← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§98.12-99.32

词项选择规则与四类课题的适用例

忒密斯提乌斯详述了挑选词项的规则,指出应计及种的固有差异及绝大多数情况下的事态,同时避免重复取得属或共有的后随项,并以善与快感为例列出了针对四类课题的后随项、前项与不相容项的清单。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#6

ὁμοίως τὸ πεζόν, τὸ δίπουν καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ ἴδια λαμβάνοντας τιθέναι χρή, ἐπεὶ μὴ ἕπεται τῷ περιέχοντι αὐτὸ γένει. οὐ γάρ, ὅσα [τῶν εἰδῶν] ἑκάστῳ τῶν εἰδῶν ὑπάρχει, ταῦτα καὶ τῷ γένει ὑπάρχει· ἀνάγκη γὰρ τοῖς διαφέρουσιν εἴδεσιν ἴδιά τινα ὑπάρχειν, ἃ διὰ τὸ ἴδια ἑκάστου εἴδους εἶναι οὐκ ἂν ἕποιτο τῷ γένει. τὰ μὲν γὰρ τῷ γένει ἑπόμενα ἑκάστῳ τῶν εἰδῶν ἕπεσθαι ἀνάγκη, ἃ δὲ ἑκάστῳ τῶν εἰδῶν ἕπεται, οὐκέτι οὔτε τῷ γένει οὔτε ἀλλήλοις· εἰ γὰρ ἀντιδιαιρεῖται ἀλλήλοις καὶ ἕτερά εἰσιν ἀλλήλων, πᾶσα ἀνάγκη ἔχειν τι ἕκαστον, ὅπερ ἐστὶν ἀλλότριον τοῦ ἑτέρου, οἷον ὁ ἄνθρωπος τοῦ ἵππου. Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον ὡς ὑποκείμενα, οἷς ἕπεται τὸ ὑποκείμενον,1 ἤ, ἵνα σαφέστερον εἴπω, οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται ὁ ὑποκείμενος ὅρος ὁ περιεχόμενος ὑπό τινος * * *. οἷον εἰ ἔστιν ὁ ὑποκείμενος ὅρος ὁ ἄνθρωπος καὶ ἐκλέγομεν, οἷς ἕπεται ὁ ἄνθρωπος, οὐ δεῖ προσλαμβάνειν τὸ ζῷον λέγοντας, ὅτι καὶ τοῦτο, λέγω δὴ τὸ ζῷον, ἕπεται ἐκείνοις, οἷς καὶ ὁ ἄνθρωπος ἕπεται. τοῦτο γὰρ κεῖται δυνάμει· τὸ γὰρ τῷ ἀνθρώπῳ ἀκολουθοῦν ἀκολουθεῖ καὶ οἷς ὁ ἄνθρωπος ἀκολουθεῖ. καὶ γὰρ οὐδὲ πρόκειται ἡμῖν ζητεῖν, τίσι τὸ γένος τοῦ κειμένου ὅρου ἕπεται, ἀλλὰ τίσιν αὐτὸς ὁ ὑποκείμενος ὅρος, ᾧτινι καὶ οἰκεῖα μᾶλλον καὶ προσεχῶς ὑποκείμενα τά, οἷς οὗτος ἕπεται, ἢ τῷ ζῴῳ· οὐδὲ γὰρ προσεχῶς ἀλλὰ διὰ μέσου τούτου, φημὶ δὴ τοῦ ἀνθρώπου, τούτοις ἕπεται τὸ ζῷον, οἷον τῷ μουσικῷ, τῷ γραμματικῷ, τῷ φιλοσόφῳ. Ἐπεὶ δέ ἐστί τινα προβλήματα στοχαστικὰ καὶ ἐκ τῶν [ἐπὶ τοῦ] ἐπὶ τὸ πολὺ τὰς δείξεις ἔχοντα, δεῖ καὶ τὰ ἐπὶ τὸ πολὺ ἑπόμενα τοῖς προκειμένοις ὅροις καὶ οἷς αὐτοὶ οὕτως ἕπονται ἐκλέγειν τε καὶ λαμβάνειν· οὕτω γὰρ διὰ τῶν τοιούτων δυνησόμεθα τὰ περὶ τῶν τοιούτων προβλήματα συλλογίζεσθαι. ὅτι δὲ ὅμοιον ἑκάστου συλλογισμοῦ τὸ συμπέρασμα ταῖς ἀρχαῖς, τουτέστι ταῖς προτάσεσιν, ἐδείξαμεν, ὅτε ἐδείκνυμεν μὴ δυνάμενον δυνατῷ ἀδύνατον ἀκολουθεῖν, οἷον ὅτι τῷ μετ’ ἰσημερίαν χειμερινὴν πλέοντι τὸ εὐπλοεῖν ὡς ἐπὶ τὸ πολὺ ἕπεται καὶ τῇ διαίτῃ τοιᾷδε κεχρημένῳ τὸ ὑγιαίνειν· καὶ γὰρ τοῦτο ὡς ἐπὶ τὸ πολύ· πάλιν τῷ μοιχεύειν ἕπεται τὸ καλλωπίζεσθαι ὡς ἐπὶ τὸ πολύ, καὶ τῷ κλέπτειν ὡς ἐπὶ τὸ πολὺ ἕπεται τὸ νύκτωρ πλανᾶσθαι. Ἔτι οὐ δεῖ τὰ τοῖς δύο ὅροις τοῦ προβλήματος ἑπόμενα λαμβάνειν ὡς μηδενὸς ἐκ τῆς τῶν τοιούτων λήψεως καὶ τῆς συνθέσεως γινομένου συλλογισμοῦ. τοῦτο δὲ λέγων οὐ τοῦτό φημι, ὅτι οὐ δεῖ ἐκλέγειν τὰ ἀμφοτέροις τοῖς ὅροις ἑπόμενα καὶ ἀπογράφεσθαι (δεῖ γάρ), ἀλλ’ ὃ λέγω, τοιοῦτόν ἐστιν· οὐ δεῖ ζητεῖν, τίνα κοινῶς αὐτοῖς ἕπεται, ὡς ἀμφοτέροις εἶναι ταὐτὸν ἑπόμενον. κοινοῦ γὰρ ὄντος τοῦ ἀμφοτέροις ἑπομένου ἄχρηστον τὸ τοιοῦτον ἑπόμενον πρὸς κατασκευὴν συλλογισμοῦ. δι’ ἣν αἰτίαν, ἐν τοῖς ἑπομένοις ἔσται δῆλον. Ἐπεὶ δ’ ἱκανῶς ἡμῖν εἴρηται, τίνα χρὴ ἐκλέγειν ἑκατέρου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι, μετὰ ταῦτα δεικτέον, τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων ἕκαστον τῶν προβλημάτων συνάξει.2 ἔστι δὲ τὰ προβλήματα τέσσαρα· ἢ γὰρ καθόλου καταφατικὸν ἢ ἀποφατικὸν καθόλου ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικόν. σαφηνείας δὲ χάριν τῶν λεγομένων ὑπογράψω τάς τε ἐκλογὰς καὶ τὸ διάγραμμα ὅλον καὶ τοὺς συλλογισμούς, πῶς τε καὶ ἐκ τίνων γίνονται· οὐ γὰρ τὸ τυχὸν συμβάλοιτ’ ἂν ἡμῖν εἰς τὸ συλλογιστικὸν εἶναι ἡ τούτων σαφήνεια. ἔστωσαν δὴ τὰ πράγματα (ταῦτα δ’ ἐστὶν οἱ ὅροι οἱ τῶν προβλημάτων τῶν τεσσάρων) ἡδονή τε καὶ ἀγαθόν, καὶ ἔστω δέον3 ποτὲ μὲν πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι, ποτὲ δὲ τινά, ποτὲ δὲ μηδεμίαν, ἔστω δέ ποτε μὴ πᾶσαν. ἐκλελέχθω δὴ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα καὶ οἷς αὐτὰ ἕπεται καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν. τὰ μὲν οὖν τῷ ἀγαθῷ ἑπόμενα ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, λυσιτελές, συμφέρον, ὀρεκτὸν καὶ ὅσα τοιαῦτα. οἷς δὲ πάλιν αὐτὸ ἕπεται, εὐδαιμονία, τέλειον, ἀρεταί, κατ’ ἀρετὴν ἐνέργεια, σωματικὰ ἀγαθά, τὰ ἐκτός, τὰ κατὰ φύσιν καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ, φευκτόν, βλαβερόν, κακόν, ἀσύμφορον, ἀλυσιτελές, αἰσχρόν, ἀτελές. πάλιν τὰ μὲν τῇ ἡδονῇ ἑπόμενα ἡ λεία κίνησις, ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, τὸ ἀνενόχλητον, τὸ ἀόργητον, τὸ ἀρεστόν, τὸ ἄπονον, τὸ ἄλυπον, τὸ ἄφοβον, τὸ κατὰ φύσιν, τὸ αἱρετόν. οἷς δὲ ἡδονὴ ἕπεται, ὑγεία, εὐτυχία, εὐτεκνία, ἐνέργεια κατ’ ἀρετήν, εὐπορία καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται αὐτῇ ὑπάρχειν, νόσος, πόνος, λύπη, φόβος, ἀπορία.

同样,陆生的、二足的以及所有此类事物也是如此;因为必须将这些作为固有属性来取得并设定,因为它们并不后随包含它的属。因为并不是凡属于各种之每一者的事物,也都属于属;因为某些固有属性必然属于不同的种,而这些属性由于是每个种所固有的,便不会后随该属。因为后随属的事物必然后随种的每一者,而后随种之每一者的事物,则不再后随属,也不再互相后随;因为如果它们彼此区分且互不相同,那么每一者都完全必然具有某种与另一者互不相容的东西,正如人相对于马一样。 确实,也不应当针对普遍者,把主项所后随的对象作为主项来挑选;或者,为了说得更明白,在挑选被某物所包含的主项所后随的对象时,不应当……[缺失]……例如,如果主项是人,而我们正在挑选人所后随的对象,就不应当追加取得动物,并说这一个——我指的是动物——也后随人所后随的那些对象。因为这是在潜能上被设定的;因为伴随人的东西,也伴随人所伴随的对象。而且实际上,摆在我们面前的并不是去探求既定项的属后随什么,而是去探求该主项自身后随什么;相对于动物而言,该项所后随的对象构成了对于该项更为切近且更为直接的主项;因为动物并不是直接后随这些对象,而是通过这一个——我指的是人——作为中介而后随它们的,例如后随通晓音乐者、文法家、哲学家。 然而,由于某些课题是推测性的,并且其论证来自于在绝大多数情况下成立的事态,所以也必须挑选并取得在绝大多数情况下后随既定诸项的事物,以及诸项自身以此种方式所后随的对象;因为这样一来,通过此类事物,我们将能够推论关于此类事物的课题。而每个推论的结论都与原理——即前提命题——相似,这在我们证明不可能的事物不能伴随可能的事物时就已经证明过了;例如,在绝大多数情况下,顺利航海后随在冬季昼夜平分之后航海的人,健康后随采用某种特定养生法的人;因为这也是在绝大多数情况下成立的;又如,在绝大多数情况下,修饰打扮后随通奸,夜间游荡后随偷盗。 此外,不应当取得后随课题中两个项的事物,因为从对此类事物的取得和组合中绝不能产生推论。但我这样说并不是指不应当挑选并记录后随两项的事物(因为确实必须这样做),而是我所说的是指:不应当寻求共同后随它们的事物,以至于成为两者的同一个后随者。因为如果后随两者的是共同的,那么此类后随者对于推论的建构便是无用的;其原因将在后文中阐明。 既然我们已经充分说明了应当为课题中的两个项的每一者挑选什么,在此之后就必须表明,从被挑选出的事物中,将哪些与哪些结合在一起取得,能够推导出各个课题。课题有四个:或者是全称肯定,或者是全称否定,或者是特称肯定,或者是特称否定。为了使所说的话清晰明白,我将记下这些挑选清单、整个图表以及诸推论,即它们是如何产生以及从何产生的;因为这些的清晰明白,对于我们掌握推论能力而言将产生非同寻常的助益。假定这些事物——即四个课题的诸项——是快感与善,并假定有时需要证明所有快感都是善,有时证明某种是,有时证明没有一种是,有时证明并非所有都是。那么,就假定已经挑选出了后随它们每一者的事物、它们自身所后随的对象、以及凡不可能属于它们的事物。后随善的事物有:有益的、值得选择的、应当追求的、本己的、合算的、有利的、被欲求的以及所有此类事物。反过来善自身所后随的对象有:幸福、完全的、诸德性、依照德性的现实活动、身体的善、外在的善、合乎自然的事物以及诸如此类。而不可能属于善的事物有:应当逃避的、有害的、恶、不利的、不合算的、丑恶的、不完全的。再次,后随快感的事物有:平缓的运动、合乎自然的品质的未受阻碍的现实活动、未受扰乱、无怒气、令人喜悦、无劳苦、无痛苦、无畏惧、合乎自然的、值得选择的。快感自身所后随的对象有:健康、幸运、多子、依照德性的现实活动、富足以及诸如此类。而不可能属于快感的事物有:疾病、劳苦、痛苦、畏惧、匮乏。

语法注3 条
  1. 2.0Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον ὡς ὑποκείμενα, οἷς ἕπεται τὸ ὑποκείμενον

    τῷ καθόλου 是附属于动词性形容词 ἐκλεκτέον 的关系与格/关涉与格(“针对普遍者[属]”),而非施事与格(施事为主语泛指的“人们”或后文的不定词主体)。ὡς ὑποκείμενα 作为关系从句 οἷς ἕπεται τὸ ὑποκείμενον 的先行词的表语性同位语,意为“不应当把主项所后随的对象作为[普遍者的]主项来挑选”。

  2. 2.0τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων ἕκαστον τῶν προβλημάτων συνάξει

    在间接疑问从句中,疑问代词主语 τίνα 与分词 ληφθέντα 一致,并由介词短语 μετὰ τίνων 修饰(“从被挑选出的事物中,哪些与哪些结合在一起取得”),整个短语作主动词 συνάξει(“得出结论/推导出”)的主语,而 ἕκαστον τῶν προβλημάτων(“各个课题”)作其宾格直接宾语。

  3. 2.0ἔστω δέον

    非人称动词 δεῖ 的中性单数现在分词 δέον(在宾格绝对结构中常见,意为“作为应当/必须”)与命令式第三人称单数 ἔστω 结合,构成迂说法结构(periphrasis),意为“假定需要证明……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:98.12-99.32