- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:11-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者称赞受颂者因卓异养育而具备的美德、奔赴父王病榻尽孝厚葬的笃行,以及对兄弟、友人与臣民的和睦治理;随后概述了波斯抗衡罗马的历史及先帝们的战事,引出受颂者继承先王遗志讨伐波斯的军功。
ἐμοὶ δὲ οὐκ ἐπιτιμᾶν ἐπὶ τοῦ παρόντος ἐκείνοις προσήκει· δείξω δὲ μόνον τῆς τροφῆς τὸ διαφέρον, ᾗ χρησάμενος κάλλει καὶ ῥώμῃ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ διήνεγκας, διὰ μὲν τῶν πόνων τὴν εὐεξίαν περιβαλόμενος, διὰ δὲ τῶν νόμων τὴν σωφροσύνην κατακτησάμενος, καὶ τῷ μὲν σώματι ῥωμαλεωτέρῳ διὰ τὴν ἐγκράτειαν τῆς ψυχῆς, τῇ ψυχῇ δʼ αὖ διὰ τὴν τοῦ σώματος καρτερίαν δικαιοτέρᾳ χρώμενος, τὰ μὲν ἐκ φύσεως ἀγαθὰ συναύξων ἐκ παντός, τὰ δὲ ταῖς ἐπιμελείαις ἔξωθεν ἀεὶ προσλαμβάνων· καὶ δεόμενος μὲν οὐδενός, ἐπαρκῶν δʼ ἄλλοις καὶ χαριζόμενος μεγάλας δωρεὰς καὶ ὅσαι τοὺς λαβόντας ἤρκουν ἀποφῆναι τῷ Λυδῶν δυνάστῃ παραπλησίους, ἐνδεέστερον μὲν ἀπολαύων αὐτὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἢ Σπαρτιατῶν ὁ σωφρονέστατος, τοῦ τρυφᾶν δὲ παρέχων ἄλλοις χορηγίαν, καὶ τοῖς βουλομένοις σωφρονεῖν παρέχων σαυτὸν μιμεῖσθαι, ἄρχων μὲν πρᾴως καὶ φιλανθρώπως τῶν ἄλλων, ἀρχόμενος δὲ ὑπὸ τοῦ πατρὸς σωφρόνως καὶ ὡς εἷς τῶν πολλῶν τὸν ἅπαντα διετέλεις χρόνον. παιδὶ μὲν ὄντι σοι καὶ μειρακίῳ ταῦτά τε ὑπῆρχε καὶ ἄλλα πλείονα, περὶ ὧν νῦν λέγειν μακρότερον ἂν εἴη τοῦ καιροῦ.
然而,眼下非难他们对我而言并不相宜;我仅要指出那养育方式的卓越差别,您正是凭借这种养育,在容貌、力量、正义与节制上超凡绝伦:您通过劳苦披戴强健体魄,通过律法获得审慎节制,因心灵的自制而使肉身更具力量,又反过来因肉身的坚毅忍耐而使心灵更为公正;您千方百计地增进天赋予您的善端,又不断通过后天的操持摄取外部的美德。您一无所缺,却资助他人,慷慨赐予重大的恩赏,其丰厚足令受赏者比肩于吕底亚的国君;您自己对现有财物的享用,比斯巴达人中最节制之辈还要淡泊俭朴,却为他人提供奢华生活的资财,并将自身作为典范呈现给那些意欲谨饬节制之人。在整段岁月里,您温和而仁爱地统领众庶,同时又如万民中的一员那样,谦抑节制地服从父王的管领。当您尚为幼童与少年之时,这些美德以及更多难以在此尽述的事迹便已属于您了。
Γενόμενος δὲ ἐφʼ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος,1 οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι,2 τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι. καλοῦσι γὰρ ἡμᾶς ἐφʼ αὑτὰς αἱ πράξεις ὑπομιμνήσκουσαι τῆς ῥώμης, τῆς εὐψυχίας, εὐβουλίας τε ἅμα καὶ δικαιότητος, οἷς ἄμαχος ὤφθης καὶ ἀνυπέρβλητος, τὰ μὲν πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς πολίτας καὶ τοὺς πατρῴους σοι φίλους καὶ τὰ στρατεύματα δικαίως καὶ σωφρόνως καταστησάμενος· πλὴν εἴ που βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας·3 τὰ δὲ πρὸς τοὺς πολεμίους ἀνδρείως καὶ μεγαλοπρεπῶς καὶ τῆς προϋπαρχούσης ἀξίως τοῦ γένους δόξης καταστησάμενος. τοῖς μὲν δι’ ὁμονοίας τὸν ἅπαντα χρόνον συγγέγονας, ἀστασίαστον μὲν τὴν πόλιν διαφυλάττων καὶ τοὺς ἀδελφοὺς συνάρχοντας θεραπεύων ἀεί, τοῖς φίλοις δὲ τῆς ἰσηγορίας μεταδιδοὺς καὶ τῆς παρρησίας μετὰ τῶν ἄλλων ἀγαθῶν ἀφθόνως, κοινωνῶν μὲν ἅπασι τῶν ὑπαρχόντων, μεταδιδοὺς δὲ ὧν ἕκαστος ἐνδεὴς δόξειε. καὶ τούτων μάρτυσι μὲν αὐτοῖς ἐκείνοις εἰκότως ἄν τις χρήσαιτο, καὶ τὰ πράγματα δὲ τοῖς ἀπολειφθεῖσι τῆς πρὸς ἐκείνους συνουσίας ἱκανὰ δηλῶσαι τὴν προαίρεσιν τοῦ βίου παντός.
当您长大成人,而神明又赐予父王合乎天数的极大福寿之终时,您不仅以所奉献之祭品的丰富与华美来装点陵墓,偿报赐生抚育之恩,更远甚于此的是,在父王生前尚为病魔所苦之时,您是他所有子嗣中唯一一位奔赴他身边的,并在他崩逝后为之确立了至高无上的荣典——关于这些,哪怕仅仅提及亦足以表白。因为那些事迹正将我们引向其自身,使人忆起您的刚强、英勇、深谋与公正,在这些品质中您显得无可匹敌且无与伦比:您公正而节制地处理与兄弟、公民、父辈旧友以及军队的关系——除非是受势所迫,违心地未能阻止他人铸下罪愆——而在面对敌人时,您则以勇敢、大度且无愧于家族既有威望的方式行事。您终生以和睦相处之道对待前者,使城邦免于内讧,始终厚待同朝为政的兄弟,并与朋友们毫无保留地分享平等议事权与坦陈无隐之言,兼及其他一切福祉;您将所有财富与众人共享,凡各人看似匮乏之物无不予以分赐。对此,人们大可合宜地引证这些人本身作为证人,而对于那些未能亲身参与同他们相处交往的人,事迹本身亦足以昭示您毕生的志向与抉择。
Ῥητέον δὲ ὑπὲρ αὐτῶν ἤδη τῶν πράξεων ἀναβαλλομένοις τὸν ὑπὲρ τῶν ἕξεων λόγον. Πέρσαι τῆς Ἀσίας ἁπάσης πάλαι κρατήσαντες καὶ τῆς Εὐρώπης τὰ πολλὰ καταστρεψάμενοι, μικροῦ δέω φάναι πᾶσαν τὴν οἰκουμένην περιβαλόμενοι κύκλῳ ταῖς ἐλπίσιν, ἐπειδὴ τὴν ἀρχὴν ὑπὸ Μακεδόνων ἀφῄρηντο, τῆς Ἀλεξάνδρου στρατηγίας ἔργον γενόμενοι, μᾶλλον δὲ παίγνιον, χαλεπῶς φέροντες τὸ δουλεύειν, ὡς ἐκεῖνον ᾔσθοντο τετελευτηκότα, τῶν διαδόχων ἀποστάντες Μακεδόσι τε εἰς τὴν ἀντίπαλον δύναμιν αὖθις κατέστησαν καὶ ἡμῖν τὸ λειπόμενον τῆς Μακεδόνων ἀρχῆς κατακτησαμένοις ἀξιόμαχοι διὰ τέλους ἔδοξαν εἶναι πολέμιοι. καὶ τῶν μὲν παλαιῶν τί χρὴ νῦν ὑπομιμνήσκειν, Ἀντωνίου καὶ Κράσσου, στρατηγῶν αὐτοκρατόρων, καὶ ὡς ἐκεῖνα διὰ μακρῶν ἀπωσάμεθα κινδύνων τὰ αἴσχη, πολλῶν καὶ σωφρόνων αὐτοκρατόρων ἀναμαχεσαμένων τὰ πταίσματα; τί δὲ χρὴ τῶν δευτέρων ἀτυχημάτων μεμνῆσθαι καὶ τῶν ἐπʼ αὐτοῖς τοῦ Κάρου πράξεων, ὅσπερ μετὰ τὰς συμφορὰς ᾑρέθη στρατηγός; ἀλλʼ οἱ τὴν θαυμαστὴν καὶ παρὰ πᾶσιν ἀγαπωμένην εἰρήνην ἐπιτάξαντες ἐκείνοις ἄγειν, οἱ πρὸ τοῦ σοῦ πατρὸς τὴν βασιλείαν κατασχόντες, οὐχ ὁ μὲν καῖσαρ καθʼ αὑτὸν συμβαλὼν αἰσχρῶς ἀπήλλαξεν;4 ἐπιστραφέντος δὲ τοῦ τῆς οἰκουμένης ἁπάσης ἄρχοντος καὶ τὰς δυνάμεις τῆς ἡγεμονίας ἁπάσης ἐκεῖσε τρέψαντος καὶ προκαταλαβόντος τὰς εἰσβολὰς στρατεύμασι καὶ καταλόγοις ὁπλιτῶν παλαιῶν καὶ νεολέκτων καὶ παντοδαπαῖς παρασκευαῖς, δεδιότες μόλις τὴν εἰρήνην ἠγάπησαν. ἣν οὐκ οἶδʼ ὅπως περιόντος τοῦ πατρὸς τοῦ σοῦ συγχέαντες καὶ συνταράξαντες, τῆς μὲν παρ’ ἐκείνου τιμωρίας διήμαρτον, ἐν ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τὸν βίον μεταλλάξαντος· σοὶ δὲ ὑπέσχον τὴν δίκην ὕστερον τῶν τετολμημένων.
如今,我们应当暂缓探讨道德秉性的论述,直接论说事功本身。波斯人昔日统治全亚洲,征服了欧洲的大部,几乎可以说是将其欲壑张挂于整个大地;当他们的帝国被马其顿人夺去,沦为亚历山大统帅才干的战利品、甚至可以说是玩物之后,他们因难以忍耐受奴役的命运,一觉察到亚历山大逝世,便脱离继承者们而自立,重新成为足以与马其顿人抗衡的力量;而对于夺得马其顿帝国余绪的我们而言,他们自始至终都被视为势均力敌的敌手。对于古昔之事,如身居最高统帅之安东尼与克拉苏,以及在历任审慎皇帝挽回颓势之后、我们如何历经漫长险阻洗雪前耻,如今何须重提?对于第二次的不幸,以及灾难之后被推选为统帅的卡鲁斯在此之后的作为,又何须多言?然而,那些迫使波斯人恪守那项令人赞叹且深得人心的和约者,即在令尊之前掌握帝国大权的人们,其中的凯撒单独交锋时难道不是蒙受了可耻的败绩吗?直到全天下的统御者亲自过问,调动整个帝国的兵力奔赴彼处,以军队、旧部与新募重装兵组成的行伍及各类完备装备抢先扼守隘口,波斯人才畏惧地勉强接受了和平。然而不知何故,他们在令尊在世时撕毁并搅乱了和平;因令尊在战备之中辞世,他们虽侥幸逃脱了来自他的惩罚,但其后终究为自己的狂悖妄为向您服罪抵偿。
- 16cτῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος
τοῦ δαίμονος ... παρασχόντος 为表时间的独立属格结构,与格 τῷ πατρὶ 用作分词 παρασχόντος 的间接宾语,意为“当神明赐予父王……之时”。
- 16dτῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι
与格定冠词 τῷ 统辖不定式 ὁρμῆσαι 与 καταστῆσαι,表手段或原因,与前文 τῷ πλήθει 并列。因不定式的逻辑主语与主句主语(受颂者)一致,其表语 μόνος 采用主格而非宾格。
- 17aπλὴν εἴ που βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας
连词短语 πλὴν εἰ 引导表例外的条件从句(“除非……”)。紧承前文“以正义与节制对待兄弟与臣民”之语,针对公元337年的宗室清洗惨案进行委婉辩解与免责,强调受颂者只是“迫于时势、身不由己地未能阻止他人铸下罪错”。
- 18aἀλλʼ οἱ τὴν θαυμαστὴν καὶ παρὰ πᾶσιν ἀγαπωμένην εἰρήνην ἐπιτάξαντες ἐκείνοις ἄγειν, οἱ πρὸ τοῦ σοῦ πατρὸς τὴν βασιλείαν κατασχόντες, οὐχ ὁ μὲν καῖσαρ καθʼ αὑτὸν συμβαλὼν αἰσχρῶς ἀπήλλαξεν;
句首复数主格短语 οἱ ... ἐπιτάξαντες ... οἱ ... κατασχόντες 在语法上呈现破格(破格句或部分同位语),因为其后疑问句的主语转换并收缩为单数的 ὁ μὲν καῖσαρ(恺撒伽列里乌斯)。演说者先将前代统治者(四帝共治集团)作为整体引出,随后再细分为单独作战而受挫的恺撒与出面收拾局面的奥古斯都。
