- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:99.32-101.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
以快感与善为例,阐明为了证明全称肯定、特称肯定、全称否定(在第一格与第二格中)以及特称否定这四种课题,应当如何挑选诸项并设立中项。
[τὸ καθόλου καταφατικὸν ἐκ τῶν, οἷς ἕπεται ὁ κατηγορούμενος, καὶ τῶν ἑπομένων τῷ ὑποκειμένῳ.] κατασκευάσαι μὲν οὖν καὶ δεῖξαι θέλοντες τὸ καθόλου καταφατικόν, τουτέστι πᾶσαν ἡδονὴν ἀγαθόν, ληψόμεθά τι ἐκ τῶν, οἷς ἕπεται τὸ ἀγαθόν, τουτέστιν ὁ κατηγορούμενος ὅρος, καὶ ἐκ τῶν ἑπομένων τῇ ἡδονῇ· ὑπόκειται δὲ τῷ μὲν ἀγαθῷ τὸ τέλειον, τῇ δὲ ἡδονῇ, τουτέστι τῷ ὑποκειμένῳ, ἕπεται ἡ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος. ταῦτα δὴ οὖν ὡς ἓν καὶ ταὐτὸν λαβόντες ποιήσω αὐτὰ μέσον ὅρον. οὕτως γὰρ ἔσται συλλογισμὸς ἐκ δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι1 ‘πᾶσα ἡδονὴ 〈ἐνέργεια〉 τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας (ταὐτὸν γὰρ ἄμφω), πᾶσα δὲ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας ἀγαθόν ἐστι, πᾶσα ἄρα ἡδονὴ ἀγαθόν ἐστι’. [τὸ μερικὸν καταφατικὸν ἐκ τῶν, οἷς ἕπεται ὅ τε κατηγορούμενος καὶ ὁ ὑποκείμενος.] ἂν δὲ μὴ τὸ καθόλου καταφατικὸν δεῖξαι βουλώμεθα ἀλλὰ τὸ ἐπὶ μέρους καταφατικόν, πάλιν ληπτέον ἐκ τῶν, οἷς ἑκάτερος τῶν ἐν τῷ προβλήματι ὅρων ἕπεται. ἕπεται δὲ τὸ μὲν ἀγαθὸν τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ, ἡ δὲ ἡδονὴ τῷ αὐτῷ τούτῳ· τοῦτο οὖν ὁ μέσος ὅρος ἔστω. ἔσται δὴ ἐν τρίτῳ σχήματι συλλογισμὸς ‘πᾶσα ἡ κατ’ ἀρετὴν ἐνέργεια ἡδονή ἐστι’· καὶ διὰ τοῦτο γινομένου ἐπὶ μέρους καταφατικοῦ, ὅτι τὶς ἡδονὴ ἐνέργεια κατ’ ἀρετήν ἐστι, κειμένου δὲ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν ἀγαθὸν εἶναι συνάγεται τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι. [τὸ καθόλου ἀποφατικὸν ἐκ τῶν ἀλλοτρίων τοῦ κατηγορουμένου καὶ τῶν ἑπομένων τῷ ὑποκειμένῳ καὶ ἀνάπαλιν.] ὅταν 〈δὲ〉 δέῃ καθόλου ἀποφατικὸν δεῖξαι, ὃ δεῖ κατηγορῆσαι ἀποφατικῶς ἐν τῷ συμπεράσματι (ἔστι δὲ τοῦτο ἀγαθόν), ἐκληπτέον τούτου τι ἐκ τῶν μὴ ἐνδεχομένων αὐτῷ ὑπάρχειν, τουτέστι τῶν ἀλλοτρίων· ᾧ δὲ βουλόμεθα δεῖξαι μηδενὶ ὑπάρχον αὐτὸ (τοῦτο δ’ ἐστὶν ἡ ἡδονή), ἐκ τῶν τούτῳ ἑπομένων τι ληπτέον· κἂν ταῦτα ἀλλήλοις ἑνώσωμεν, ἔσται καθόλου ἀποφατικὸν ἐν πρώτῳ σχήματι. εἰλήφθω οὖν ἐκ μὲν τῶν ἀλλοτρίων τοῦ ἀγαθοῦ τὸ ἀτελές, ἐκ δὲ τῶν τῇ ἡδονῇ ἑπομένων ἡ λεία κίνησις, καὶ κείσθω ταὐτὰ εἶναι ἀλλήλοις, ἐπειδὴ πᾶσα κίνησις ἀτελής. ἔσονται οὖν αἱ προτάσεις οὕτως· πᾶσα ἡδονὴ λεία κίνησις· ταὐτὸν δὲ εἰπεῖν ‘ἀτελής’· κεῖται γὰρ τὸ πᾶσαν κίνησιν ἀτελῆ εἶναι, τὴν δὲ ἡδονὴν κίνησιν εἶναι· οὐδὲν ἀτελὲς ἀγαθόν· 〈τὸ〉 ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ ὑπάρχει, ὃ ἴσον ἐστὶ τῷ ‘τὸ ἀγαθὸν κατ’ οὐδεμιᾶς ἡδονῆς’. φημὶ δὲ τοῦτο δειχθήσεσθαι τὸ συμπέρασμα οὕτως ἔχον διὰ προσυλλογισμοῦ. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικόν, κεῖται δὲ τὸ ἀτελὲς κατ’ οὐδενὸς τοῦ ἀγαθοῦ, καὶ τὸ ἀγαθὸν κατ’ οὐδενὸς τοῦ ἀτελοῦς· διότι δὲ τὸ ἀτελὲς ταὐτόν ἐστι τῇ κινήσει, πάσῃ ταύτῃ ὑπάρξει· ἐξ ὧν συνάγεται τὸ ἀγαθὸν μηδεμιᾷ κινήσει. καὶ ὁ μὲν προσυλλογισμὸς οὕτως. ἐπεὶ δὲ ἡ κίνησις πάσῃ τῇ ἡδονῇ ὑπάρχει, ἔσται καὶ τὸ ἀγαθὸν μηδεμιᾷ ἡδονῇ. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν συναχθήσεται. εἰ δὲ ἐν δευτέρῳ βουλόμεθα σχήματι ταὐτὸ τοῦτο δεῖξαι, χρὴ ἀνάπαλιν λαμβάνειν· ᾧ γὰρ χρὴ δεῖξαι μηδενὶ ὑπάρχειν, τούτου ληψόμεθά τι ἐκ τῶν μὴ ὑπαρχόντων αὐτῷ· ἔστι δὲ ἡ ἡδονή, ᾗ δεῖ δειχθῆναι μηδενὶ ὑπάρχειν τὸ ἀγαθόν. ἐκ τῶν μὴ ὑπαρχόντων τῇ ἡδονῇ ἔστω τὸ ἐπίπονον εἰλημμένον· ἐκ δὲ τῶν ἑπομένων τῷ ἀγαθῷ, ὃ ἀγαθὸν δεῖ δεῖξαι μηδεμιᾷ ἡδονῇ ὑπάρχον, εἰλήφθω τὸ ὠφέλιμον, καὶ ἔστω ἀλλήλοις ταὐτὰ τὸ ἐπίπονον καὶ τὸ ὠφέλιμον· πᾶν γὰρ ὠφέλιμον μετὰ πόνου καὶ ἐπίπονον· ἀληθὲς γὰρ τὸ “ἀντὶ τῶν πόνων δίδωσιν ἡμῖν πάντα τὰ ἀγαθὰ ὁ θεός” καὶ “ἐκ τῶν πόνων τὰ ἀγαθὰ αὔξεται βροτοῖς”. ἔστω οὖν δὴ μέσος τὸ ἐπίπονον, καὶ λεκτέον οὕτως· πᾶν ἀγαθὸν ἐπίπονον, οὐδεμία ἡδονὴ ἐπίπονος· συνάγεται οὖν τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ. εἰ δὲ ἐν πρώτῳ θελήσαιμεν δεῖξαι, ληψόμεθα τὴν ἡδονὴν οὐδενὶ ἐπιπόνῳ, τὸ ἐπίπονον (ταὐτὸν γὰρ τῷ ὠφελίμῳ) παντὶ ἀγαθῷ· ἐξ ὧν συνάγεται ἡ ἡδονὴ οὐδενὶ ἀγαθῷ, ἀλλ’ οὐ τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ, ὃ ἦν προκείμενον. ἀντιστρέφει μὲν οὖν τὸ συμπέρασμα καθόλου ἀποφατικὸν ὄν, ἀλλ’ ἐν πρώτῳ σχήματι οὐδὲν δι’ ἀντιστροφῆς ἐδείκνυτο.2 ἐὰν δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν δεῖξαι βουλώμεθα, ὃ λοιπὸν ἔτι τῶν προβλημάτων, τοῦ μὲν ὑποκειμένου ὅρου, ᾧ δεῖ τινὶ μὴ ὑπάρχον τι δειχθῆναι (οὗτος δ’ ἐστὶν ἡ ἡδονή), ληπτέον τι ἐξ ἐκείνων, οἷς ἡ ἡδονὴ ἕπεται, τοῦ δὲ κατηγορουμένου, ὃ βουλόμεθα δεῖξαι τινὶ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ (τοῦτο δ’ ἐστὶ τὸ ἀγαθόν), ἐκ τῶν, ἃ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ.
[从谓项所后随的对象与后随主项的事物得出全称肯定。]因此,当我们意图建构并证明全称肯定,即“所有快感都是善”时,我们将从善(即谓项)所后随的对象中,以及从后随快感的事物中取得某物;而完全的作为主项从属于善,后随快感(即主项)的则是合乎自然品质的未受阻碍的现实活动。那么,将这些作为同一的事物取得之后,我将把它们作为中项。因为这样就会在第一格中由两个全称肯定命题产生推论:“所有快感都是合乎自然品质的未受阻碍的〈现实活动〉,或者合乎自然的现实活动的完全性(因为两者是同一的),而合乎自然品质的未受阻碍的所有现实活动,或合乎自然的现实活动的完全性,都是善;因此,所有快感都是善”。 [从谓项与主项两者所后随的对象得出特称肯定。]然而,如果我们意图证明的不是全称肯定而是特称肯定,就必须再次从课题中的两个项每一者所后随的对象中取得。善后随依照德性的现实活动,快感也后随这同一个对象;那么就让这一个作为中项。于是第三格中就会产生推论:“所有依照德性的现实活动都是快感”;并且由于由此产生了一个特称肯定命题,即“某种快感是依照德性的现实活动”,而“所有依照德性的现实活动都是善”又已被设定,于是在第一格中便推导出“某种快感是善”。 [从与谓项不相容的事物和后随主项的事物,以及反过来,得出全称否定。]当需要证明全称否定时,关于结论中必须予以否定陈述的对象(此即善),必须从不可能属于它的事物、即不相容的事物中挑选出某物;而关于我们意图证明它完全不属于的对象(此即快感),则必须从后随它的事物中取得某物;如果我们把这些彼此结合在一起,就会在第一格中产生全称否定。假定从与善不相容的事物中取得了不完全的,从后随快感的事物中取得了平缓的运动,并且既然所有运动都是不完全的,就假定它们彼此是同一的。因此前提命题将如下所示:“所有快感都是平缓的运动”——这与说“不完全的”是同一的;因为已经设定所有运动都是不完全的,且快感是运动——“没有一种不完全的是善”;因此,“善不属于任何快感”,这等同于“善不针对任何快感被述说”。而我主张,如此构成的这个结论将通过预备推论被证明。因为否定命题是可以换位的,既然已经设定“不完全的不针对任何善被述说”,那么“善也不针对任何不完全的被述说”;并且因为不完全的与运动是同一的,它将属于全部运动;由此推导出“善不属于任何运动”。预备推论便如此。既然运动属于所有快感,善也将不属于任何快感。这样,在第一格中全称否定将被推导出来。 但是,如果我们意图在第二格中证明这同一个结论,就必须反过来取得;因为对于必须证明对其完全不属于的对象,我们将从不属于它的事物中取得某物;此即快感,必须证明善对其完全不属于。假定从不属于快感的事物中取得了伴随劳苦的;而从后随善(必须证明该善不属于任何快感)的事物中,假定取得了有益的,并假定伴随劳苦的与有益的彼此是同一的;因为凡有益的都伴有劳苦,且是伴随劳苦的;因为“神以劳苦为代价将所有善物赐予我们”以及“凡人因劳苦而增进善”的话乃是真实的。那么,就让伴随劳苦的作为中项,且必须如下陈述:“所有善都是伴随劳苦的,没有一种快感是伴随劳苦的”;因此推导出“善不属于任何快感”。但如果我们希望在第一格中证明,我们就会取得“快感不属于任何伴随劳苦的”,而“伴随劳苦的(因为与有益的相同)属于所有善”;由此推导出“快感不属于任何善”,却推导不出“善不属于任何快感”——而这原本是提出的课题。虽然结论作为全称否定可以换位,但在第一格中并没有任何东西是通过换位来证明的。 然而,如果我们意图证明课题中所剩余的特称否定,那么对于必须证明某物不属于其某些部分的主项(此即快感),就必须从快感所后随的那些对象中取得某物;而对于我们意图证明不属于主项之某些部分的谓项(此即善),则必须从不可能属于它的事物中取得。
- 2.0καὶ διὰ τοῦτο γινομένου ἐπὶ μέρους καταφατικοῦ, ὅτι τὶς ἡδονὴ ἐνέργεια κατ’ ἀρετήν ἐστι, κειμένου δὲ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν ἀγαθὸν εἶναι συνάγεται τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι.
两个独立属格结构(γινομένου... 和 κειμένου...)并列,构成主句动词 συνάγεται 的理由。作者在刚刚提到第三格推论之后,说明了通过将小前提换位得出“某种快感是依照德性的现实活动”,再结合大前提“所有依照德性的现实活动都是善”,从而在第一格(Darii)中推导出特称肯定结论的逻辑过程。
- 2.0ἀντιστρέφει μὲν οὖν τὸ συμπέρασμα καθόλου ἀποφατικὸν ὄν, ἀλλ’ ἐν πρώτῳ σχήματι οὐδὲν δι’ ἀντιστροφῆς ἐδείκνυτο.
由 μὲν οὖν... ἀλλά 构成的对比结构。尽管结论“快感不属于任何善”因是全称否定而在形式上可以换位(ἀντιστρέφει)为“善不属于任何快感”,但由于在第一格的标准证明程序中并不借助换位来证明目标结论,因而排除了这种推导方式。
