- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:8.11-9.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论第三格中必然前提与实然前提的混合,通过换位归约至第一格以及具体词项的例示,证明两前提皆肯定时得出必然结论,而包含否定前提时结论则遵循全称否定前提的模态。
εἰ δὴ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ αὐτῷ παντὶ ὑπαρχόντως, ἀντιστραφείσης τῆς ἐλάττονος τὸ πρῶτον γίνεται σχῆμα· τὸ γὰρ Γ τινὶ τῷ Β. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ μέρος ἐστὶ τοῦ Γ.1 οἱ αὐτοὶ δὲ ὅροι ἁρμόσουσι δεῖξαι αὐτὴν ἀναγκαίαν, οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι· κίνησις πάσῃ βαδίσει ἐξ ἀνάγκης, ἄνθρωπος πάσῃ βαδίσει ὑπαρχόντως, καὶ κίνησις τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ὁμοίως δὲ δειχθήσεται, καὶ εἰ πρὸς τῷ Β Γ, τουτέστι τῇ ἐλάττονι, εἴη τὸ ἀναγκαῖον· λέγω γὰρ καὶ αὐτὴν τὸ ἀναγκαῖον συνάγειν. δείκνυται δὲ τοῦτο διὰ δύο ἀντιστροφῶν τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὑπαρχέτω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α [ἐξ ἀνάγκης] ὑπαρχόντως μόνον· δῆλον ὅτι συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐζητοῦμεν ἡμεῖς, εἰ τὸ Α τινὶ τῷ Β. τοῦτο οὖν δείκνυται δι’ ἀντιστροφῆς τοῦ συμπεράσματος· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. ζητήσει δὲ ἄν τις, τί δήποτε δυνάμενοι τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα2 μιᾶς δεηθέντες ἀντιστροφῆς τὴν μείζονα ἀντιστρέφομεν καὶ δεόμεθα δύο ἀντιστροφῶν, ἵνα ποιήσωσιν ἀναγκαῖον τὸ συμπέρασμα· οἷον τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως, τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, καὶ συμπέρασμα τὸ Α τινὶ τῷ Β ὑπαρχόντως. τί οὖν λέγομεν; ὅτι, εἰ καὶ ἐδυνάμεθα τοῦτο ποιῆσαι, ἀλλ’ οὖν τὸ ἀεὶ ἀκολουθοῦν συνηγάγομεν· ἀμφοτέρων γὰρ οὐσῶν καθόλου καταφατικῶν προτάσεων, πρὸς ᾧ ποτε ἂν ᾖ ἄκρῳ τὸ ἀναγκαῖον, ἠδύνατο τὸ ἀναγκαῖον συνάγεσθαι, οὐκέτι δὲ τὸ ὑπάρχον ἀεί· ὥστε τὸ ἀεὶ ὑπάρχον συνηγάγομεν. Πάλιν ἔστω ἡ μὲν μείζων πρότασις στερητικὴ καθόλου ἀναγκαία, ἡ δὲ ἐλάττων κατηγορικὴ ὑπάρχουσα. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ καθόλου καταφατικόν, εἰ τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως 〈,καὶ τὸ Γ τινὶ τῷ Β ὑπαρχόντως〉. ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται τὸ Α οὐ παντὶ τῷ Β ἐξ ἀνάγκης· μέρος γὰρ τοῦ Γ τὸ τὶ Β, ᾧ τὸ Α οὐδενὶ ὑπάρχει ἐξ ἀνάγκης. οἱ δὲ αὐτοὶ ὅροι τοῦ δεῖξαι, ὅτι ἀναγκαίως καὶ ὑπαρχόντως συνάγεται, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι. ὃ δὲ ἤδη εἴπομεν, τοῦτο ὑπομνηστέον, ὅτι ἐπὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μιᾶς ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς τοῦ ἀποφατικοῦ καθόλου ὄντος αὐτῷ μὲν ἀεὶ ἀκολουθεῖ τὸ συμπέρασμα ἐν πᾶσι τοῖς σχήμασι, 〈ἐν μὲν τῷ πρώτῳ〉, διότι ἀποφατικὴ οὖσα μείζων πάντως ἐστίν, ὡς ἂν δὲ εἶχεν ἡ μείζων, οὕτως εἶχε καὶ τὸ συμπέρασμα, ἐν 〈δὲ〉 τοῖς λοιποῖς, διότι ἡ ἀντιστροφὴ εἰς τὸ πρῶτον σχῆμα ἀνῆγε καὶ τὴν ἀποφατικὴν πάντως μείζονα ἐποίει. εἰ δὲ ἡ κατηγορικὴ πρότασις ἀναγκαία ἡ δὲ στερητικὴ ὑπάρχουσα, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. εἰ γὰρ τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης, ἔσται καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· δέδεικται γὰρ ἐν τῷ πρώτῳ. ἔτι καὶ διὰ τῶν ὅρων φανείη ἂν φανερόν. ἔστω τὸ μὲν Α ἀγαθόν, τὸ δὲ Β ζῶον, τὸ δὲ Γ ἵππος· ἀγαθὸν μὲν οὐδενὶ ἵππῳ ὑπαρχέτω, ζῷον δὲ παντὶ ἵππῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἀγαθὸν τινὶ ζῴῳ μὴ ὑπάρχειν μόνως·3 δύναται γὰρ καὶ πᾶν ζῷον εἶναι ἀγαθόν, δηλονότι κατὰ τὸ φυσικὸν ἀγαθόν. εἰ δέ τις πρὸς τοῦτο ἐνίσταται μὴ συγχωρῶν τῇ μείζονι προτάσει (εἶναι γάρ τι ζῷον ἐξ ἀνάγκης οὐκ ἀγαθὸν οἷον τὰ ἰοβόλα), μεταληπτέον τὸν ὅρον καὶ θετέον ἀντὶ τοῦ ἀγαθοῦ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν μηδενὶ ἵππῳ ὑπάρχον, ζῴῳ δὲ παντὶ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις ἢ τὸ καθεύδειν τινὶ μὴ ὑπάρχειν ζῴῳ ὑπαρχόντως, οὐ μὴν ἐξ ἀνάγκης· ἅπαν γὰρ ζῷον δεκτικὸν τούτων· εἰ γὰρ δεκτικὸν τούτων ἅπαν ζῷον, οὐδὲν ἔσται ζῷον, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ ἐγρηγορέναι ἢ τὸ κοιμᾶσθαι.
因此,如果 A 必然属于一切 C,而 B 实然属于同一[C]的一切,那么当小前提换位时便产生第一格;因为 C 属于某个 B。因此,如果一方面 A 必然属于一切 C,另一方面 C 实然属于某个 B,那么 A 就必然属于某个 B,而这[某个 B]正是 C 的一部分。在第一格中适用的同一批词项,亦适用于证明它是必然的:运动必然属于一切行走,人实然属于一切行走,运动必然属于某个人。如果必然性在 BC 即小前提上,情况亦将同样得到证明;因为我说这一组合同样推导出必然的[结论]。而这是通过大前提和结论的两次换位来证明的。设 B 必然属于一切 C,而 C 仅实然属于某个 A;显而易见,推导出 B 必然属于某个 A;因为这在第一格中已被证明。但我们所探究的是 A 是否属于某个 B。因此这通过结论的换位得到证明;因为如果 B 必然属于某个 A,那么 A 亦必然属于某个 B。但有人可能会问:既然我们本可以通过只需一次换位的小前提换位而使结论成为实然的,为什么我们要换位大前提并需要两次换位以使结论成为必然的呢?例如,A 实然属于一切 C,C 必然属于某个 B,而结论是 A 实然属于某个 B。那么我们该说什么呢?即使我们本可以这样做,但我们推导出了总是随之而来的结论;因为在两前提皆为全称肯定的情况下,无论必然性附属于哪个端项,都能推导出必然的结论,但并非总能推导出实然的结论;因此我们推导出了总是成立的结论。 再次,设大前提为全称否定必然的,小前提为肯定实然的。既然全称肯定前提可以换位,如果 B 实然属于一切 C,[那么 C 亦实然属于某个 B]。因此,既然 A 必然不属于任何 C,而 C 实然属于某个 B,便产生了第一格,并推导出 A 必然并非属于一切 B;因为某个 B 是 C 的一部分,而 A 必然不属于该 C 的任何部分。用于证明它是必然地和实然地被推导出的同一批词项,正是我们在第一格中所采用的那些词项。但是必须忆起我们已经说过的话:在由一否定一肯定构成的组合中,只要否定前提是全称的,在所有格中结论都总是遵循它:在第一格中,是因为作为否定前提它在任何情况下都是大前提,而大前提如何,结论亦如何;在其余各格中,是因为换位将其归约至第一格,并在任何情况下都使否定前提成为大前提。但如果肯定前提是必然的而否定前提是实然的,结论将不是必然的。因为如果 A 实然不属于任何 C,而 B 必然属于一切 C,那么 C 亦将必然属于某个 B;因此,如果 A 实然不属于任何 C,而 C 必然属于某个 B,那么 A 就实然并非属于一切 B;因为这在第一格中已被证明。此外,通过词项亦可使其明白。设 A 为善,B 为动物,C 为马:设善不属于任何马,动物必然属于一切马,于是推导出善仅仅实然地不属于某种动物;因为一切动物亦都可以是善的,显然是按照自然的善而言。但如果有人对此提出异议,不赞同大前提(因为存在某种必然不善的动物,如带毒之物),就必须更换词项,并用醒着或睡着来代替善,它不属于任何马,但必然属于一切动物;于是推导出醒着或睡着实然不属于某种动物,却绝非必然不属于;因为一切动物都能接受这些状态;因为如果一切动物都能接受这些状态,就不会有任何动物是醒着或睡着必然不属于它的。
- 1.0ὅπερ μέρος ἐστὶ τοῦ Γ
关系代词 ὅπερ 的先行词是前文的“某个 B”(τὸ τὶ Β)。因为 C 属于某个 B(小前提换位),该“某个 B”构成了中项 C 的一部分,这是说明必然属于一切 C 的大项 A 为何必然属于它的根据。
- 1.0δυνάμενοι τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα μιᾶς δεηθέντες ἀντιστροφῆς τὴν μείζονα ἀντιστρέφομεν καὶ δεόμεθα δύο ἀντιστροφῶν, ἵνα ποιήσωσιν ἀναγκαῖον τὸ συμπέρασμα
全句的主句为 τί δήποτε ... τὴν μείζονα ἀντιστρέφομεν καὶ δεόμεθα δύο ἀντιστροφῶν(为什么我们要换位大前提并需要两次换位),而分词短语 δυνάμενοι ... μιᾶς δεηθέντες ἀντιστροφῆς 则表让步或对比(“尽管我们本可以通过只需一次换位……”)。ἵνα 从句中的动词 ποιήσωσιν 为第三人称复数,其逻辑主语代指换位或诸前提/论证。
- 1.0ἀγαθὸν τινὶ ζῴῳ μὴ ὑπάρχειν μόνως
副词 μόνως(“仅仅”、“单纯”)修饰否定的相属关系,表明该结论只是实然的(即仅仅实然地不属于),以此与必然地不属于(ἐξ ἀνάγκης)形成对立。
