάντα δὲ παρ’ ἡμᾶς ἤγετο τἀκείνων ἀγαθά, τῶν μὲν οὐδὲ εἰς χεῖρας ἰέναι τολμώντων, τῶν θρασυνομένων δὲ παρ’ αὐτὰ τὴν τιμωρίαν ὑποσχόντων. τὸ μὲν δὴ κεφάλαιον τῶν εἰς τὴν πολεμίαν εἰσβολῶν τοιοῦτον. καθʼ ἕκαστον γὰρ ἐπεξιέναι τίς ἂν ἀξίως ἐν βραχεῖ λόγῳ δυνηθείη, τῶν μὲν τὰς συμφορὰς τῶν δὲ τὰς ἀριστείας ἀπαριθμούμενος; τοσοῦτον δὲ ἴσως εἰπεῖν οὐ χαλεπόν, ὅτι πολλάκις τὸν ποταμὸν ἐκεῖνον περαιωθεὶς ξὺν τῷ στρατεύματι καὶ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψας χρόνον, λαμπρὸς ἐπανῄεις τοῖς τροπαίοις, τὰς διὰ σὲ πόλεις ἐλευθέρας ἐπιὼν καὶ χαριζόμενος εἰρήνην καὶ πλοῦτον, πάντα ἀθρόως τὰ ἀγαθά, καὶ τῶν πάλαι ποθουμένων διδοὺς ἀπολαύειν, νίκης κατὰ τῶν βαρβάρων, τροπαίων ἐγειρομένων κατὰ τῆς Παρθυαίων ἀπιστίας καὶ ἀνανδρίας, ὧν τὸ μὲν ἐπεδείξαντο τὰς σπονδὰς λύσαντες καὶ τὴν εἰρήνην συγχέαντες, τὸ δὲ μὴ τολμῶντες ὑπὲρ τῆς χώρας καὶ τῶν φιλτάτων ἀμύνεσθαι.2

及至准备就绪,须将上述资材付诸实际应用之时,底格里斯河多次被架起浮桥,沿河亦建起堡垒;敌人无一人敢于保卫正遭洗劫的国土,他们的一切资财皆被运抵我方;敌方之人有的甚至不敢交锋接战,敢于冒进逞凶者则旋即遭到惩治。进军敌境的大略情势便是如此。若要一一详述每一项细节,历数一方的灾厄与另一方的伟绩,又有谁能以简短的话语恰如其分地言尽呢?然而说出这一点或许并不困难:您多次率大军渡过那条大河,在敌境长久驻留之后,凭借凯旋纪功碑荣耀地班师而归;您巡视因您而重获自由的诸城,赐予它们和平与财富,诸般福祉骤然汇聚,并使民众得享久已渴盼的荣耀——对蛮族的胜利,以及针对帕提亚人的背信弃义与胆怯懦弱所树立的战胜丰碑;而帕提亚人正是撕毁条约、破坏和平证明了前者的背信,不敢为保卫国土和至亲奋起抗争证明了后者的懦弱。

语法注2 条
  1. 20dσοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ’ ἡμᾶς ἐξαγαγόντος

    独立属格结构。与格短语 τῷ τῆς χώρας ἐκείνης ἄρχοντι(“对于该国统治者而言”)最好理解为修饰名词短语 τοὺς αἰτίους τῆς φυγῆς(“流亡的罪魁祸首”)的关系与格(表示针对谁而言)。虽然理论上亦可将其视为分词 ἐξαγαγόντος 的间接宾语(“引渡给该国领主”),但由于紧接着出现了表示趋向的介词短语 παρ’ ἡμᾶς(“引至我们这里”),若作间接宾语会导致双重归宿,因而前者更为顺畅合理。

  2. 22cὧν τὸ μὲν ἐπεδείξαντο τὰς σπονδὰς λύσαντες καὶ τὴν εἰρήνην συγχέαντες, τὸ δὲ μὴ τολμῶντες ὑπὲρ τῆς χώρας καὶ τῶν φιλτάτων ἀμύνεσθαι

    关系代词 ὧν 是先行词 ἀπιστίας καὶ ἀνανδρίας(“背信弃义与胆怯懦弱”)的部分属格或宾格性属格。与其照应的 τὸ μὲν ... τὸ δέ 用作中性代词性宾格,前者指代 ἀπιστία(背信),后者指代 ἀνανδρία(胆怯)。在句法构造上存在明显的破格现象(anacoluthon):前半句使用了限定动词加状语分词(ἐπεδείξαντο ... λύσαντες),而对应的后半句则承前省略了限定动词,直接以分词句(μὴ τολμῶντες)形成并列对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:15-17