← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§88.34-90.9

词项增加时的结论递增规则与各格论证的难易

德米斯提乌解释了组合规则,即每增加一个词项便增加一个前提,而增加的结论数等于既有词项数减一,随后过渡到《前分析篇》第26章关于四个论题在各个格中论证难易程度的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#21

ὅπου γὰρ ἂν καὶ ὅθεν ἂν προστεθῇ, σὺν αὐτῷ καὶ μία πρότασις προστίθεται. οὐσῶν γὰρ δύο προτάσεων τῆς τε Α Β καὶ τῆς Β Γ, ἄν τε πρὸ τοῦ Α τὸν Δ ὅρον λαμβάνομεν, ἔσται καὶ πρότασις προστιθεμένη ἡ Δ Α οὐδεμιᾷ τῶν κειμένων οὖσα ἡ αὐτή, ἄν τε μεταξὺ τοῦ Α Β· ἔσονται γὰρ αἱ Α Δ καὶ Δ Β δύο προτάσεις ἀντὶ μιᾶς· ἀλλὰ κἂν μεταξὺ τοῦ Β Γ· πάλιν γὰρ ἔσονται Β Δ, Δ Γ· ἀλλὰ κἂν ἔξωθεν μετὰ τὸ Γ· προστεθήσεται γὰρ ὁμοίως πάλιν ταῖς κειμέναις ἡ Γ Δ. Αἱ μὲν οὖν προτάσεις καὶ οἱ ὅροι ταύτην ἀεὶ τὴν σχέσιν τε καὶ τάξιν φυλάξουσι, τὰ δὲ συμπεράσματα οὔτε πρὸς τοὺς ὅρους οὔτε πρὸς τὰς προτάσεις ἀεὶ τὴν αὐτὴν τάξιν ἕξει. καὶ ἡ αἰτία, ὅτι ἑνὸς ὅρου προστεθέντος συμπεράσματα προστίθεται ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων.1 οὗ αἴτιον, ὅτι πρὸς μόνον τὸν ἔσχατον τῶν κειμένων ὁ προστεθεὶς αὐτῷ, εἰ κατὰ τοῦτον ἡ προσθήκη γένοιτο, οὐ ποιεῖ συμπέρασμα. εἰ γὰρ εἶεν ὅροι Α Β Γ, προστεθείη δὲ τὸ Δ, ἔσται συμπέρασμα καὶ τοῦ Α πρὸς τὸ Δ καὶ τοῦ Β πρὸς τὸ Δ· ἦν δὲ καὶ τοῦ Α πρὸς τὸ Γ. τριῶν δὲ ὅρων προυπαρχόντων ἡ ἑνὸς ὅρου πρόσθεσις δύο συμπεράσματα προσέθηκεν, ἑνὶ ἐλάττω τῶν προυπαρχόντων ὅρων. οὐκέτι μέντοι τοῦ Γ πρὸς τὸ Δ γίνεται συμπέρασμα, ὅτι μηδεὶς αὐτῶν ἐστι μέσος· δύο οὖν προσετέθη συμπεράσματα ἑνὸς προστεθέντος ὅρου. ἦν δὲ συμπέρασμα μὲν ἐπὶ τοῖς τρισὶν ὅροις τὸ Α Γ, προτάσεις δὲ δύο, ὅροι δὲ τρεῖς· προστεθέντος οὖν τοῦ τετάρτου ὅρου δύο γίνονται συμπεράσματα προστιθέμενα. καὶ τὰ πάντα συμπεράσματα γίνονται τρία· ἀλλὰ καὶ αἱ προτάσεις τρεῖς, οἱ δὲ ὅροι τέσσαρες. * * * * τρία οὖν ἔσται συμπεράσματα προστιθέμενα.2 ἦν δὲ καὶ τὰ ἐπὶ τοῖς κειμένοις τέσσαρσιν ὅροις ἤδη τρία· τὰ πάντα οὖν ἓξ ἔσται συμπεράσματα ἐπὶ ὅροις πέντε καὶ τέσσαρσι προτάσεσι. πλείω οὖν τὰ συμπεράσματα, καὶ ἔτι μᾶλλον, ἂν ἄλλος ὅρος προστεθῇ· πολὺ γὰρ πλείω γίνεται τὰ συμπεράσματα καθ’ ἑκάστην πρόσθεσιν ὅρου, δι’ ἣν εἰρήκαμεν αἰτίαν. κἂν ἐν μέσῳ δὲ τεθῇ, ἑνὶ ἐλάττω τὰ προστιθέμενα συμπεράσματα ἔσται τῶν ἐξ ἀρχῆς κειμένων ὅρων πρὸ τῆς προσθέσεως τούτου· πρὸς γὰρ ἕνα μόνον ὅρον τῶν κειμένων καὶ οὕτως τεθεὶς οὐ ποιήσει συμπέρασμα. κείσθωσαν γὰρ ὅροι οἱ Α Β Γ συνάγοντες τὸ Α Γ συμπέρασμα, καὶ ἐμβεβλήσθω μεταξὺ τῶν Α Β Γ ὁ Δ ὅρος· ἔσται δὴ τὰ συμπεράσματα προσκείμενα τῷ Α Γ τό τε Α Β διὰ τοῦ Δ καὶ τὸ Δ Γ διὰ τοῦ Β. δύο μὲν οὖν προσετέθη συμπεράσματα, οὐ μὴν τὰ δύο πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν πρὸς αὐτὸν τὸν Δ (τὸ γὰρ Δ Γ), τὸ δὲ δι’ αὐτοῦ· τὸ γὰρ Α Β οὐ πρότερον ὂν συμπέρασμα διὰ τὸ προστεθῆναι τὸ Δ συμπέρασμα γέγονε. πρὸς ἕνα γὰρ ὅρον τὸν ἔσχατον οὐ ποιήσει συλλογισμὸν τουτέστι συμπέρασμα ὁ προστιθέμενος, οἷον φέρε εἰπεῖν ὁ μετὰ τὸ Γ τιθέμενος· καίτοι ἐν μέσῳ τιθέμενος αἴτιος ἐγένετο συμπεράσματος οἷον τοῦ Α Β, τοῦ Β Δ, τοῦ Β Γ. Ἐπειδὴ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί (περὶ γὰρ τῶν προβλημάτων· ταῦτα δέ ἐστι3 τέσσαρα, δύο μὲν καθόλου, ἢ γὰρ καταφατικὸν ἢ ἀποφατικόν, δύο δὲ ἐπὶ μέρους ὁμοίως τὸ μὲν καταφατικὸν τὸ δὲ ἀποφατικόν), ἔχομεν δὲ καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς ἕκαστον τῶν προβλημάτων (τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μόνῳ δείκνυται καὶ μοναχῶς, διὰ γὰρ ἑνὸς συλλογισμοῦ, τὸ δὲ καθόλου ἀποφατικὸν ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι, μοναχῶς μὲν ἐν τῷ πρώτῳ, δι’ ἑνὸς γὰρ συλλογισμοῦ, διχῶς δὲ ἐν δευτέρῳ, διὰ γὰρ δύο συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἔν τε τῷ πρώτῳ 〈σχήματι καὶ ἐν τῷ τρίτῳ, μοναχῶς μὲν ἐν τῷ πρώτῳ,〉 τριχῶς δὲ ἐν τῷ τρίτῳ, τὸ δὲ ἐν μέρει ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ ἐν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ δευτέρῳ διχῶς, τριχῶς δὲ ἐν τῷ τρίτῳ), ἐπεὶ οὖν ταῦτα φανερά, φανερόν ἐστι καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι καὶ ποῖον οὔ.

因为无论词项增加在何处、从何处增加,都会伴随它增加一个前提。因为当前提为Α-Β与Β-Γ两个时,如果我们在Α之前选取词项Δ,也会增加与已设定前提都不相同的前提Δ-Α;抑或在Α-Β之间,因为将产生Α-Δ与Δ-Β两个前提来代替一个;即使在Β-Γ之间也是如此,因为将再次产生Β-Δ与Δ-Γ;即使从外部在Γ之后也是如此,因为Γ-Δ将同样再次增加到已设定的前提中。因此,前提与词项将始终保持这种关系和秩序,但结论无论是相对于词项还是相对于前提,都不会始终保持相同的秩序。其原因在于:增加一个词项时,所增加的结论比已有的词项少一。此事的起因在于,仅对于已设定词项中最末端的一个,附加于它的词项(如果增加是相对于它发生的话)不产生结论。因为如果词项是Α、Β、Γ,而增加了Δ,那么将产生Α相对于Δ的结论以及Β相对于Δ的结论(并且原本已有Α相对于Γ的结论)。当预先存在三个词项时,增加一个词项便增加了两个结论,比预先存在的词项少一。然而,Γ相对于Δ的结论不再产生,因为它们之间没有任何中项;因此增加一个词项时增加了两个结论。原本在三个词项时结论是Α-Γ,前提是两个,词项是三个;因此增加第四个词项时,增加了两个结论。全部结论便成为三个;但前提也是三个,词项是四个。[……]因此将增加三个结论。而在已设定的四个词项上原本已有三个结论;因此在五个词项和四个前提上,全部结论将是六个。因此结论更多,并且如果再增加一个词项则还要更多;因为由于我们所述的原因,在每次增加词项时产生的结论都要多得多。即使词项被放置在中间,所增加的结论也将比在此词项增加之前最初设定的词项少一;因为即使以此种方式放置,它也仅对已设定词项中的一个不产生结论。因为设词项Α、Β、Γ推导出结论Α-Γ,且词项Δ被插入在Α、Β、Γ之间;那么附加于Α-Γ的结论将是通过Δ得出的Α-Β以及通过Β得出的Δ-Γ。因此增加了两个结论,但并非两个都是相对于它自身[Δ]的,而是一个相对于Δ自身(即Δ-Γ),另一个是通过它;因为先前不是结论的Α-Β,由于增加了Δ而成为了结论。因为被增加的词项——比方说放在Γ之后的词项——对于一个处于极端的词项将不产生推论,即结论;尽管当它被放在中间时,成为了诸如Α-Β、Β-Δ、Β-Γ等结论的原因。 既然我们已经掌握了推论是关于什么的(因为它们是关于论题的;而论题有四个:两个是全称的,即全称肯定或全称否定,两个是特称的,同样是一个肯定一个否定),并且我们还掌握了每一论题在每一格中是何种情况以及有几种方式(因为全称肯定仅在第一格中且仅以一种方式、通过一个推论得到证明;全称否定在第一格和第二格中得到证明,在第一格中以一种方式、通过一个推论,在第二格中以两种方式、通过两个推论;特称肯定在第一格[和第三格中得到证明,在第一格中以一种方式,]在第三格中以三种方式;而特称否定在三个格中都得到证明,但在第一格中以一种方式,在第二格中以两种方式,在第三格中以三种方式),那么,既然这些事情是清楚的,哪一个论题容易确立而哪一个不容易确立,也就同样清楚了。

语法注3 条
  1. 1.3ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων

    ἑνί 是表示差异程度的与格,修饰比较级 ἐλάττω(中性复数主格/宾格,与 συμπεράσματα 一致)。τῶν ὑπαρχόντων ὅρων 是由 ἐλάττω 支配的比较属格,表达“比既有词项少一[的结论]”。

  2. 1.3* * * * τρία οὖν ἔσται συμπεράσματα προστιθέμενα

    从四词项阶段(三个前提,总共三个结论)突兀地连接到“因此将增加三个结论”,表明底本存在脱文(以星号标出)。根据语境,此处遗落了“假设施加第五个词项”的说明,由其比既有的四个词项少一而新增3个结论,从而使总结论数达到3 + 3 = 6。

  3. 1.3Ἐπειδὴ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί... ἐπεὶ οὖν ταῦτα φανερά, φανερόν ἐστι

    以开头的 Ἐπειδὴ ἔχομεν 引出的长篇从句群(列举论题类型及其在各格中的成立方式),在插入的长篇列举之后由 ἐπεὶ οὖν ταῦτα φανερά 加以复述和总结,进而引出主句 φανερόν ἐστι καὶ ποῖον...,构成照应复述句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:88.34-90.9