- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:94.8-95.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌阐明了源自无中介对立以及具有确定中介之对立的选言假言推论第四格与第五格,并指出当它们以否定结合表述时便化归为第三格。随后他以正方形对角线不可通约性的证明为例,说明归谬推论是由两个假言推论(第五格与第二格)和一个直言推论所构成的。
ἐὰν δὲ ἢ ἐπὶ ἀμέσων ἀντικειμένων ποιώμεθα τὴν διαίρεσιν ἢ ἐπὶ τῶν ἐμμέσων ὡρισμένα δὲ ἐχόντων τὰ ἔμμεσα, γίνονται δύο τρόποι ὑποθετικῶν συλλογισμῶν, ἀμέσων μὲν οἷον ὁ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος, ἐμμέσων δὲ ὡρισμένων ὡς ὅταν λαβόντες δύο μεγέθη λέγομεν, ὅτι τόδε τοῦδε ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλαττον ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον, τοῦ δὲ οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικειμένων ἢ εἰς τὸ μηδέτερον τούτων δεχόμενον.1 γίνονται οὖν ἐκ τούτων, ὡς εἶπον, ἕτεροι δύο τρόποι ὑποθετικοί. τέταρτος μὲν οὖν ὁ ἐκ διαζευκτικοῦ τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν καὶ τὸ λοιπὸν ἢ τὰ λοιπά. πέμπτος δὲ ὁ ἐκ διαζευκτικοῦ τῇ ἀναιρέσει τοῦ ἑνὸς ἢ τῶν λοιπῶν τὸ καταλειπόμενον εἰσάγων. παράδειγμα τοῦ μὲν πρώτου ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν 〈ἴση ἐστίν· οὐκ ἄρα μείζων· τοῦ δὲ δευτέρου ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν〉 οὔτε μείζων οὔτε ἐλάττων· ἴση ἄρα. ἰστέον δέ, ὅτι δυνάμεθα καὶ τὸν τέταρτον καὶ τὸν πέμπτον τρόπον ἐξ ἀποφατικῆς συμπλοκῆς ποιῆσαι. λέγω γὰρ οὕτως, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ οὐχὶ καὶ σύμμετρος καὶ ἀσύμμετρος, καὶ ὅτι ἡ γραμμὴ τῇ γραμμῇ οὐχὶ καὶ ἴση καὶ μείζων καὶ ἐλάττων· λέγω οὖν, ὅτι, ὅταν οὕτω προφερώμεθα, τὸν τρίτον τρόπον ποιοῦμεν· πλὴν περιττὸν τὸ οὕτω προφέρεσθαι2 〈,ὅταν〉 ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι. ὥστε διακέκρινται μὲν οἱ ὑποθετικοὶ τρόποι μάλιστα μὲν τοῖς πράγμασιν, ὡς ἤδη διείλομεν, ἔπειτα καὶ τῷ σχήματι τῆς ἀγωγῆς αὐτῆς καὶ τῆς προφορᾶς. εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τοῦ τετάρτου καὶ τοῦ 〈πέμπτου〉 διῃρημένου 〈οὐ〉 πραγματωδῶς, ἐπειδὰν προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον.3 Ἐπεὶ δὲ καὶ οἱ δι’ ἀδυνάτου συλλογισμοὶ μέρος εἰσὶ τῶν ἐξ ὑποθέσεων, ἴδωμεν, πῶς καὶ οὗτοι γίνονται. ἰστέον, ὡς καθόλου πᾶς δι’ ἀδυνάτου συλλογισμὸς διὰ δύο ὑποθετικῶν περαίνεται καὶ ἑνὸς κατηγορικοῦ. καὶ ὁ μὲν πρῶτος τοῦ ἀδυνάτου τῶν ὑποθετικῶν ἐστιν ὁ πέμπτος, ὁ δεύτερος δὲ τοῦ δι’ ἀδυνάτου ὁ δεύτερος τῶν ὑποθετικῶν. ἐπειδὴ οὖν πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικοῖς χρῆται συλλογισμοῖς, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, διὰ τοῦτο μέρη εἰσὶ τῶν ὑποθετικῶν οἱ δι’ ἀδυνάτου. οἷον ὡς ἐπὶ τοῦ παραδείγματος βουλόμενος ὁ γεωμέτρης δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῷ δι’ ἀδυνάτου συλλογισμῷ οὕτως· ἡ διάμετρος, φησί, τῇ πλευρᾷ ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· ἀσύμμετρος ἄρα. ἔστι δὲ οὗτος ὁ πέμπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν οὖν, ὅτι οὐκ ἔστι σύμμετρος; κατασκευάζει τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· ἡ διάμετρος τῇ πλευρᾷ εἰ ἔστι σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἔσται καὶ περιττός· ἀλλὰ μὴν ὁ αὐτὸς ἀριθμὸς ἄρτιος καὶ περιττὸς οὐκ ἔσται· οὐδ’ ἄρα ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος 〈ἔσται. ταύτην οὖν λοιπὸν τὴν ὑπόθεσιν τὴν ὅτι, εἰ ἔστιν ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος〉, ἀνάγκη τὸν αὐτὸν ἄρτιον εἶναι καὶ περιττὸν διὰ κατηγορικοῦ συλλογισμοῦ κατασκευάζει. [Θεμιστίου] περὶ εὐπορίας προτάσεων.
但如果我们是在无中介对立者上,或者是在具有确定中介的有中介者上做出区分,就会产生假言推论的两种格式:在无中介者上的例子如“数要么是奇数要么是偶数”,“对角线对于边要么是可通约的要么是不可通约的”;在确定中介者上的例子如当我们取两个量并说“此量对于彼量要么是相等的,要么是较大的,要么是较小的”,或者说“要么是善的,要么是恶的,要么是二者皆非的”,而“二者皆非”又能够被重新区分为要么交替接受对立双方之每一方的,要么不接受其中任何一方的。 因此,正如我所说,由此产生了另外两种假言格式。第四格是从选言[命题]出发,通过设定一项来否定其余项或其余诸项。第五格是从选言[命题]出发,通过否定一项或其余诸项来引入留下的那一项。前者的例子如:“边对于边要么是相等的,要么是较大的,要么是较小的;然而确实是相等的;所以不是较大的。”后者的例子如:“边对于边要么是相等的,要么是较大的,要么是较小的;然而确实既非较大亦非较小;所以是相等的。” 但应当知晓的是,我们也能够从否定结合出发来构成第四格和第五格。因为我这样说:“对角线对于边不是既可通约又不可通约”,以及“线对于线不是既相等又较大又较小”。于是我说,每当我们这样表述时,我们就是在构成第三格;只是在能够以区分的方式表述时,这样表述是多余的。因此,假言格式首先且最主要地是由事物本身区分开来的,正如我们已经划分的那样,其次也是由推导本身的形态以及表述方式区分开来的。如果真是如此,那么即便第四格和第五格并非在事物上有所区分,当我们带有否定的结合来表述时,说它是第三格,也是毫无奇怪之处的。 既然归谬推论也是基于假设的推论的一部分,我们就来看看它们又是如何产生的。应当知晓,大体上每一个归谬推论都是通过两个假言[推论]和一个直言[推论]来完成的。归谬推论中的第一个假言[推论]是第五格,而归谬推论中的第二个则是假言[推论]的第二格。既然一切归谬推论都使用假言推论,但并非一切假言推论都是归谬推论,正是因此归谬推论构成了假言推论的一部分。例如,几何学家想要证明对角线对于边是不可通约的,便这样使用归谬推论:他说,“对角线对于边要么是可通约的要么是不可通约的;然而确实不是可通约的,正如我将要表明的那样;所以是不可通约的。”这就是假言推论的第五格。那么从何得知它不是可通约的呢?他是通过假言推论的第二格来确立这一点的:“如果对角线对于边是可通约的,同一个数就将既是偶数又是奇数;然而同一个数确实不会既是偶数又是奇数;所以对角线对于边也不会是可通约的。”最后,关于“如果对角线对于边是可通约的,同一个数必然既是偶数又是奇数”这一假设,他通过一个直言推论来确立它。 [特米斯蒂乌]论命题的充备。
- 2.0τοῦ δὲ οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικειμένων ἢ εἰς τὸ μηδέτερον τούτων δεχόμενον
独立属格结构(genitive absolute),以先行出现的“二者皆非”(τοῦ οὐδετέρου)为逻辑主语,用以解释中间的第三项如何能被进一步细分。随后的 ἢ εἰς... ἢ εἰς... 为依附于不定式 τέμνεσθαι 的介词短语。
- 2.0ὅταν ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι
在连词 ὅταν 引导下,由无人称动词 ἔξεστι 的中性主格分词 ἐξόν 与虚拟式 ᾖ 构成的迂回表达(periphrasis),引入一个时间/条件从句,意为“当能够以区分的方式表述时”。
- 2.0εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τοῦ τετάρτου καὶ τοῦ 〈πέμπτου〉 διῃρημένου 〈οὐ〉 πραγματωδῶς, ἐπειδὰν προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον
主句骨架为 οὐδὲν θαυμαστόν [ἐστι](毫无奇怪之处)支配作主语的不定式短语 τρίτον λέγειν εἶναι τρόπον(说它是第三格)。在这之间层层插入了条件从句 εἰ δὲ τοῦτο、独立属格短语 καὶ τοῦ τετάρτου καὶ τοῦ πέμπτου διῃρημένου οὐ πραγματωδῶς(当第四格与第五格并非在事物上区分时)以及时间从句 ἐπειδὰν προφερώμεθα...。
