- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:91.21-92.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为假言推论的导论,作者概述了逍遥学派与斯多亚学派在其构成要素(前件、后件、联言前提、附加前提、结论)上的术语差异,并论述了全由假言前提组成的“完全假言推论”的结构与具体实例。
Περὶ δὲ τῶν ὑποθετικῶν συλλογισμῶν ἰστέον, ὅτι πολυστίχους πραγματείας κατεβάλλοντο οἵ τε μαθηταὶ Ἀριστοτέλους, οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ τοὺς ἄλλους, καὶ ἔτι οἱ Στωϊκοί. εἴπωμεν οὖν, τίσιν ὀνόμασιν ἐχρήσαντο ἔν τε τοῖς μέρεσιν αὐτῶν καὶ τοῖς ὅλοις οἱ Περιπατητικοὶ καὶ οἱ Στωϊκοί, καὶ ἔτι τὴν διαίρεσιν αὐτῶν καὶ πόσοι τρόποι ἐκ ταύτης ἡμῖν ὑποθετικῶν συλλογισμῶν ἀναφαίνονται. ἰστέον οὖν, ὅτι ἐφεξῆς ὄντων τούτων ἀλλήλοις, πραγμάτων, νοημάτων, φωνῶν,1 πάλιν δ’ αὖ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνωσόμεθα, τοῦ ἡγουμένου, τοῦ ἑπομένου, τοῦ συνημμένου, τῆς προσλήψεως, τοῦ συμπεράσματος, οἱ μὲν Περιπατητικοὶ κοινῇ συνηθείᾳ κεχρημένοι τὰ μὲν πράγματα αὐτὸ τοῦτο πράγματα ὠνόμασαν, καὶ τὰ νοήματα ὡσαύτως, ὁμοίως δὲ καὶ τὰς φωνάς, ἔτι τε τὸ ἡγούμενον ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς αὐτὸ τοῦτο ἡγούμενον καὶ τὸ ἑπόμενον ὡσαύτως. οἷον τὸ ‘εἰ ἡμέρα ἐστί’ τοῦτο ἡγούμενον, τὸ δὲ ‘ἥλιος ὑπὲρ γῆν’ τοῦτο ἑπόμενον· ἕπεται γὰρ τῷ πρώτῳ τὸ δεύτερον· τὸ δὲ ὅλον τοῦτο ‘εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστιν’ συνημμένον διὰ τὸ συνῆφθαι ἀλλήλοις. τὸ δὲ ‘ἀλλὰ μὴν ἡμέρα ἐστί’ τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν καλοῦσι διὰ τὸ μεταλαμβάνεσθαι ἐκ δευτέρου· ἤδη γὰρ ἐλήφθη ἐν τῷ ἡγουμένῳ· τὸ δὲ ‘ἥλιος ἄρα ὑπὲρ γῆν ἐστι’ τοῦτο συμπέρασμα. οὕτω μὲν οἱ Περιπατητικοί· οἱ δὲ Στωϊκοὶ καινοτέραν βαδίζοντες2 τὰ μὲν πράγματα τυγχάνοντα ὠνόμασαν, διότι τῶν πραγμάτων τυχεῖν βουλόμεθα, τὰ δὲ νοήματα ἐκφορικά, διότι, ἅπερ ἐν αὑτοῖς νοοῦμεν, ταῦτα εἰς τὸ ἔξω προφέρομεν, τὰς δὲ φωνὰς λεκτά. τὸ δὲ ἡγούμενον καὶ αὐτοὶ ἡγούμενον ἐκάλεσαν· κατὰ γὰρ τοῦτο μόνον συμφωνοῦσι τοῖς Περιπατητικοῖς· τὸ δὲ ἑπόμενον λῆγον· τὸ δὲ συνημμένον τροπικόν, διότι τρεπόμεθα ἐκ τοῦ ἡγουμένου εἰς τὸ ἑπόμενον, εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι· τὴν 〈δὲ〉 μετάληψιν πρόσληψιν, καὶ ἔμεινε τοῦτο ἐν τῇ συνηθείᾳ· τὸ δὲ συμπέρασμα ἐπιφοράν, διότι τοῖς ἄλλοις πᾶσιν ἐπιφέρεται. ταῦτα μὲν οὖν τὰ ὀνόματα, οἷς κέχρηνται οἵ τε Περιπατητικοὶ καὶ οἱ Στωϊκοί. λάβωμεν δὲ λοιπὸν ἐκ διαιρέσεως τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν. καθόλου πᾶς συλλογισμὸς ὑποθετικὸς ἢ τὸ ‘ἔστιν’ ἢ τὸ ‘οὐκ ἔστι’ δείκνυσιν ἢ τίνος ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν ἢ τίνος μὴ ὄντος τί ἐστιν ἢ τί οὐκ ἔστιν. οἱ μὲν οὖν τίνος ὄντος ἢ μὴ ὄντος τί ἐστιν ἢ τί οὐκ ἔστιν δεικνύντες οὗτοι καλοῦνται διὰ τριῶν καὶ δι’ ὅλων ὑποθετικοί,3 〈δι’ ὅλων μὲν ὑποθετικοί,〉 ὅτι πᾶσαι αἱ παραλαμβανόμεναι προτάσεις ὑποθετικαί, [ἢ] διὰ τριῶν δέ, ὅτι τοὐλάχιστον οὗτοι οἱ συλλογισμοὶ διὰ τριῶν ὑποθέσεων περαίνονται. οἷον βούλομαι δεῖξαι, ὅτι τῇ ὑποθέσει τῇ λεγούσῃ ἀγαθὸν εἶναι τὸν θεὸν ἀκολουθεῖ τὸ ἀίδιον εἶναι τὸ πᾶν. ἐπειδὴ οὖν δύο ταύτας ὑποθέσεις βούλομαι δεῖξαι ἑπομένας ἀλλήλαις, πᾶσα ἀνάγκη δι’ ἑτέρας τοῦτο κατασκευάσαι· ἐπεὶ εἰ αὐτόθεν τοῦτο λάβωμεν, τὸ ἐν ἀρχῇ πάλιν αἰτησόμεθα. οὐκοῦν χρεία ἡμῖν πλειόνων ἢ τοὐλάχιστον ἄλλης μιᾶς ὑποθέσεως, δι’ ἧς μέσης ταύτας ἀλλήλαις συνάψομεν. οἷον ἵνα εἴπω οὕτως· εἰ ὁ θεὸς ἀγαθός, ἀεὶ ἀγαθοποιεῖ· εἰ ἀεὶ ἀγαθοποιεῖ, ἀίδια ποιεῖ· εἰ ὁ θεὸς ἄρα ἀγαθός, ἀίδια ποιεῖ. ὁμοίως ἔχουσι καὶ οἱ τίνος ὄντος τί οὐκ ἔστι κατασκευάζοντες· οἷον εἰ ὁ θεὸς δίκαιος καὶ ἀγαθός, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια· εἰ τοῦτο, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί· εἰ ἄρα ὁ θεὸς ἀγαθός, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί. ἔτι τίνος μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν· οἷον ὡς ἐπὶ τῶν αὐτῶν, εἰ μή ἐστιν ἄδικον τὸ θεῖον, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια· εἰ τοῦτο, ἀθάνατοι αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί· εἰ μή ἐστιν ἄρα ἄδικον τὸ θεῖον, ἀθάνατοί εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί. σκόπει δέ, ὅτι διὰ πάντων τούτων οὐ τὸ εἶναί τι ἁπλῶς ἢ μὴ εἶναι κατεσκευάσαμεν, ἀλλ’ ὅτι τῷδε ὑποτεθέντι τόδε ἀκολουθεῖ. καὶ ἐπειδὴ οὐδαμοῦ 〈τὸ εἶναι〉 τόδε τι ἢ μὴ εἶναι ἀπεδείξαμεν, εἰκότως δι’ ὅλου ὑποθετικοὶ καλοῦνται· ἐφ’ ὧν γὰρ εἶναί τι ἢ μὴ εἶναι κατασκευάζομεν, δεόμεθα πάντως καὶ κατηγορικοῦ συλλογισμοῦ. τῶν οὖν εἶναί τι ἢ μὴ εἶναι δεικνύντων οἱ μὲν κατηγορικῶς δεικνύουσιν οἱ δὲ ὑποθετικῶς. περὶ μὲν οὖν τῶν κατηγορικῶν συλλογισμῶν ἱκανῶς εἴρηται· περὶ δὲ τῶν ὑποθετικῶν οὕτως εἴπωμεν.
关于假言推论,应当知道,亚里士多德的学生们——即泰奥弗拉斯托斯、欧德谟及其同门——以及斯多亚学派的人们,都曾写下篇幅浩繁的专论。因此,让我们来谈谈逍遥学派和斯多亚学派对于它们的部分和整体使用了何种名称,进而谈谈它们的区分,以及根据这种区分在我们面前显现出多少种假言推论的格式。于是应当知道,首先事物、思想、语声彼此有序排列,其次在假言推论中,正如我们将要知晓的,前件、后件、联结前提、附加前提、结论也依次有序,逍遥学派依循通常的习惯,将事物本身直接称为“事物”,将思想同样如此称呼,对语声亦是如此;进一步,在假言推论中将前件本身直接称为“前件”,将后件同样如此称呼。例如,“如果是在白天”,这是前件,而“太阳在地上”,这是后件;因为后项随从于前项。而这整个命题,“如果是在白天,太阳就在地上”,由于彼此联结而被称为联言前提。至于“然而确实是在白天”,逍遥学派的人们由于这是第二次被接纳而称之为“代入前提”;因为它此前已在前件中被接纳了。而“所以太阳在地上”,这就是结论。逍遥学派便是如此。而斯多亚学派的人们则行进在较新的[道路]上,将事物称为“偶得者”,因为我们渴望得着事物;将思想称为“外发者”,因为我们将在自身内思考的正是这些东西外发出来;并将语声称为“可言者”。前件他们自己也称为“前件”;因为唯独在这一点上他们与逍遥学派一致;但他们将后件称为“终端”;将联言前提称为“转折式”,因为我们从前件转折至后件,如“如果是在白天,太阳就在地上”;将[代入前提]称为“附加前提”,并且这一点留存成了习用语;将结论称为“外加项”,因为它加在其他所有部分之上。以上就是逍遥学派和斯多亚学派所使用的名称。接下来让我们根据区分来把握假言推论的种类。概括而言,一切假言推论或者表明“是”或者表明“不是”,或者表明在某物存在时何物存在或何物不存在,或者表明在某物不存在时何物存在或何物不存在。那么,凡表明在某物存在或不存在时何物存在或何物不存在的推论,被称为“经由三项的”和“完全假言的”推论;被称为“完全假言的”,是因为所采用的全部前提都是假言命题;被称为“经由三项的”,是因为这些推论至少是通过三个假设而完成的。例如,我想要表明:在断言神是善的假设之后,必然得出万物是永恒的。既然我想要表明这两个假设是彼此随从的,就完全有必要通过另一个[假设]来确立这一点;因为如果我们直接采纳这一点,就会再次陷入对开端论题的乞求。因此我们需要更多的、或至少还需要另一个假设,通过它作为中介将这两者彼此联结起来。例如,以便我能这样说:“如果神是善的,他便始终行善;如果他始终行善,他便造就永恒之物;所以,如果神是善的,他便造就永恒之物。”确立在某物存在时何物不存在的推论也是同样的情况;例如,“如果神是正义且善良的,那么冥府里就有审判所;如果有此审判所,人类的灵魂就不是必死的;所以,如果神是善的,人类的灵魂就不是必死的。”此外还有在某物不存在时何物存在或不存在的推论;例如同样就这些事情而言:“如果神圣者不是非正义的,那么冥府里就有审判所;如果有此审判所,人类的灵魂就是不朽的且不是必死的;所以,如果神圣者不是非正义的,人类的灵魂就是不朽的且不是必死的。”但请注意,通过所有这些,我们并不是确立某物单单“是”或“不是”,而是确立在设定了此物时便随之得出彼物。并且,既然我们在任何一处都没有证明某物具体“是”或“不是”,它们理所当然被称为完全假言的;因为在确立某物“是”或“不是”的情形中,我们无论如何也需要定言推论。因此,在表明某物“是”或“不是”的推论中,一些是定言地表明,另一些是假言地表明。关于定言推论已经充分论述过了;关于假言推论,让我们按如下方式论述。
- 2.0ἐφεξῆς ὄντων τούτων ἀλλήλοις, πραγμάτων, νοημάτων, φωνῶν
独立属格结构,为后文的主句 οἱ μὲν Περιπατητικοὶ... ὠνόμασαν 提供背景前提。属格名词 πραγμάτων, νοημάτων, φωνῶν 与 τούτων 同格,表达了存在与语言的层级秩序(事物、思想、语声)。
- 2.0καινοτέραν βαδίζοντες
阴性单数形容词 καινοτέραν 作为 βαδίζοντες 的宾语,省略了 ὁδόν(道路),属于习用的同族宾格或路径宾格用法(“行进在一条更新的道路上”)。
- 2.0διὰ τριῶν καὶ δι’ ὅλων ὑποθετικοί
两个介词短语用以界定此类假言推论。后文通过 δι’ ὅλων μὲν ὑποθετικοί, ὅτι... διὰ τριῶν δέ, ὅτι... 并列说明了各自的理据:前者指所采用的前提完全是假言命题(而非定言命题),后者指推论至少由包含中介假设在内的三个假设命题构成。
