- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:11.3-12.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯探讨了第三格中包含否定前提的必然与实然混合前提组合,证明并通过具体词项说明了得出实然结论的三种组合,随后总结了前提模态与结论模态对应关系的普遍规则。
εἰ γὰρ τὸ Α τῷ Γ μηδενὶ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ Γ τινὶ ὑπαρχόντως, ἀντιστραφήσεται μὲν ἡ Β Γ, καὶ ἔσται τὸ Γ τινὶ τῷ Β, μένει δὲ ἡ Α Γ μείζων οὖσα καθόλου ἀποφατικὴ ἀναγκαία· διὸ συναχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. ἂν δὲ γένηται τὸ καταφατικὸν ἀναγκαῖον ἢ καθόλου ὂν ἢ ἐν μέρει, ὡς εἶναι τὴν μὲν μείζονα ἢ καθόλου ἀποφατικὴν ὑπάρχουσαν ἢ ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν ἢ ἐπὶ μέρους ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἢ καθόλου καταφατικὴν ἀναγκαίαν ἢ ἐπὶ μέρους καταφατικὴν ὁμοίως ἀναγκαίαν ἢ καθόλου καταφατικὴν ὑπάρχουσαν, ὅταν μὲν ἡ καθόλου ἀποφατικὴ ἡ μείζων ὑπάρχουσα, αὕτη γινομένη ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὅταν δὲ ἡ ἐπὶ μέρους ἀποφατικὴ ὑπάρχουσα, αὕτη καθόλου καταφατικὴ ἀναγκαία, ὅταν δὲ ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία, αὕτη καθόλου καταφατικὴ ὑπάρχουσα, οὐδὲν ἀναγκαῖον συναχθήσεται,1 διότι ἀντιστραφείσης τῆς ἐλάττονος, ὅταν ἐπὶ μέρους ᾖ, γίνεται τὸ πρῶτον σχῆμα ἔχον τὴν ἐλάττονα ἀναγκαίαν. αὗται οὖν αἱ τρεῖς, ἥ τε ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς μερικῆς ἀναγκαίας καὶ ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ἀναγκαίας καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης, τὸ ὑπάρχον συνάγουσι. Τὰ μὲν γὰρ ἄλλα τὰ αὐτά, ἃ καὶ ἐπὶ τῶν πρότερον, ἐροῦμεν· τὰ ἄλλα δέ φημι, δι’ ὧν ἐδείκνυμεν καὶ τὰς ἄλλας συζυγίας, λέγω δὲ τῆς ἀντιστροφῆς. οὐ περὶ τῶν τριῶν δὲ τοῦτό φημι (οὐδὲ γὰρ αἱ τρεῖς δι’ ἀντιστροφῆς δείκνυνται) ἀλλὰ περὶ τῆς μιᾶς μόνης τῆς ἐχούσης τὴν μείζονα καθόλου ἀποφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα μερικὴν καταφατικὴν ἀναγκαίαν· αὕτη γὰρ τῆς μερικῆς καταφατικῆς ἀντιστραφείσης, τῆς ἐλάττονος λέγω ἀναγκαίας, ἀνάγεται εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. ἔστω γὰρ τὸ μὲν Α τῷ Γ μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης· συνάγεται, ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ μερικὸν καταφατικὸν ἀναγκαῖον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ Γ τινὶ τῷ Β· ἐπεὶ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἀναγκαίως, τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος. οὕτως μὲν οὖν αὕτη δι’ ἀντιστροφῆς δείκνυται. αἱ δὲ ἄλλαι δύο οὐ δύνανται δι’ ἀντιστροφῆς δειχθῆναι διὰ τὸ τὴν ἐλάττονα εἶναι ἐν ἀμφοτέραις καθόλου καταφατικήν· ἐὰν γὰρ αὐτὴν ἀντιστρέψωμεν, πρὸς τὴν μερικὴν ἀντιστρέψει καὶ ἀσυλλόγιστον ποιήσει τὴν συζυγίαν. ἀλλ’ οὐδὲ ἡ μείζων δύναται ἀντιστραφῆναι μερικὴ οὖσα ἀποφατική. ὅροι, ὅταν μὲν ἡ μείζων μερικὴ ἀποφατικὴ ὑπάρχουσα ᾖ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, ἐγρήγορσις μὴ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως. ὅταν δὲ ἡ μείζων καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ἀναγκαία, ἐγρήγορσις οὐδενὶ λευκῷ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως καὶ οὐκ ἀναγκαίως. ὅταν δὲ τὸ στερητικὸν μερικὸν ἀναγκαῖον ᾖ καὶ πρὸς τῷ μείζονι, τὸ δὲ κατηγορικὸν καθόλου καταφατικὸν ὑπάρχον, δίπουν οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, κινούμενον παντὶ ζῴῳ ὑπαρχόντως, καὶ συνάγεται δίπουν οὐ πάσῃ κινήσει ὑπαρχόντως. Φανερὸν οὖν ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι ἐστί ποτε ἐν συμπλοκῇ τινι συλλογιστικῇ ἀναγκαίου καὶ ὑπάρχοντος ἀδύνατον τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι,2 εἰ μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις ὑπάρχουσαι. τοῦτο δὲ οὐ καθόλου φημί (οὐδὲ γὰρ ἀληθές ἐστιν) ἀλλὰ περὶ τῆς ἐν τρίτῳ σχήματι συμπλοκῆς τῆς ἐκ δύο καθόλου καταφατικῶν· ἀπεδείξαμεν γάρ, ὅτι αἱ δύο αὗται συζυγίαι τὸ ἀναγκαῖον συνάγουσιν οἵας δή ποτε ἀναγκαίας λαμβανομένης προτάσεως, κἂν τῆς 〈μείζονος κἂν τῆς〉 ἐλάττονος, ὅπερ ἐπὶ τῶν ἄλλων συμπλοκῶν οὐκ ἀληθές ἐστι λέγειν. ἐν ἀμφοτέροις δὲ τοῖς τρόποις, τῷ τε ὑπάρχοντι [καὶ ἀναγκαίῳ] καὶ τῷ ἀναγκαίῳ, καὶ ἀποφατικῶν καὶ καταφατικῶν ὄντων τῶν συμπερασμάτων καὶ 〈ὑπαρχόντων καὶ〉 ἀναγκαίων ἀνάγκη μίαν τῶν προτάσεων ὁμοίαν εἶναι τῷ συμπεράσματι, καὶ εἰ μὲν ὑπάρχον εἴη τὸ συμπέρασμα, ὑπάρχουσαν,
因为如果 A 必然不属于任何 C,而 B 实然属于某个 C,那么 BC 将被换位,C 将属于某个 B,而 AC 作为全称否定必然的大前提保持不变;因此将推导出 A 必然不属于某个 B。 但如果肯定前提成为必然的,无论它是全称还是特称——从而大前提或是全称否定实然的,或是特称否定实然的,或是特称否定必然的,而小前提或是全称肯定必然的,或是特称肯定同样必然的,或是全称肯定实然的:每当大前提为全称否定实然的而这[小前提]成为特称肯定必然的,或每当大前提为特称否定实然的而这[小前提]为全称肯定必然的,或每当大前提为特称否定必然的而这[小前提]为全称肯定实然的时——均不会推导出任何必然的结论,因为当小前提被换位时(每当它是特称的时),第一格便具有必然的小前提。于是这三种组合——由特称否定实然的大前提与全称肯定必然的小前提构成的组合、由全称否定实然的大前提与特称肯定必然的小前提构成的组合,以及由特称否定必然的大前提与全称肯定实然的小前提构成的组合——均推导出实然的结论。 因为我们将陈述与先前情况相同的其他事项;我所谓其他事项,是指我们据以证明其他组合的手段,即换位法。但我说这话并非针对全部三种组合(因为并非全部三种都能通过换位法来证明),而是仅仅针对那大前提为全称否定实然的、小前提为特称肯定必然的唯一组合;因为随着特称肯定前提——我是指必然的小前提——的换位,该组合便被归约为第一格的第四式。 设 A 实然不属于任何 C,而 B 必然属于某个 C;推导出的结论是:A 实然不属于一切 B。因为既然特称肯定必然前提可以换位,C 亦将必然属于某个 B;那么,既然 A 实然不属于任何 C,而 C 必然属于某个 B,A 便实然不属于一切 B;因为这就形成了第一格的第四式。因此,这一组合是通过换位法来证明的。 而另外两种组合则无法通过换位法来证明,这是由于在这两种组合中小前提皆为全称肯定的;因为如果我们换位它,它将换位为特称前提,从而使该组合成为无法推论的。然而大前提作为特称否定亦无法换位。 词项如下:当大前提为特称否定实然的而小前提为全称肯定必然的时:醒着实然不属于所有人,动物必然属于所有人,推导出醒着实然不属于所有动物。当大前提为全称否定实然的而小前提为特称肯定必然的时:醒着实然不属于任何白物,动物必然属于某种白物,推导出醒着实然不属于所有动物且非必然属于。当否定前提为特称必然的且作为大前提,而肯定前提为全称肯定实然的时:两足的必然不属于所有动物,运动的实然属于所有动物,推导出两足的实然不属于一切运动。 由此可见,根据所言,在必然与实然的某种推论性组合中,有时除非两个前提皆为实然的,否则不可能产生实然的结论。但我并非全称地这样说(因为那是不真实的),而是关于第三格中由两个全称肯定前提构成的组合而言的;因为正如我们所证明的,无论取哪一个前提为必然的,无论是大前提还是小前提,这两个组合都推导出必然的结论,而这对于其他组合来说则是不真实的。无论在实然式还是必然式中,无论结论是否定还是肯定,是实然还是必然,前提之一都必须与结论相似,且若结论是实然的,该前提亦必须是实然的,
- 1.0ἂν δὲ γένηται τὸ καταφατικὸν ἀναγκαῖον... οὐδὲν ἀναγκαῖον συναχθήσεται
条件句的主干为 ἂν δὲ γένηται ... οὐδὲν ἀναγκαῖον συναχθήσεται(“但如果肯定前提成为必然的……均不会推导出任何必然的结论”)。中间插入的 ὡς εἶναι... 以名词短语列举了具体组合,随后由三个并列的 ὅταν 从句予以重申;在每个 ὅταν 从句中,αὕτη 均指代小前提(ἡ ἐλάττων πρότασις)。
- 1.0τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι
带属格冠词的不定词 τοῦ ὑπάρχειν 作为同位语(或说明性)属格修饰名词 τὸ συμπέρασμα,意为“实然的结论”或“关于实然属于的结论”。
