← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§90.9-91.19

确立与反驳四种论题的难易比较

忒弥斯提乌斯根据四种论题(全称肯定、全称否定、特称肯定、特称否定)在各格中得到证明的推论与格的数量,探讨了确立与反驳各论题的难易顺序。他指出全称难于确立而易于反驳,特称易于确立而难于反驳,并类比自然与技艺中毁坏总比生成更容易的普遍规律,最终总结了《前分析篇》第一卷中关于推论构成的这一部分讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#22

τὸ μὲν γὰρ ἐν πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν εὐεπιχείρητόν ἐστι πρόβλημα·1 τὸ γὰρ διὰ πλειόνων δεικνύμενον πλείονας ἀφορμὰς ἔχει πρὸς τὸ δειχθῆναι, διὸ καὶ εὐεπιχειρητότερον· τὸ δὲ ἐν ἐλάττοσι καὶ δι’ ἐλαττόνων συλλογισμῶν δυσεπιχειρητότερόν τε καὶ χαλεπώτερον. ἔστι δὲ διὰ πλειόνων σχημάτων καὶ διὰ πλείστων συλλογισμῶν τὸ ἐπὶ μέρους ἀποφατικόν· ἔν τε γὰρ τοῖς τρισὶ σχήμασι μόνον τοῦτο τῶν προβλημάτων καὶ διὰ συλλογισμῶν ἕξ. μετὰ δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν εἴη ἂν εὐκολώτερον τὸ ἐπὶ μέρους καταφατικόν· δείκνυται γὰρ διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος καὶ διὰ συλλογισμῶν τεσσάρων, ἑνὸς μὲν ἐν τῷ πρώτῳ, τριῶν δὲ ἐν τῷ τρίτῳ. μετὰ δὲ τοῦτο τὸ καθόλου ἀποφατικὸν εἴη ἄν· καὶ γὰρ ἐν τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι δείκνυται, μοναχῶς μὲν ἐν πρώτῳ, διχῶς δὲ ἐν δευτέρῳ. τὸ δὲ καθόλου καταφατικὸν χαλεπώτατον· καὶ γὰρ ἐν τῷ πρώτῳ σχήματι μόνῳ καὶ ἐν τούτῳ μοναχῶς. ἐξ ὧν δῆλον, ὅτι πάντων τὸ καθόλου καταφατικὸν κατασκευασθῆναι μὲν χαλεπώτατον, ῥᾷστον δὲ ἀνασκευασθῆναι· διά τε γὰρ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ ἡ ἀνασκευὴ αὐτοῦ, ὃ ἐν πᾶσι τοῖς σχήμασι δείκνυται καὶ διὰ πλείστων συλλογισμῶν· ἀλλὰ καὶ διὰ τοῦ καθόλου ἀποφατικοῦ, ὃ καὶ αὐτὸ ἐν δύο τε σχήμασι καὶ συλλογισμοῖς τρισίν. ἔτι δὲ καὶ τοῦτο γνώριμον, ὅτι τὸ κατασκευάσαι τὸ καθόλου τοῦ ἀνασκευάσαι χαλεπώτερον. ἔμπαλιν δὲ ἐπὶ τοῦ 〈ἐπὶ〉 μέρους ἔχει· κατασκευασθῆναι μὲν γὰρ τὸ ἐπὶ μέρους ῥᾷον, ἀνασκευασθῆναι δὲ χαλεπώτερον. ἀνασκευάζεται μὲν γὰρ τὸ καθόλου καὶ ὑπὸ τοῦ ἀντικειμένου ἀντιφατικῶς τοῦ ἐπὶ μέρους,2 τὸ μὲν καταφατικὸν ὑπὸ τοῦ ἀποφατικοῦ, ὃ ἐν τοῖς τρισὶ δείκνυται σχήμασι, τὸ δὲ ἀποφατικὸν ὑπὸ τοῦ καταφατικοῦ, ὃ ἐν δυσίν ἐστι σχήμασι, τῷ τε πρώτῳ καὶ τρίτῳ, καὶ ἔτι ὑπὸ τοῦ ἐναντίου, τὸ μὲν καθόλου καταφατικὸν ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ, 〈ὅ ἐστι καὶ αὐτὸ ἐν δύο σχήμασι, τὸ δὲ καθόλου ἀποφατικὸν ὑπὸ τοῦ καθόλου καταφατικοῦ,〉 ὅ ἐστι μόνον ἐν ἑνί, τῷ γὰρ πρώτῳ. ἡ δὲ τῶν ἐν μέρει ἀνασκευὴ οὐκέτι καὶ διὰ τοῦ καθόλου καὶ διὰ τοῦ ἐπὶ μέρους γίνεται, ἀλλὰ μοναχῶς· διὰ γὰρ τοῦ καθόλου μόνου τοῦ ἀντικειμένου. διὸ χαλεπώτερον τὸ ἐπὶ μέρους ἀνασκευάσασθαι. αὐτῶν δὲ τούτων ἔτι χαλεπώτερον τὸ ἐπὶ μέρους ἀποφατικὸν τοῦ ἐπὶ μέρους καταφατικοῦ, ὅτι διὰ τοῦ καθόλου καταφατικοῦ μόνου ἡ ἀνασκευὴ αὐτοῦ, ὃ μοναχῶς ἐν πρώτῳ σχήματι δείκνυται μόνῳ. τὸ δὲ ἐπὶ μέρους καταφατικὸν διὰ μὲν τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται. κατασκευάζεται δέ, ὡς εἶπον, δι’ ἐλαττόνων τὰ καθόλου· τὸ μὲν γὰρ καθόλου καταφατικὸν δι’ ἑνὸς μόνου συλλογισμοῦ, τὸ δὲ ἀποφατικὸν διὰ τριῶν. τὰ δέ γε ἐπὶ μέρους κατασκευάσαι μὲν ῥᾴδιον· διὰ γὰρ πλείστων συλλογισμῶν, τὸ μὲν ἐν μέρει ἀποφατικὸν ἔν τε τοῖς τρισὶ σχήμασι καὶ δι’ ἓξ συλλογισμῶν, τὸ δὲ μερικὸν καταφατικὸν ἐν τέτταρσι συλλογισμοῖς καὶ ἐν δυσὶ σχήμασιν· ἔτι καὶ τοῖς καθόλου συγκατασκευάζεται. ἀνασκευάζεται δὲ χαλεπώτερον· διὰ γὰρ μόνων τὰ ἐπὶ μέρους ἀναιρεῖται τῶν ἀντικειμένων καθόλου. Ἐπεὶ δέδεικται ἀνασκευαζόμενα μὲν τὰ προβλήματα δι’ ἀλλήλων (ὡς γὰρ ὑπὸ τοῦ καθόλου τὸ ἐπὶ μέρους ἀντικείμενον, οὕτω καὶ 〈ὑπὸ〉 τοῦ ἐπὶ μέρους τὸ καθόλου), οὐκέτι δὲ καὶ κατασκευαζόμενα δι’ ἀλλήλων, καὶ ἐκ τούτου δῆλον εἶναί φημι,3 ὅτι ῥᾷον τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι. δῆλον δέ, ὅτι καὶ ἐπὶ πάντων ῥᾷον ἀνελεῖν τι καὶ φθεῖραι ἢ ποιῆσαί τι καὶ γεννῆσαι, ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν κατὰ τὰς τέχνας γινομένων· χαλεπώτερον γὰρ τῶν φύσει γινομένων ἕκαστον γεννῆσαί τε καὶ ποιῆσαι τοῦ φθεῖραι, οἷον ἄνθρωπον ἤ τι ἄλλο τῶν φύσει γινομένων, ἢ πάλιν ἐπὶ τῶν κατὰ τέχνην ῥᾷον φθεῖραι ναῦν ἢ οἰκίαν τοῦ ποιῆσαι. πῶς μὲν οὖν γίνεται πᾶς συλλογισμὸς καὶ διὰ ποίων ὅρων καὶ προτάσεων καὶ πῶς ἔχουσι πρὸς ἀλλήλας, εἴρηται.

因为在更多格中且通过更多推论得到证明的论题,是容易攻取的论题;因为通过更多[推论]得到证明的论题拥有更多用于得到证明的凭借,所以也更容易攻取;而在更少格中且通过更少推论得到证明的论题,则既更难攻取又更费力。而通过更多格且通过最多推论得到证明的,是特称否定;因为在各论题中唯独这一个在三个格中且通过六个推论得到证明。在特称否定之后,更容易的当是特称肯定;因为它是通过第一格和第三格,并且通过四个推论(在第一格中为一个,在第三格中为三个)得到证明的。在此之后当是全称否定;因为它也在第一格和第二格中得到证明,在第一格中以一种方式,在第二格中以两种方式。而全称肯定是最困难的;因为仅在第一格中,且在此格中仅以一种方式得到证明。由此显而易见:在所有论题中,全称肯定是确立起来最困难,而反驳起来最容易的;因为对它的反驳既是通过特称否定进行的(它在所有格中且通过最多推论得到证明),也是通过全称否定进行的(它本身也在两个格中且通过三个推论得到证明)。此外,这也为人所熟知:确立全称要比反驳全称更加困难。但对于特称而言则恰恰相反;因为特称确立起来更容易,而反驳起来更困难。因为全称既被矛盾对立的特称所反驳——肯定被否定反驳(它在三个格中得到证明),否定被肯定反驳(它在两个格中,即第一格和第三格中)——而且还被反对者所反驳,即全称肯定被全称否定反驳([它本身也在两个格中]),[而全称否定被全称肯定反驳],它仅在一个格中,即第一格中。但特称论题的反驳不再既通过全称又通过特称来进行,而仅以一种方式:因为仅通过与之对立的全称来进行。因此反驳特称更加困难。而在它们自身之中,特称否定比特称肯定更难反驳,因为对它的反驳仅通过全称肯定进行,而全称肯定仅在第一格中以一种方式得到证明。另一方面,特称肯定则是通过全称否定被驳倒的。然而正如我所说的,全称是通过更少[推论]来确立的;因为全称肯定仅通过一个推论来确立,而否定则通过三个。至于特称,确立起来则是容易的;因为是通过最多推论,特称否定在三个格中且通过六个推论确立,特称肯定在四个推论中且在两个格中确立;此外,它们还随同全称一起被确立。但它们反驳起来更困难;因为特称仅通过与之对立的全称被驳倒。 既然已经证明,各论题是通过彼此被反驳的(正如与全称对立的特称被全称所反驳,全称同样也[被]特称所反驳),却不再是通过彼此被确立的,我认为由此也同样显而易见:反驳比确立更容易。并且显然,无论是在自然物上还是在依技艺产生的事物上,在一切事情上,破坏并消灭某物都比制作并生成某物更容易;因为对于每一自然产生的事物而言,生成并制作它要比消灭它更困难——例如人或任何其他自然产生的事物——抑或在依技艺的事物上,毁坏一艘船或一座房屋也比建造它更容易。因此,一切推论是如何产生的,通过何种词项和前提产生,以及它们彼此之间处于何种关系,均已被论述过了。

语法注3 条
  1. 1.3τὸ μὲν γὰρ ἐν πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν εὐεπιχείρητόν ἐστι πρόβλημα

    名词化的现在分词短语 τὸ ... δεικνύμενον 作主语,πρόβλημα 为表语名词,由表语形容词 εὐεπιχείρητον 修饰。

  2. 1.3ἀνασκευάζεται μὲν γὰρ τὸ καθόλου καὶ ὑπὸ τοῦ ἀντικειμένου ἀντιφατικῶς τοῦ ἐπὶ μέρους

    介词短语 ὑπὸ τοῦ ἀντικειμένου ἀντιφατικῶς(“被矛盾对立者”)后接解释性或同位性属格 τοῦ ἐπὶ μέρους(“即特称”)。中性主格 τὸ καθόλου 作被动动词 ἀνασκευάζεται 的主语。

  3. 1.3Ἐπεὶ δέδεικται ἀνασκευαζόμενα μὲν τὰ προβλήματα δι’ ἀλλήλων ... καὶ ἐκ τούτου δῆλον εἶναί φημι

    完成体被动动词 δέδεικται 与分词补足语 ἀνασκευαζόμενα ... τὰ προβλήματα(“各论题被反驳”)结合充当主语性内容。主句由 καὶ ἐκ τούτου δῆλον εἶναί φημι(“我认为由此也显而易见……”)构成,统摄由连词 ἐπεί 引导的从属从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:90.9-91.19