- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:92.36-94.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯将确立存在或不存在的假言推论划分为基于随从关系的推论(第一格:肯定前件式;第二格:否定后件式)和基于选言关系的推论,阐明了它们与完全假言推论的区别,并论述了在面对非对立者或不确定中介时应当采用否定结合,由此构成了假言推论的第三格。
τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων ὑποθετικῶν οἱ μὲν ἀκολουθίαν οἱ δὲ διάζευξιν,1 καὶ τῶν ἀκολουθίαν κατασκευαζόντων οἱ μὲν τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζουσι τὸ ἑπόμενον, οἱ δὲ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιροῦσι καὶ τὸ ἡγούμενον. οἷον εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· ἀλλὰ μὴν ἄνθρωπός ἐστι· καὶ ζῶον ἄρα ἐστί. καὶ οὗτος πρῶτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζων τὸ ἑπόμενον. πάλιν εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῶόν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ζῶον· οὐδὲ ἄνθρωπος ἄρα ἐστίν. οὗτος δεύτερος τρόπος ὑποθετικὸς ὁ ἐξ ἀκολουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρῶν τὸ ἡγούμενον. τί οὖν οὗτοι διαφέρουσι τῶν δι’ ὅλου ὑποθετικῶν, εἰ κἀκεῖνοι ἀκολουθίαν τινὰ κατασκευάζουσι; δεικνύουσι γάρ, τίνος ὄντος τί ἐστιν ἢ οὐκ ἔστι, καὶ οὐκέτι ἀκολουθίαν λέγονται κατασκευάζειν. λέγω οὖν, ὅτι ἐκεῖνοι μὲν τοσοῦτον μόνον τῷδε ὑποτεθέντι ἀκολουθεῖν τόδε λέγουσιν· οὐ μέντοι γε καὶ αὐτὴν τὴν ὑπόθεσιν κατασκευάζοντες ἀποφαίνονται ‘οὐκοῦν καὶ τόδε ἐστίν’· οἷον εἰ ὁ θεὸς ἀγαθός, ἀγαθὰ ποιεῖ, εἰ ἀγαθὰ ποιεῖ, ἀΐδια ποιεῖ, εἰ ὁ θεὸς ἄρα ἀγαθός, ἀΐδια ποιεῖ· σκόπει γάρ, ὅτι οὐχ ἁπλῶς ἀποφαίνονται, ὅτι ἀΐδια ποιεῖ, ἀλλ’ εἰ ἀεὶ ἀγαθός ἐστιν, ἀΐδια ποιεῖ. ἐπὶ δὲ τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων αὐτὴ ἡ τοῦ πράγματος ὕπαρξις κατασκευάζεται· λέγομεν γὰρ ‘εἰ ὁ θεὸς ἀγαθός, ἀΐδια ποιεῖ’, εἶτα τὴν πρόσληψιν λαβόντες τὸ ‘ἀλλὰ μὴν ἀγαθός’ ἐπάγομεν τὸ ‘ἀΐδια ἄρα ποιεῖ’· ἀποφαινόμεθα οὖν ἐν τούτοις, ὅτι ἀίδιά εἰσι τὰ ὑπὸ θεοῦ γινόμενα. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν διὰ πλειόνων ὑποθέσεων κατασκευάζωμεν. πάλιν οὖν λέγω, ὅτι τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων συλλογισμῶν οἱ μὲν ἀκολουθίαν κατασκευάζουσιν οἱ δὲ διάζευξιν. καὶ περὶ τῶν ἀκολουθίαν κατασκευαζόντων εἴρηται. τῶν δὲ διάζευξιν κατασκευαζόντων οἱ μὲν λαμβάνονται ἐπὶ τῶν μὴ ἀντικειμένων οἱ δὲ ἐπὶ τῶν ἀντικειμένων, καὶ ἐπὶ τῶν ἀντικειμένων ἢ τῶν ἐμμέσων ἢ τῶν ἀμέσων, καὶ τῶν ἐμμέσων ἢ τῶν ὡρισμένα ἐχόντων τὰ ἔμμεσα ἢ τῶν ἀόριστα, καὶ ἐπὶ τῶν ἀμέσων [καὶ τῶν ἐμμέσων] ἢ τῶν κατὰ 〈τὰ ἐναντία ἢ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἢ τῶν〉 κατὰ κατάφασιν καὶ ἀπόφασιν. διάζευξιν δὲ λέγομεν τὴν 〈ἐν〉 διαιρέσει ὑπόθεσιν, οἷον εἰ πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, εἰ ἡ ψυχὴ ἢ θνητή ἐστιν ἢ ἀθάνατος, εἰ ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἔχουσι γὰρ ταῦτα πάντα ‘ἢ’ διαζευκτικὸν σύνδεσμον. τῶν οὖν κατὰ διάζευξιν ὑποθετικῶν συλλογισμῶν τῶν ἢ ἐπὶ τῶν 〈μὴ〉 ἀντικειμένων λαμβανομένων ἢ ἐπὶ τῶν ἐμμέσων ἀντικειμένων καὶ ἀόριστα ἐχόντων τὰ ἔμμεσα οὐ δεῖ τὴν ὑπόθεσιν κατὰ διαίρεσιν προάγειν·2 οἷον ὅτι τὸ προσιὸν ἢ ἄνθρωπός ἐστιν ἢ κύων ἢ ἵππος ἤ τι τοιοῦτον (ταῦτα δὲ οὐκ ἀντικείμενα) ἢ πάλιν ὅτι 〈τὸ〉 προσιὸν ἢ μέλαν ἐστὶν ἢ φαιὸν ἢ λευκὸν ἢ ἐρυθρὸν ἤ τι τοιοῦτον· ταῦτα δὲ ἔμμεσα ἀντικείμενα καὶ ἀόριστα. εἰ γὰρ κατὰ διαίρεσιν ποιησόμεθα τὴν ὑπόθεσιν, οὔτε τὴν διαίρεσιν ὑγιῆ ποιήσομεν (οὐ γὰρ δυνατὸν πᾶσιν ἐπεξελθεῖν ἢ τοῖς μὴ ἀντικειμένοις ἢ τοῖς ἐμμέσοις καὶ ἀορίστοις ἀντικειμένοις), οὔτε δυνάμεθα ἐν τῷ συμπεράσματι τῇ τοῦ ἑνὸς ἀναιρέσει 〈τὸ λοιπὸν εἰσαγαγεῖν· ἀλλὰ δεῖ τῇ τῶν λοιπῶν πάντων ἀναιρέσει〉 τὸ καταλειπόμενον εἰσάγειν· τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ δυνατὸν ἐξαριθμήσασθαι πάντα. ἐὰν εἴπω, ὅτι τὸ προσιὸν 〈ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἤ τι τοιοῦτον, ψεύδομαι· δυνατὸν γὰρ ἄλλο τι εἶναι. ὁμοίως δὲ καὶ ὅτι τὸ προσιὸν〉 ἢ λευκόν ἐστιν ἢ μέλαν· δυνατὸν γὰρ ἢ φαιὸν ἢ ὠχρὸν εἶναι. ἀλλὰ καὶ τὸ πᾶσιν ἐπεξελθεῖν ἢ χαλεπὸν ἢ ἀδύνατον. ἀλλ’ οὐδὲ ἐν τῷ συμπεράσματι δυνάμεθα εἰπεῖν οὕτως ‘ἀλλὰ μὴν οὐχ ἵππος· ἄνθρωπος ἄρα’. πῶς οὖν δεῖ ποιεῖν; δεῖ μετὰ ἀποφάσεως ποιεῖσθαι τὴν διαίρεσιν ‘τὸ προσιὸν οὐχὶ καὶ ἄνθρωπός ἐστι καὶ ἵππος ἐστίν’ (ἀληθεύομεν γὰρ οὕτω λέγοντες), εἶτα τῇ θέσει τοῦ ἑνὸς ἀναιρεῖν τὰ λοιπά· ‘ἀλλὰ μὴν ἄνθρωπός ἐστιν· οὐκ ἄρα ἐστὶν ἵππος’. καὶ ἔστιν οὗτος τρίτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν τὰ λοιπά.
在确立“是”或“不是”的假言推论中,一些确立随从关系,另一些确立选言关系;在确立随从关系的推论中,一些通过设定前件来确立后件,另一些则通过否定后件而连同否定前件。例如:“如果走近来的是人,它也是动物;然而确实是人;所以它也是动物。”这就是假言推论的第一格,即基于随从关系、通过设定前件来确立后件的格式。又如:“如果走近来的是人,它也是动物;然而确实不是动物;所以它也不是人。”这就是第二种假言格式,即基于随从关系、通过否定后件来否定前件的格式。那么,如果那些推论也确立某种随从关系,这些推论与完全假言推论又有何区别呢?因为那些推论表明在某物存在时何物存在或不存在,且不再被称为确立随从关系。于是我说,那些推论仅仅说明:在设定了此物时便随之得出彼物;然而它们绝非连同确立该假设本身,从而断言“因此彼物亦存在”。例如:“如果神是善的,他便造就善物;如果他造就善物,他便造就永恒之物;所以,如果神是善的,他便造就永恒之物。”请注意,他们并不是单单断言他造就永恒之物,而是说如果他始终是善的,他便造就永恒之物。但在确立“是”或“不是”的推论中,事物本身的实在性得到了确立;因为我们说:“如果神是善的,他便造就永恒之物”,接着采纳附加前提“然而确实是善的”,便得出“所以他造就永恒之物”。因此在这些推论中,我们断言由神产生的事物是永恒的。在其他事例中也是同样的情况,即使我们通过更多的假设来进行确立。因此我再次说,在确立“是”或“不是”的推论中,一些确立随从关系,另一些确立选言关系。关于确立随从关系的推论已经论述过了。而在确立选言关系的推论中,一些是就非对立者而言被采纳的,另一些是就对立者而言被采纳的;就对立者而言的,要么是有中介的,要么是无中介的;有中介的之中,要么具有确定的中介,要么具有不确定的中介;无中介的之中,要么依于相反者,要么依于具有与缺失,要么依于肯定与否定。我们所说的选言关系,是指区分中的假设;例如:“如果每一个数要么是偶数要么是奇数”,“如果灵魂要么是必死的要么是不朽的”,“如果对角线对于边要么是可通约的要么是不可通约的”;因为所有这些都带有选言连词“或者”。因此,在依选言关系的假言推论中,凡就非对立者而言采纳的,或就具有不确定中介的有中介对立者而言采纳的推论,决不可依区分来推进假设:例如,“走近来者要么是人,要么是狗,要么是马,要么是某类此种事物”(这些是非对立者);又如,“走近来者要么是黑的,要么是灰的,要么是白的,要么是红的,要么是某类此种事物”(这些是有中介且不确定的对立者)。因为如果我们依区分来做出假设,我们既不能做出健全的区分(因为不可能穷尽一切非对立者或有中介且不确定的对立者),也不能在结论中通过否定一项而引入其余项;相反,必须通过否定其余所有项来引入留下的那一项,但这是不可能的;因为不可能将所有项都数尽。如果我说“走近来者要么是人要么是马要么是某类此种事物”,我就说了假话;因为它是某种别的事物也是可能的。同样地说“走近来者要么是白要么是黑”也是如此;因为它是灰色或苍白也是可能的。而且,穷尽所有项要么是困难的,要么是不可能的。此外,在结论中我们也不能这样说:“然而确实不是马;所以是人”。那么应当怎样做呢?应当带着否定来做出区分:“走近来者不是既是人又是马”(因为这样说我们就是在说真话),然后通过设定一项来否定其余项:“然而确实是人;所以不是马”。这就是假言推论的第三格,即从否定结合出发、通过设定一项来否定其余项的格式。
- 2.0τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων ὑποθετικῶν οἱ μὲν ἀκολουθίαν οἱ δὲ διάζευξιν
句首的属格短语是部分属格,统辖主语 οἱ μέν... οἱ δέ。在宾格 ἀκολουθίαν 与 διάζευξιν 之后,需从分词 κατασκευαζόντων 处补出限定动词 κατασκευάζουσι。
- 2.0τῶν οὖν κατὰ διάζευξιν ὑποθετικῶν συλλογισμῶν τῶν ἢ ἐπὶ τῶν 〈μὴ〉 ἀντικειμένων λαμβανομένων... οὐ δεῖ τὴν ὑπόθεσιν κατὰ διαίρεσιν προάγειν
句首的属格短语 τῶν οὖν κατὰ διάζευξιν... 构成了一个长距离的倒置分割结构(hyperbaton),作为限定性或主题化的部分属格,依存于随后由非人称动词 δεῖ 支配的不定词短语(特别是修饰 τὴν ὑπόθεσιν)。主句的核心结构是:“在基于选言的假言推论中……决不可依区分来推进假设(οὐ δεῖ τὴν ὑπόθεσιν... προάγειν)”。
