- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者称赞君士坦提乌斯在仅分得帝国三分之一且军备羸弱、遭遇兵变与盟友背叛的困境下,仍慷慨向兄弟让利以换取和睦与和平的崇高气度。
μέλλων δὲ ἔτι δὴ τῶν πρὸς αὐτοὺς ἀγώνων γενομένων σοι πολλάκις ἅπτεσθαι τοσοῦτον ἀξιῶ σκοπεῖν τοὺς ἀκροωμένους, ὅτι τοῦ τρίτου μορίου τῆς ἀρχῆς καθεστὼς κύριος οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος,1 οὐχ ὅπλοις, οὐκ ἀνδράσι τοῖς στρατευομένοις, οὐδενὶ τῶν ἄλλων, ὅσα πρὸς τηλικοῦτον πόλεμον ἐχρῆν ἐπιρρεῖν ἄφθονα, πρὸς τούτοις δὲ οὐδὲ τῶν ἀδελφῶν σοι δι’ ἁσδηποτοῦν αἰτίας τὸν πόλεμον ἐλαφρυνόντων· καὶ οὐκ ἔστιν οὐδεὶς οὕτως ἀναίσχυντος οὐδὲ βάσκανος συκοφάντης, ὃς οὐκ αἰτιώτατον γενέσθαι σὲ τῆς πρὸς ἐκείνους ὁμονοίας φήσει· ὄντος δὲ οἶμαι τοῦ πολέμου καθʼ αὑτὸν δυσχεροῦς, τὰ τῶν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες·2 καὶ ἄλλα μυρία ἄτοπα καὶ δυσχερῆ πανταχόθεν ἀναφυόμενα χαλεπωτέρας τὰς ὑπὲρ τοῦ πολέμου παρεῖχεν ἐλπίδας· Ἀρμένιοι παλαιοὶ σύμμαχοι στασιάζοντες καὶ μοῖρα σφῶν οὐ φαύλη Πέρσαις προσθέμενοι, τὴν ὅμορον σφίσι λῃσταῖς κατατρέχοντες· καὶ ὅπερ ἐν τοῖς παροῦσιν ἐφαίνετο μόνον σωτήριον, τὸ σὲ τῶν πραγμάτων ἔχεσθαι καὶ βουλεύεσθαι, τέως οὐχ ὑπῆρχε διὰ τὰς πρὸς τοὺς ἀδελφοὺς ἐν Παιονίᾳ συνθήκας, ἃς αὐτὸς παρὼν οὕτω διῴκησας, ὡς μηδεμίαν ἀφορμὴν ἐκείνοις παρασχεῖν μέμψεως. μικροῦ με ἔλαθεν ἡ τῶν πράξεων ἀρχὴ διαφυγοῦσα3 καλλίων ἁπασῶν ἢ ταῖς καλλίσταις ἐξ ἴσης θαυμαστή. τὸ γὰρ ὑπὲρ τοσούτων πραγμάτων βουλευόμενον μηδὲν ἐλαττοῦσθαι δοκεῖν, εἰ τοῖς ἀδελφοῖς τὸ πλέον ἔχειν ἑκὼν συγχωροίης, σωφροσύνης καὶ μεγαλοψυχίας μέγιστον ἂν εἴη σημεῖον. νῦν δὲ εἰ μέν τις τὴν πατρῴαν οὐσίαν πρὸς τοὺς ἀδελφοὺς νεμόμενος ἑκατὸν ταλάντων, κείσθω δέ, εἰ βούλει, τοσούτων ἄλλων, εἶτα ἔχων πεντήκοντα μναῖς ἔλαττον ἠγάπησε δή, καὶ μικροῦ παντελῶς ἀργυρίου τὴν πρὸς ἐκείνους ὁμόνοιαν ἀνταλλαξάμενος, ἐπαίνων ἂν ἐδόκει καὶ τιμῆς ἄξιος ὡς χρημάτων κρείττων, ὡς εὔβουλος φύσει, ξυνελόντι δὲ εἰπεῖν, ὡς καλὸς κἀγαθός. ὁ δὲ ὑπὲρ τῆς τῶν ὅλων ἀρχῆς οὕτω μεγαλοψύχως καὶ σωφρόνως δοκῶν βεβουλεῦσθαι, ὡς τὸν μὲν ἐκ τῆς ἐπιμελείας αὑτῷ μείζονα μὴ προσθεῖναι πόνον, τῶν δὲ ἐκ τῆς ἀρχῆς προσόδων ἑκὼν ὑφίεσθαι ὑπὲρ ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους Ῥωμαίων ἁπάντων εἰρήνης, πόσων ἐπαίνων ἄξιον κρινεῖ τις; οὐ μὴν οὐδὲ ἐκεῖνο λέγειν ἔνεστιν ἐνταῦθα, ὡς καλῶς μέν, ἀλυσιτελῶς δέ· λυσιτελὲς μὲν γὰρ οὐδέν, ὅ, τι μὴ τὸ αὐτὸ καὶ καλόν, ἔμοιγε φαίνεται. ὅλως δὲ εἴ τινι καθʼ αὑτὸ τὸ συμφέρον ἐξετάζειν δοκεῖ, κρινέτω μὴ πρὸς ἀργύριον σκοπῶν μηδὲ προσόδους χωρίων ἀπαριθμούμενος, καθάπερ οἱ φιλάργυροι γέροντες ὑπὸ τῶν κωμῳδῶν ἐπὶ τὴν σκηνὴν ἑλκόμενοι, ἀλλὰ πρὸς τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὴν ἀξίωσιν. φιλονεικῶν μὲν γὰρ ὑπὲρ τῶν ὁρίων καὶ δυσμενῶς ἔχων ἐκείνων ἂν ἦρξε μόνων ὧν ἔλαχεν, εἰ καὶ πλέον ἔχων ἀπῄει· ὑπερορῶν δὲ τῶν μικρῶν καὶ καταφρονήσας ἦρχε μὲν ἁπάσης μετὰ τῶν ἀδελφῶν τῆς οἰκουμένης,4 ἐπεμελεῖτο δὲ τοῦ λαχόντος μέρους, ἀπολαύων μὲν τελείας τῆς τιμῆς, μετέχων δὲ ἔλαττον τῶν ἐπʼ αὐτῇ πόνων.
现在,我将要谈及您同他们之间所展开的屡次征战,我恳请听众留心以下事实:即您虽成为帝国三分之一部分的君主,但这部分疆土在战争准备上绝非强固——无论是在武器装备、从军将士,还是在应对如此巨战所需源源不断充斥的各项资财上皆是如此;此外,因着某种缘由,您的兄弟们亦未曾为您分担战事的重负。然而,绝无任何厚颜无耻或居心险恶的诬告者会否认,您正是同他们维系和睦的首要功臣。而战争本身固然极为艰难,各军团在权力更迭之际又动荡不安,士兵们高声喧嚷着怀恋旧主,甚至妄图反过来辖制你们。更有无数从各处滋生的怪诞危难之事,使战争的前景更加黯淡:世所结盟的亚美尼亚人陷入内讧,其中相当一部分倒向波斯,以盗匪行径蹂躏邻境。而在当时的局势下看似唯一的拯救途径——即由您亲自统揽大局并运筹决断——却因在佩奥尼亚同兄弟们订立条约而暂时无法施行;而这项条约是您亲自前往主持订立的,未曾给他们留下任何抱怨的借口。 我几乎险些漏掉了您各项功业的肇端,而它比一切功业更为辉煌,抑或与最辉煌者同样令人赞叹。因为在决断如此重大的事务时,若自愿向兄弟让出较多的份额,却并不认为自己有所亏损,这当是审慎节制与恢宏气度之至高明证。如今,倘若有人在与兄弟瓜分百塔兰屯的父产时——甚或您若愿意,再加上同等数额——甘愿少得五十枚米纳而心满意足,以区区微资换取与兄弟的和睦,人们定会认为他超越金钱、天性明达,简言之,堪称贤德纯美之人而值得赞美与尊崇。然而,对于一位在天下至高权力的决断中展现出如此博大与审慎气度的人——为了和睦以及全体罗马人的和平,他自愿放弃部分统治收益,从而免去自身因政务带来的更重劳苦——人们又会判定他配得何等巨大的赞誉呢?在此更绝不能说,此举虽显高尚却无实利;因为在我看来,凡非同时为高尚者,便无一事真正有利。大体而言,若有人意欲单就利益本身加以考量,那么就请他不要像喜剧作家拉上舞台的守财奴老翁那样,仅仅盯着银钱或细算田产的收益来评判,而应当着眼于帝国权力的宏大及其崇高威严。因为若是为了边境争执不下、心怀怨怼,即便他离开时占有更多的领地,他也仅仅统治着自己分得的那一部分;然而因其看轻微末、不屑计较,他得以同兄弟们共同统治全天下,在经营自身分得之地的同时,既得享圆满的尊荣,又少承担了伴随而来的劳苦。
- 18cτοῦ τρίτου μορίου τῆς ἀρχῆς καθεστὼς κύριος οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος
分词短语 οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος 为中性单数属格,修饰前面的 τοῦ τρίτου μορίου(“三分之一的部分”)。在句法上,τοῦ τρίτου μορίου 充当名词 κύριος(“君主/主宰”)的宾格性属格/从属成分,而该分词描述了该分得领地在战备上的脆弱状态。
- 18dτὰ τῶν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες
主语 τὰ τῶν στρατοπέδων(“军营之事务/军队”)为中性复数,而伴随的分词 ἐκβοῶντες 与 ἐθέλοντες 却采用了阳性复数形式。此为依义构词(constructio ad sensum),即分词在性与数上不依从文法主语的中性,而是依从其意义所指的士兵群体。
- 19aμικροῦ με ἔλαθεν ἡ τῶν πράξεων ἀρχὴ διαφυγοῦσα
动词 λανθάνω 带补充从属分词 διαφυγοῦσα,并与表示程度的属格副词 μικροῦ(“险些、几乎”)连用构成的固定句式。字面意为“功业的开端溜走险些未被我察觉”,即“我几乎漏掉了功业的开端”。
- 20aφιλονεικῶν μὲν γὰρ ὑπὲρ τῶν ὁρίων καὶ δυσμενῶς ἔχων ἐκείνων ἂν ἦρξε μόνων ὧν ἔλαχεν, εἰ καὶ πλέον ἔχων ἀπῄει· ὑπερορῶν δὲ τῶν μικρῶν καὶ καταφρονήσας ἦρχε μὲν ἁπάσης μετὰ τῶν ἀδελφῶν τῆς οἰκουμένης
前半分句(φιλονεικῶν... ἂν ἦρξε...)由表示条件的情状分词配合“过去直陈式+ἄν”构成与过去事实相反的虚拟结果句(“若是争执……便只会统治分得的部分”)。与此形成鲜明对比的是,后半分句(ὑπερορῶν δὲ... ἦρχε μέν...)转用不带 ἄν 的直陈式未完成过去时,直接陈述了君士坦提乌斯因超脱琐屑之争而与兄弟共掌天下的历史事实。
