← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§96.29-98.12

后随属性的选取与全称命题的形成

特米斯蒂乌斯阐明了固有属性与偶性的区别以及依真实后随与依臆见后随的差异,说明为了获得全称命题必须仅将全称量项连系于主项,且不应重复探求已被属所蕴涵的上位后随属性或不相容属性,而应挑选种所特有的属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#5

οὐκέτι δὲ τὸ γελαστικὸν τοιοῦτον ἂν εἴη· οὔτε γὰρ ἐν τῷ ὁρισμῷ περιέχεται οὔτε οὕτως ὑπάρχει αὐτῷ ὡς καὶ τῆς κατ’ αὐτὸ ἀπούσης ἐνεργείας φθείρειν τὴν ὕπαρξιν·1 καὶ γάρ, κἂν μηδέποτε γελᾷ, οὐδὲν παρὰ τοῦτο κωλύεται ἄνθρωπος εἶναι. τὰ δὲ ὡς συμβεβηκότα ἑπόμενά ἐστιν, ὅσα κατηγορούμενά τινος μήτε ὡς ἐν τῷ τί ἐστι μήτε ὡς ἴδια κατηγορεῖται αὐτοῦ· ταῦτα δ’ ἂν εἴη, ἃ οἷά τε καὶ ἄλλοις τισὶν ὑπάρχειν, ὡς τὸ λευκὸν ψιμμιθίῳ καὶ ἀνθρώπῳ τὸ περιπατεῖν. δεῖ δὲ καθόλου τῶν ἑπομένων τινὶ διακρίνειν, ποῖα κατὰ ἀλήθειαν καὶ ποῖα δοξαστικῶς ἕπεται. κατὰ ἀλήθειαν μὲν γὰρ τῇ ἡδονῇ ἡ κίνησις καὶ τὸ ὀρεκτὸν ἕπεται, κατὰ δόξαν δὲ τὸ κατὰ φύσιν· οὐ γὰρ δὴ πᾶσα ἡδονὴ κατὰ φύσιν· ἡ γοῦν τῶν ψωριώντων ἐκ τοῦ κνήθεσθαι ἡδονὴ οὐ κατὰ φύσιν. πάλιν ταῖς * * * οὐ μέντοι κατὰ ἀλήθειαν. ὅσῳ μὲν γὰρ 〈ἂν πλείονα〉 τοιούτων οἷον ἑπομένων, οἷς ἕπεται, ἀλλοτρίων καὶ τῶν ἄλλων, ὧν εἴπομεν, εὑροίημεν, θᾶττον ἡ εὕρεσις ἡμῖν γενήσεται τῶν τε προτάσεων καὶ τοῦ συμπεράσματος· ὅσῳ δ’ ἂν ἀληθέστερα, μᾶλλον ἡ τῶν ἀποδεικτικῶν συλλογισμῶν εὕρεσίς τε καὶ ποίησις. [καὶ ὅτι τὰ τῷ παντὶ ἑπόμενα καὶ οὐχὶ τινὶ δεῖ ἐκλέγεσθαι] δεῖ δὲ ἐκλέγειν μὴ τὰ τινὶ τῶν ὅρων ἑπόμενα, ἀλλ’ ὅσα ὅλῳ τῷ ὅρῳ τε καὶ πράγματι ἕπεται. εἰ γὰρ ὅρος εἴη ἄνθρωπος, οὐ τὸ τινὶ ἀνθρώπῳ ἑπόμενον ἐκλεκτέον ἀλλὰ τὸ παντί, οὐδὲ τὸ τινὶ ἡδονῇ ἑπόμενον, ἂν ὅρος ᾖ τοῦ προβλήματος ἡ ἡδονή, ἀλλὰ τὸ πάσῃ. οὕτω γὰρ εὐπορήσεις καθόλου προτάσεων, ὧν χωρὶς ἀδύνατον συλλογισμὸν γενέσθαι. οὐ μόνον δὲ οὐ δεῖ τὰ τινὶ ἀνθρώπῳ ἑπόμενα ἐκτίθεσθαι, ἂν ἄνθρωπος εἴη ὁ ἐν τῷ προβλήματι ὅρος, ἀλλ’ οὐδὲ ἀπροσδιορίστως ἐκτίθεσθαι τὸν ὑποκείμενον ὅρον καὶ οὕτως τὰ ἑπόμενα αὐτῷ ζητεῖν, οἷον ἄνθρωπος, ἀλλὰ πᾶς ἄνθρωπος· αἱ γὰρ ἀπροσδιόριστοι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, ἰσοδυναμοῦσι ταῖς μερικαῖς. ἀλλὰ καὶ τά, οἷς αὐτὰ ἕπεται ὅλοις, οὐ μέρεσιν αὐτῶν, ταῦτα ἐκλεκτέον· τὸ γὰρ ζῷον οὐχ ἕπεται παντὶ ἐμψύχῳ, παντὶ δὲ αἰσθητικῷ καὶ παντὶ ἀνθρώπῳ. ταῦτα δὴ ἄρα καὶ οὐκ 〈ἐκεῖνο〉 ἐκλεκτέον ἐκλέγοντας, οἷς τὸ ζῷον ἕπεται· ἔσται γὰρ οὕτως κατὰ παντὸς τούτου, ᾧ ἕπεται· διὰ γὰρ τῶν τοιούτων αἱ καθόλου προτάσεις. οὐκέτι μέντοι τὸ ἑπόμενόν τινι δεῖ ὅλον ἐκλέγειν· ἕπεται μὲν γὰρ ἀνθρώπῳ τὸ ζῷον, οὐ μὴν πᾶν, καὶ τῇ γραμματικῇ ἡ ἐπιστήμη, οὐ μὴν πᾶσα. οὐ δὴ δεῖ ζητεῖν τὸ οὕτως ἑπόμενον· ἱκανὸν γὰρ πρὸς τὴν τῶν προτάσεων λῆψιν τὸ ἕπεσθαι μόνον. τοῦτο δ’ ἐστίν, ἵνα σαφέστερόν τε καὶ συντομώτερον εἴπω, τὸ μὴ δεῖν τῷ κατηγορουμένῳ τὸν προσδιορισμὸν συντάττειν.2 ἄχρηστόν τε γάρ ἐστι τὸ τοῦτον ποιεῖν καὶ πρὸς τῷ ἀχρήστῳ καὶ ἀδύνατον· ἀδύνατον γὰρ πάντα ἄνθρωπον πᾶν ζῷον εἶναι ἢ πᾶν γελαστικόν. οὐ τῷ ἑπομένῳ οὖν δεῖ ἀλλὰ τῷ ὑποκειμένῳ συντάττειν τὸν προσδιορισμόν, καθάπερ δὴ καὶ εἰώθαμεν τὰς προτάσεις προτείνειν πρὸς τοὺς διαλεγομένους· λέγομεν γὰρ πάσῃ ὑγιείᾳ ἡδονὴν ἕπεσθαι, οὐ μέντοι πᾶσαν ἡδονήν, ἢ πάντα ἄνθρωπον ζῷον, ἀλλ’ οὐ πάντα ἄνθρωπον πᾶν ζῷον, καὶ ὅτι ἡ ψυχὴ ἀθάνατος, ἀλλ’ οὐχ ὅτι ἡ ψυχὴ πᾶν ἀθάνατον. Ὅταν δέ τινι ὅρῳ ὁποιῳοῦν, ἄν τε ὑποκείμενος οὗτος ᾖ ἄν τε κατηγορούμενος, τὰ ἑπόμενα αὐτῷ βουληθῶμεν λαβεῖν, μὴ λάβωμεν καὶ τὰ τῷ ἑπομένῳ ἑπόμενα. οἷον εἰ ζητοῦμεν, τί ἕπεται τῷ ἀνθρώπῳ, εἶτα εὕρωμεν, ὅτι τὸ ζῷον, μὴ ζητήσομεν καὶ τὰ ζῴῳ ἑπόμενα ὥστε δεῖξαι καὶ ταῦτα τῷ ἀνθρώπῳ ἑπόμενα· φθάνει γὰρ ταῦτα εἰλῆφθαι δυνάμει,3 ὅτε ἐλήφθη ἑπόμενον τὸ ζῷον τῷ ἀνθρώπῳ· ἕπεται δὲ τῷ ζῴῳ τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ σῶμα, ἡ οὐσία. ὥσπερ δὲ οὐ δεῖ λαμβάνειν τὰ τῷ ἑπομένῳ ἑπόμενα, οὕτως οὐ δεῖ λαμβάνειν, ὅσα τῷ ἑπομένῳ ἀλλότρια· ὅσα γάρ ἐστιν ἀλλότρια τοῦ γένους, ταῦτα καὶ τοῦ εἴδους ἐξ ἀνάγκης. ὥστε ὡς ὁμολογούμενον τοῦτο οὐ δεῖ λαμβάνειν. ἀλλότρια δὲ τοῦ γένους τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ ἀσώματον. τὰ δὲ οἰκεῖα καὶ ἰδίως ἑπόμενα τῷ ἀνθρώπῳ, ἃ μηκέτι τῷ γένει αὐτοῦ ἕπεται, τῷ ζῴῳ, ταῦτα ἐκλεκτέον· ἔστι γάρ τινα, ἃ τῷ ἀνθρώπῳ ἕπεται τῷ γένει αὐτοῦ, τῷ ζῴῳ, μὴ ἑπόμενα. ὧν τὰ μὲν καὶ κυρίως ἐστὶν ἴδια τοῦ ἀνθρώπου, ὡς τὸ γελαστικόν, ὡς τὸ βουλευτικόν, τὰ δὲ ὡς πρὸς τὰ ἄλλα ἴδιά ἐστιν αὐτοῦ, ὡς τὸ λογικόν· ὡς γὰρ πρὸς τὸ ἄλογον ἴδιον γίνεται τοῦ ἀνθρώπου· καὶ οὐχ ἕπεται τούτων οὐδὲν τῷ ζῴῳ.

但能笑的属性就不再会是这样的了;因为既不包含在定义之中,也不是如此这般地属于它,以至于由它而来的现实活动的缺失会破坏其存在;因为哪怕他从来不笑,也不会因此而丝毫妨碍他是人。而作为偶性后随的事物,则是凡在陈述于某物时,既不在“是什么”中陈述也不作为固有属性陈述于其上的所有东西;而这些东西会是那些也能够属于某些其他事物的东西,正如白属于铅白,行走属于人。大体上,在后随某物的事物中,必须区分出哪些是依照真实后随的,哪些是依照臆见后随的。因为依照真实,运动和被欲求后随快乐,但依照臆见,合乎自然[后随快乐];因为绝非所有快乐都合乎自然;至少患疥癣者因搔抓而产生的快乐就不合乎自然。再次对……[缺失]……然而并不是依照真实。因为我们越是发现更多此类事物——诸如后随者、其所后随者、互不相容者以及我们谈到的其他事物——我们对于命题和结论的发现就越快;而它们越是真实,证明性推论的发现与建构就越加确凿。[并且必须挑选后随全体的事物,而非后随部分的事物]然而,挑选时不应当挑选后随这些项中某一部分的事物,而应当挑选后随项及事物的全体的凡此种种。因为如果项是人,就不能挑选后随某个人、而必须挑选后随每个[人]的事物;如果课题的项是快乐,也不能挑选后随某种快乐、而必须挑选后随每种[快乐]的事物。因为只有这样,你才能充备地获得全称命题,而没有这些命题,推论就不可能产生。不仅在课题中的项是人时不应当列出后随某个人者,而且也不应当无规定地列出主项并以此方式探求后随它的事物,例如说“人”,而应当说“每个人”;因为正如在《解释篇》中所说的,无规定命题与特称命题具有同等的效力。此外,还必须挑选出它们自身作为整体而非作为部分所后随的对象;因为动物并不后随每一个有灵魂之物,却后随每一个具感觉之物和每一个人。因此,在挑选动物所后随的对象时,正是应当挑选这些[具感觉者与人],而不应当挑选那个[有灵魂者];因为只有这样,[动物]才会陈述于其所后随的这[对象]的全体之上;因为全称命题正是通过此类事物产生的。然而,绝不应当把后随某物者作为整体来挑选;因为动物固然后随人,却绝非所有动物都后随人,知识固然后随文法学,却绝非所有知识都后随文法学。因此不应当寻求这样后随的事物;因为对于获取命题而言,仅仅后随就已经足够了。更清楚且更简明地说,这就是不应当把量项规定连系于谓项。因为这样做不仅无用,而且除了无用之外也是不可能的;因为每一个人是每一个动物或每一个能笑者是不可能的。因此,必须把量项规定连系于主项,而非后随者,正如我们在向对话者提出命题时所惯常做的那样;因为我们说快乐后随每一种健康,却绝不说每一种快乐都后随,或者说每一个人都是动物,却不说每一个人都是每一个动物,以及说灵魂是不死的,却不说灵魂是每一个不死之物。 无论对于何种项,无论是主项还是谓项,当我们想要取得后随它的事物时,切不可连同后随该后随者自身的事物也一并取得。例如,如果我们探求什么后随人,然后发现动物后随人,切不可再去探求后随动物的事物以表明这些也后随人;因为当动物被作为后随人者而被取得时,这些事物已经在潜能上被预先取得了;而后随动物的有有灵魂的、具感觉的、物体、实体。正如不应当取得后随该后随者自身的事物一样,同样也不应当取得与该后随者互不相容的所有事物;因为凡是与属互不相容的,也必然与种互不相容。因此,不应当将这作为公认之物来取得。与属互不相容的有无灵魂的、无感觉的、无物体的。另一方面,必须挑选出那些切近且特有地后随人、不再后随其属动物的事物;因为确实存在某些后随人却不后随其属动物的事物。在这些事物中,有些是严格意义上人之固有的,如能笑的、能熟虑的,另一些则是相对于其他事物而言是人固有的,如有理性的;因为相对于无理性的事物,它成为人所固有的;而这些之中没有任何一个后随动物。

语法注3 条
  1. 2.0οὔτε οὕτως ὑπάρχει αὐτῷ ὡς καὶ τῆς κατ’ αὐτὸ ἀπούσης ἐνεργείας φθείρειν τὴν ὕπαρξιν

    由 οὕτως... ὡς 加不定词 φθείρειν 构成的结果从句。τῆς κατ’ αὐτὸ ἀπούσης ἐνεργείας 是独立属格,意为“当与其相应的现实活动缺失时”。φθείρειν 的逻辑主语是固有属性自身(或非人称地指其缺失),τὴν ὕπαρξιν(主体的实存)为其直接宾语。

  2. 2.0τὸ μὴ δεῖν τῷ κατηγορουμένῳ τὸν προσδιορισμὸν συντάττειν

    带冠词的不定词短语(τὸ μὴ δεῖν)作为 τοῦτο 的同位语说明。τὸν προσδιορισμόν(“量项/规定辞”)是 συντάττειν 的直接宾语,τῷ κατηγορουμένῳ 为与格补足语(“与谓项连系”)。这表达了亚里士多德逻辑学中禁止对谓项加全称量项的规则。

  3. 2.0φθάνει γὰρ ταῦτα εἰλῆφθαι δυνάμει

    动词 φθάνω 支配完成时被动不定词 εἰλῆφθαι,表达先行或“已经……了”之意。虽然古典希腊语中 φθάνω 通常接分词,但在晚期希腊语和注解文献中亦常见接不定词,在此表示当“动物”被摄取时,这些属性在潜能上“已经被预先摄取了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:96.29-98.12