- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:101.12-102.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐明了在第三格中特称否定的推导及其通过换位向第一格的转化,以及涉及换位的特称肯定的另一种推导方式。随后,他论述了在选定中项和前提时,为何应当优先选取更具全称性和属阶性的项,而非邻近且更具个别性的项。
εἰλήφθω οὖν τὸ ἀλυσιτελὲς καὶ ἄπονον, ὧν τὸ μὲν ἀλλότριον τοῦ ἀγαθοῦ, τὸ δὲ ὑποκείμενον τῇ ἡδονῇ·1 ἔσονται οὖν ἐν τρίτῳ σχήματι αἱ προτάσεις ‘οὐδὲν ἀλυσιτελές, τουτέστιν ἄπονον, ἀγαθόν, πᾶν ἄπονον, τουτέστιν ἀλυσιτελές, ἡδύ’· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἀντιστραφεῖσα δὲ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται· τὶ ἡδὺ ἄπονον, οὐδὲν ἄπονον ἀγαθὸν ἐν πρώτῳ σχήματι. δυνατὸν δὲ τὸ μερικὸν καταφατικὸν καὶ ἄλλως συναγαγεῖν, ἐὰν εὕρωμέν τι 〈ταὐτὸν〉 τῶν ἑπομένων 〈τῷ〉 ἀγαθῷ καὶ οἷς ἡ ἡδονὴ ἕπεται. δείκνυμεν〈γὰρ〉 καὶ οὕτως τὸ μερικὸν καταφατικόν, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλ’ ἀντεστραμμένως, τουτέστι διὰ τοῦ ἀντιστρέψαι τὸ συναγόμενον ἐκ τούτων συμπέρασμα. εἰ γὰρ τὸ ὠφέλιμον παντὶ ἀγαθῷ ἕπεται, τούτῳ δὲ ταὐτὸν ἡ κατ’ ἀρετὴν ἐνέργεια, ᾗ ἕπεται ἡ ἡδονή, καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια [ᾗ ἕπεται ἡ ἡδονή, καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια] παντὶ τῷ ἀγαθῷ ὑπάρξει. πάλιν ἐπειδὴ ἡ ἡδονὴ παντὶ τῷ κατ’ ἀρετὴν βίῳ, ὁ δὲ κατ’ ἀρετὴν βίος ταὐτὸν τῷ ὠφελίμῳ, τὸ δὲ ὠφέλιμον παντὶ ἀγαθῷ, ἡ ἡδονὴ ἄρα παντὶ ἀγαθῷ. ἀλλ’ οὐ τοῦτο ἦν τὸ προκείμενον, εἰ ἡδονὴ παντὶ ἀγαθῷ ὑπάρχει, ἀλλ’ εἰ τὸ ἀγαθὸν τινὶ τῶν ἡδονῶν ὑπάρχει· ἡ γὰρ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει· δεῖ γάρ. ἐπεὶ δὴ καὶ ἄλλως πως γίνεται συλλογισμὸς μερικὸς καταφατικός, ᾧ ἕπεται ἡ ἡδονή, τῷ ἑπομένῳ τῷ ἀγαθῷ ταὐτοῦ ληφθέντος2 (διὰ γὰρ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς), διὰ τοῦτο οὐδὲ ταύτην ἔδοξεν ἡμῖν παραλιπεῖν τὴν δεῖξιν. [ἐκ τῆς ἐκλογῆς τὰ καθόλου 〈καὶ〉 γενικώτερα δεῖ καὶ οὐ τὰ προσεχῆ καὶ μερικώτερα λαμβάνειν.] Δεῖ δὲ ἐν ταῖς ἐκλογαῖς τῶν ἑπομένων ἑκατέρῳ τῶν κειμένων καὶ οἷς ἑκάτερος αὐτῶν ἕπεται μήτε τὰ προσεχῆ εὐθὺς λαμβάνειν ἑπόμενα μήτε τά, οἷς ἕπεται, ἀλλὰ τὰ πρῶτα καὶ καθολικώτερα, ὑφ’ ἃ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα. λέγω δὲ ‘τῶν ἑπομένων’ οὐ τὰ ἴδια καὶ τοὺς ὁρισμούς (ταῦτα γὰρ οἰκεῖά τε τῶν κειμένων, καὶ οὐχ οἷόν τε ὁρισμόν τινα ἢ ἴδιον ἔτι εἶναι τὸ καθολικώτερον καὶ πλείοσιν ὑπάρχον) ἀλλὰ τὰ γένη καὶ τὰς διαφορὰς καὶ ὅσα οὕτως ἕπεται. οἷον εἰ ἄνθρωπος εἴη ὁ κείμενος ὅρος, μὴ ζῷον πεζὸν εὐθέως λαμβάνειν ἑπόμενον αὐτῷ ἀλλὰ ζῶον (καθολικώτερον γάρ), καὶ ἔτι πρὸ τοῦ ζῴου τὴν οὐσίαν τὴν ἔμψυχον, καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν, οἷς ἕπεται, οἷον ὁ ἄνθρωπος, τὰ μὲν προσεχῶς οἷς ἕπεται τὸ γραμματικόν, τὸ δὲ καθολικώτερον τὸ ἐπιστημονικόν. ἡ δὲ αἰτία τοῦ οὕτω δεῖν ποιεῖσθαι τὴν ἐπίβλεψιν, ὅτι εὐπορωτέρα καὶ ἐν πλείοσιν ἡμῖν ἡ ἐκλογὴ τῶν προτάσεων ἔσται καὶ ἡ ζήτησις τοῦ καθολικωτέρου πρώτου λαμβανομένου. ὁ γὰρ τὸ καθολικώτερον τῶν ἑπομένων τινὶ λαβὼν ἔχει καὶ τὰ ὑπ’ ἐκείνου περιεχόμενα καὶ προσεχέστερον ἑπόμενα τῷ κειμένῳ καὶ αὐτὰ λαμβάνειν, ὁ δὲ τὰ προσεχῆ λαβὼν μόνα οὐκ ἔχει τὰ καθολικώτερα τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι.3 ὁ μὲν γὰρ λαβὼν τῷ ἀνθρώπῳ τὸ ζῷον ἕπεσθαι ἀποκέκλειται τοῦ τὴν οὐσίαν ἔτι λαβεῖν τῷ ἐν τῷ ζῴῳ καὶ τὴν οὐσίαν περιέχεσθαι, ὁ δὲ τὴν οὐσίαν πρώτην λαβὼν ἔχει καὶ τὸ ζῷον ἐν τοῖς ἑπομένοις τῷ ἀνθρώπῳ λαβεῖν ἔτι. πλειόνων δὲ ὄντων τοιούτων εὐπορωτέρα ἡ τοῦ μέσου εὕρεσις· ῥᾷον γὰρ ἐν πλείοσιν εὑρεῖν, ὃ ζητεῖ τις, ἢ ἐν ἐλάττοσι. διὰ ταῦτα οὖν δεῖ, φημί, ἐπιβλέπειν, εἰ ἐνδέχεται καὶ διὰ τῶν καθολικωτέρων συνάγειν τὸ προκείμενον. ὅσῳ γὰρ διὰ τῶν καθολικωτέρων συνάγομεν τὸ συμπέρασμα, πλειόνων εὐποροῦμεν μέσων. τὸ αὐτὸ γὰρ καὶ διὰ τῶν μερικωτέρων συνάγειν δυνατόν· εἰ δέ τι διὰ τῶν μερικωτέρων συνάγοιτο, οὐ πάντως καὶ διὰ τῶν καθολικωτέρων συναχθήσεται· οἷον εἰ διὰ τοῦ σώματος μέσου συνάγω, ὅτι ὁ ἄνθρωπος οὐσία, πάντως καὶ διὰ τῶν ὑπὸ τὸ σῶμα συναγαγεῖν δύναμαι, οἷον τοῦ ἐμψύχου, τοῦ ζῴου, τοῦ λογικοῦ. εἴ τι μέντοι διὰ τοῦ μερικωτέρου συνάγοιτο, οὐ πάντως καὶ διὰ τοῦ καθολικωτέρου τὸ αὐτὸ συναχθήσεται, οἷον τὸν ἄνθρωπον λογικὸν εἶναι διὰ τοῦ φιλοσοφεῖν· ὁ ἄνθρωπος φιλοσοφεῖ, τὸ φιλοσοφοῦν λογικόν, ὁ ἄνθρωπος ἄρα λογικόν. οὐκέτι δὲ τὸ αὐτὸ συνάγειν δύναμαι διὰ τῶν τοῦ φιλοσοφεῖν καθολικωτέρων, οἷον τῆς ἕξεως ἢ τῆς διαθέσεως ἢ τῆς ποιότητος· οὔτε γὰρ τὸ ἕξεώς τινος ἢ ποιότητος μετέχον ἤδη καὶ λόγῳ χρῆται, εἴ γε καὶ ὄνομά ἐστιν ἕξιν ἔχειν.4
那么,假定取得了无益的与不伴随劳苦的,其中前者与善不相容,后者作为主项从属于快感。因此在第三格中前提命题将如下所示:“没有任何无益的、即不伴随劳苦的是善;所有不伴随劳苦的、即无益的都是快感”;因此,“某种快感不是善”。而全称肯定命题换位后成为特称肯定命题:在第一格中,“某种快感是不伴随劳苦的,没有任何不伴随劳苦的是善”。 然而,如果我们在后随善的事物与快感所后随的对象中找到某种〈相同的〉事物,也可能以另一种方式推导出特称肯定。因为我们也以此种方式证明特称肯定,但不是就其自身而言,而是通过换位,即通过将由这些前提推导出的结论加以换位。因为如果有益的后随所有善,而依照德性的现实活动(快感后随于它)与此有益的相同,那么依照德性的现实活动[快感后随于它,依照德性的现实活动]也将属于所有善。再次,既然快感属于所有依照德性的生活,而依照德性的生活与有益的相同,有益的又属于所有善,因此快感属于所有善。但原本提出的课题并非快感是否属于所有善,而是善是否属于某种快感;因为全称肯定命题换位为特称命题;因为必须如此。既然当快感所后随的对象被取为与后随善的事物相同时,特称肯定推论在某种程度上也可以通过另一种方式产生(即通过结论的换位),正是因此,我们认为也不应遗漏这一个证明。 [在选定中必须取得全称且更具属阶的事物,而不是邻近且更具个别性的事物。]在选定后随于已设定的两个项每一者以及它们每一者所后随的对象时,既不应立即取得邻近的后随事物,也不应取得邻近的所后随对象,而应取得原初的、更具全称性的事物,那些对于已设定者而言原初邻近的事物也排列于其下。而我所说的“后随事物”,并不是指固有属性与定义(因为这些是已设定者所特有的,更具全称性且属于更多事物者不可能还是定义或固有属性),而是指类和种差以及诸如此类后随的事物。例如,如果人是已设定的项,不要立即取得“步行的动物”作为后随它的事物,而是取得“动物”(因为这更具全称性),且在动物之前还要取得“有灵魂的实体”,在此之前还要取得“实体”。同样,例如对于人所后随的对象,邻近所后随的对象是通晓文法的,而更具全称性的是具有知识能力的。必须如此进行审视的原因在于:当更具全称性的事物首先被取得时,前提命题的选定与探求对我们而言将更容易,且存在于更多的范围中。因为取得了后随某物的更具全称性事物的人,也能够取得被其所包含、且更邻近地后随已设定项的事物;但仅取得了邻近事物的人,由于那些更具全称性的事物已包含在预先被取得的邻近后随事物之中,因而无法取得更具全称性的事物。因为判定动物后随于人的人,由于实体也包含在动物之中,就被排除了进一步取得实体的可能;而首先取得了实体的人,则仍能够在后随人的事物中进一步取得动物。当此类事物更多时,中项的发现便更容易;因为任何人在较多事物中寻找所探求之物,总比在较少事物中更容易。因此我主张,正因这些缘故,必须审视是否也可能通过更具全称性的事物来推导出提出的课题。因为我们越是通过更具全称性的事物得出结论,所拥有的中项就越丰富。因为这同一个结论也可能通过更具个别性的事物推导出来;但如果某物是通过更具个别性的事物被推导出来的,却绝不必然也能通过更具全称性的事物被推导出来。例如,如果我通过物体作为中项推导出人是实体,我就必定也能够通过物体之下的事物推导出来,如有灵魂的、动物、理性的。然而,如果某物是通过更具个别性的事物被推导出来的,同样的结论却绝不必然也能通过更具全称性的事物被推导出来,例如通过从事哲学推导出人是理性的:“人从事哲学,从事哲学的是理性的,因此人是理性的”。但我无法再通过比从事哲学更具全称性的事物,例如状态、情态或性质,来推导出同一结论;因为分有某种状态或性质的事物并不因此就已经运用理性,如果连驴子也具有状态的话。
- 2.0ὧν τὸ μὲν ἀλλότριον τοῦ ἀγαθοῦ, τὸ δὲ ὑποκείμενον τῇ ἡδονῇ
ὧν 是指代前述两项(τὸ ἀλυσιτελὲς καὶ ἄπονον)的部分属格;τὸ μέν(无益的)对应与谓项(善)不相容的事物,τὸ δέ(不伴随劳苦的)则对应快感所后随的下位主项。
- 2.0ᾧ ἕπεται ἡ ἡδονή, τῷ ἑπομένῳ τῷ ἀγαθῷ ταὐτοῦ ληφθέντος
属格独立结构。名词化的关系从句 ᾧ ἕπεται ἡ ἡδονή(快感所后随的对象)充当属格主语,与表语 ταὐτοῦ 以及与格补足语 τῷ ἑπομένῳ τῷ ἀγαθῷ(后随善的事物)连用,表示被取为相同的情况。
- 2.0τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι
带冠词不定词与格 τῷ ... περιέχεσθαι 表示原因。ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις 意为“在已被先行取得的邻近后随事物中”,而在其中“那些更具全称性的事物也已被包含”(κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι),解释了为何无法随后再取得它们。
- 2.0εἴ γε καὶ ὄνομά ἐστιν ἕξιν ἔχειν
底本中的 ὄνομά 在校勘中通常被视作 ὄνῳ(对驴子而言)的讹误,用作极端事例的反诘:“如果连驴子也具有状态的话”。语境上构成对比,说明即使像驴子这样的无理性动物也能具有某种状态,却并不因此具有理性。
