← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§9.23-11.3

第三格中全称与特称前提的混合模态推论

特米斯提乌斯考察了第三格中一全称一特称的混合模态三段论,通过归约至第一格与列举反例词项证明了:在两肯定前提的情况下,唯当全称前提为必然时结论方为必然,特称前提为必然则不然;随后进一步探讨了一肯定一否定的混合前提组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#7

Ἐπὶ δὲ τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν μερικὴν καταφατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων τῇ καθόλου ἕπεται τὸ συμπέρασμα· τῆς 〈γὰρ〉 μερικῆς ἀντιστρεφομένης τῇ ἀναγωγῇ τῇ εἰς τὸ πρῶτον σχῆμα ἡ καθόλου μείζων γίνεται· ἐκεῖ δὲ τῇ μείζονι ἠκολούθει τὸ συμπέρασμα. καλῶς οὖν ἄρα εἴρηται ἐπὶ τούτων τῇ καθόλου ἀκολουθεῖν τὸ συμπέρασμα. θετέον οὖν πρότερον μὲν ἔχουσαν τὴν μείζονα μερικὴν καταφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν συνάγουσαν διὰ τῆς ἀντιστροφῆς τῆς μείζονος καὶ τοῦ συμπεράσματος ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης· συνάγει τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. εἰ γὰρ τὸ Α τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Α ὑπαρχόντως· οὐκοῦν εἰ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης τὸ δὲ Γ τινὶ τῷ Α ὑπαρχόντως, ἐξ ἀνάγκης καὶ τὸ Β τινὶ τῷ Α· ἐπεὶ δὲ ἀντιστρέφει τὸ ‘τίς’, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ ἔδει δεῖξαι. Ὁμοίως δὲ ἀναγκαῖον ἔσεται τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων καθόλου καταφατικὴ ἀναγκαία ληφθῇ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ὑπάρχουσα. πάλιν γὰρ ταύτης, φημὶ δὴ τῆς ἐπὶ μέρους, ἀντιστραφείσης γίνεται ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου καταφατικὴ ἀναγκαία· διὸ καὶ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον γίνεται πάλιν τὸ συμπέρασμα. πλὴν ἐπὶ μὲν τῆς πρὸ ταύτης συμπλοκῆς καὶ τὸ συμπέρασμα ἐδέησεν ἀντιστρέψαι, ἐπὶ δὲ ταύτης τῆς ἐχούσης τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν ἐλάττονα πρότασιν μόνην ἀντιστρέφομεν. τὸ γὰρ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β ὑπάρχει μόνον τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Β ὑπαρχόντως· οὐκοῦν εἰ μὲν τὸ Α παντὶ τῷ Γ δεῖ, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης· δέδεικται γὰρ ἤδη πρότερον. ἂν δὲ ἡ ἐπὶ μέρους πρότασις ἀναγκαία ληφθῇ, οὐκέτι γίνεται τὸ συμπέρασμα ἀναγκαῖον τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν·1 ἧς οὔσης τοιαύτης τῆς δὲ μείζονος ὑπαρχούσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Β τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπαρχόντως· ἂν δὴ ἀντιστρέψωμεν τὴν Β τηρήσαντες τὴν Α τὴν καθόλου ὑπάρχουσαν (οὐ γὰρ οἷόν τε ἄλλως), γίνεται τὸ Α τῷ Γ παντὶ ὑπάρχειν, τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· οὕτως δ’ ἐχουσῶν οὐκ ἐγίνετο τὸ συμπέρασμα ἀναγκαῖον. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται, δεικτέον καὶ τῇ τῶν ὅρων παραθέσει. ληπτέον γὰρ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β δίπουν, ἐπὶ δὲ τοῦ Γ ζῷον· τὸ μὲν δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ, ἡ δὲ ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχέτω, καὶ ἐγρήγορσις τινὶ δίποδι ὑπαρχόντως, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. ὁμοίως δὲ καὶ διὰ τῶν ὅρων δειχθήσεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων ἡ Α ἐπὶ μέρους ἀναγκαία καταφατικὴ μερικὴ ληφθῇ ἡ δὲ Β καθόλου καταφατικὴ ὑπαρχόντως. πάλιν δὲ δεήσει μεταθεῖναι ἐπὶ μὲν τοῦ Α δίπουν, ἐπὶ δὲ τοῦ Β ἐγρήγορσιν· ἔσται γὰρ οὕτως δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, καὶ συναχθήσεται τὸ δίπουν τινὶ ἐγρηγόρσει ὑπαρχόντως, οὐ μὴν ἐξ ἀνάγκης. οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι2 τὴν ἐλάττονα πάλιν ἐν τῷ αὐτῷ γινομένην ἀναγκαίαν ἀντιστρεφομένου καὶ τοῦ συμπεράσματος. Εἰ δὲ ἡ μὲν κατηγορικὴ ἡ δὲ στερητικὴ τῶν προτάσεων, ἂν μὲν ἡ στερητικὴ καθόλου ᾖ καὶ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· περὶ γὰρ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐν μέρει ὁ λόγος νῦν· ἂν δ’ ἡ καταφατικὴ ἀναγκαία, ὑπάρχον καὶ 〈οὐκ〉 ἀναγκαῖον. αἴτιον δὲ καὶ ἐν τούτοις, ὅτι ἡ στερητικὴ ὅταν ᾖ καθόλου, ἀντιστραφείσης τῆς καταφατικῆς αὕτη γίνεται ἡ μείζων πρότασις ἐν πρώτῳ σχήματι, ὥστε, ἂν ᾖ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα. μὴ οὔσης δὲ αὐτῆς ἀναγκαίας ἀλλὰ τῆς καταφατικῆς, ἥτις ἐλάττων γίνεται ἐν πρώτῳ σχήματι ἀναγκαία, τὸ συμπέρασμα οὐκ ἀναγκαῖον.

在两前提皆为肯定、其中一为全称另一为特称的情况下,结论遵循全称前提。因为当特称前提换位时,在归约至第一格的过程中,全称前提便成为大前提;而在那里[第一格中],结论是遵循大前提的。因此,说在这些组合中结论遵循全称前提是完全正确的。于是,首先应当设定大前提为特称肯定实然的、小前提为全称肯定必然的组合,它通过大前提和结论的换位推导出必然的结论。设 A 实然属于某个 C,而 B 必然属于一切[C];它推导出 A 必然属于某个 B。因为如果 A 属于某个 C,那么 C 亦实然属于某个 A;因此,如果 B 必然属于一切 C,而 C 实然属于某个 A,那么 B 亦必然属于某个 A;而既然“某个”可以换位,A 亦必然属于某个 B,这正是所要证明的。同样,即使大前提被取为全称肯定必然的,而小前提被取为特称肯定实然的,结论亦将是必然的。因为再次,当这一前提——我指的是特称前提——换位时,在第一格中大前提成为全称肯定必然的;因此结论亦再次成为特称肯定必然的。只不过在先前的组合中需要将结论亦加以换位,而在这大前提为全称肯定必然的组合中,我们仅换位小前提。因为 A 必然属于一切 C,B 仅实然属于某个 C,而 C 亦实然属于某个 B;因此,如果 A 必须属于一切 C,而 C 实然属于某个 B,那么 A 就必然属于某个 B;因为这在先前已经证明过了。但如果特称前提被取为必然的,结论就不再是必然的,因为第一格中的小前提由此变成了必然的;而当小前提如此且大前提为实然的时,结论便成了实然的。设 B 必然属于某个 C,而 A 实然属于一切 C。如果我们保留全称实然的 A(因为别无可能),而将 B 换位,结果便是 A 实然属于一切 C,C 必然属于某个 B;而当[前提]如此时,结论并不是必然的。至于结论并不成为必然的,亦必须通过列举词项来证明。应当在 A 上取醒着,在 B 上取两足的,在 C 上取动物:两足的必然属于某种动物,如属于人,而设醒着实然属于一切动物;于是醒着实然属于某种两足的,但绝非必然属于。同样,即使大前提 A 被取为特称肯定必然的,而 B 被取为全称肯定实然的,通过词项亦可证明结论不成为必然的。再次,需要调换词项,在 A 上置两足的,在 B 上置醒着;因为这样两足的将必然属于某种动物,醒着实然属于一切动物,并将推导出两足的实然属于某种醒着,却绝非必然属于。尽管如此,亦可以通过将特称肯定必然前提换位而归约至第一格,并在换位结论的同时表明在同一格中小前提再次成为必然的,以此来证明这一点。但如果前提中一为肯定一为否定:若否定前提是全称且必然的,结论亦是必然的(因为现在的讨论是关于其中一个前提为特称的组合);但若肯定前提是必然的,[结论则是]实然的而非必然的。在这些组合中原因亦在于:每当否定前提是全称时,当肯定前提换位后,这一[否定前提]便成为第一格中的大前提,因而若它是必然的,结论亦是必然的;但当它本身不是必然的,而是肯定前提为必然的(它在第一格中成为必然的小前提)时,结论就不是必然的。

语法注2 条
  1. 1.0τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν

    带冠词不定式的与格(τῷ γίνεσθαι)表示原因(“因为第一格中的小前提由此变成了必然的”)。宾格短语 τὴν ἐλάττονα πρότασιν 作不定式 γίνεσθαι 的主语,ἀναγκαίαν 为其表语。

  2. 1.0οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι

    不定式 δεῖξαι 依存于非人称动词 ἔστι(“可以证明”),而宾格分词 ἀνάγοντας 则充当该不定式在泛指意义上的逻辑主语(“[我们/还原者]通过归约……来证明”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:9.23-11.3