← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§87.25-88.34

通过前推论证明与连续中项证明的区别

特米斯提乌斯区分了明确得出中间结论的“通过前推论证明”与连续罗列前提的“通过多个连续中项证明”,并阐明了在复合推论中词项数总是比前提数多一、且奇偶交替变化的原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#20

διὰ προσυλλογισμῶν μὲν οὖν λέγω, ὅταν ἑκατέραν τῶν προτάσεων τῶν κυρίων τοῦ τελευταίου συλλογισμοῦ πρῶτον διὰ τῶν οἰκείων προτάσεων συλλογισάμενοι καὶ ποιήσαντες συμπεράσματα τὰς προτάσεις οὕτως αὐτὰς λάβωμεν εἰς τὴν δεῖξιν τοῦ προκειμένου. οἷον εἰ εἴη ἐκ τῶν Α Γ, Γ Ε δεικνύμενόν τι προσεχῶς, αὐτὰ δὲ ταῦτα τὸ μὲν Α Γ διὰ τοῦ Α Β, Β Γ δεικνύοιτο τὸ δὲ Γ Ε διὰ τοῦ Γ Δ, Δ Ε· ὅταν γὰρ συλλογισάμενοι πρῶτον τὸ Α Γ εἶτα τὸ Γ Ε τότε λάβοιμεν τὸ Α Γ καὶ Γ Ε ὡς δεικτικὰ τοῦ Α Ε, διὰ προσυλλογισμῶν τὴν δεῖξιν ποιούμεθα. οὐδὲν δὲ διαφέρει, ἐν ᾧ δήποτε ὦσι σχήματι οἱ προσυλλογισμοὶ γεγονότες· ὁ γὰρ αὐτὸς λόγος, ἄν τε ἐν τῷ αὐτῷ ἄν τε ἐν διαφόροις. Τὸ δὲ ‘διὰ πλειόνων μέσων συνεχῶν’ ἐστιν, ὅταν συνεχεῖς ἐφεξῆς προτάσεις πλείονας λαμβάνοντες μηκέτι τὰ γινόμενα ἐξ αὐτῶν συμπεράσματα ἐκλαμβάνοντες τούτοις ὡς δεικτικοῖς τοῦ προκειμένου χρησόμεθα ἀλλὰ πάσας τὰς προτάσεις λαμβάνομεν ὡς δεικτικὰς τοῦ προκειμένου· ὅταν γὰρ οὕτως ποιῶμεν, δυνάμει προσυλλογιζόμεθα, οὐκ ἐνεργείᾳ. οἷον εἰ λάβωμεν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Α ἄρα κατὰ τοῦ Ε· συνεχεῖς γὰρ ἐνταῦθα τὰς προτάσεις λαβόντες οὐκ ἐπεκλαβόντες ἐπ’ αὐταῖς γινόμενα συμπεράσματα χρώμεθα πᾶσιν αὐτοῖς ὡς ἐκ τούτων ὁμοίως πάντων συναγομένου τοῦ Α Ε συμπεράσματος. ἐν τῇ τοιαύτῃ τῶν προτάσεων συνεχείᾳ τὸ διὰ προσυλλογισμοῦ ἐστιν. εἰ οὖν εἴη μὲν συμπέρασμα τὸ Α Β, δεικνύοιτο δὲ τοῦτο διὰ μέσων τῶν Γ, Δ (τὸ μὲν Α κατὰ τοῦ Γ, τὸ δὲ Γ κατὰ τοῦ Δ, 〈τὸ δὲ Δ κατὰ τοῦ Β〉) διὰ προσυλλογισμῶν μὲν ἔσται, ἂν πρῶτον τὸ Α κατὰ τοῦ Δ συλλογισάμενος διὰ τοῦ Γ, εἶτα τὸ Δ κατὰ τοῦ Β λαβὼν ἢ καὶ αὐτὸ συλλογισάμενος διὰ τοῦ Ε λάβῃ τὸ Α Δ, Δ Β συμπέρασμα προτάσεις δεικτικὰς τοῦ Α Β συμπεράσματος, διὰ πλειόνων δὲ μέσων συνεχῶν, ἂν ἁπλῶς λαβὼν τὸ Δ κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Β ἐπενεγκὼν1 ἐπὶ τούτοις ‘τὸ ἄρα Δ κατὰ τοῦ Β’. αὕτη γὰρ ἡ διαφορὰ τοῦ τε διὰ προσυλλογισμοῦ καὶ διὰ πλειόνων μέσων συνεχῶν. ἀμφοτέρως δὲ τὸ Α Β συμπέρασμα διὰ τῶν Γ, Δ μέσων. Ἐπειδὴ τῶν οὕτως γινομένων συλλογισμῶν,2 οἳ οὐκέτ’ εἰσὶν ἁπλοῖ, τὸ μὲν πλῆθος τῶν ὅρων ὁμοίως ὑπερέξει τοῦ τῶν προτάσεων πλήθους ἑνί, ὥσπερ καὶ ὅτε αἱ κύριαι προτάσεις τοῦ προκειμένου συμπεράσματος ἐλαμβάνοντο μόναι. οὐ μέντοι ἔτι αἱ μὲν προτάσεις ἀεὶ ἄρτιαι ἔσονται οἱ δὲ ὅροι περιττοί, ὡς εἶχεν ἐπὶ τῶν ἁπλῶν συλλογισμῶν, ἀλλ’ ἔμπαλιν ἕξουσιν, ὁμοίως δέ· ὅταν μὲν γὰρ αἱ προτάσεις ὦσιν ἄρτιαι, οἱ ὅροι περισσοί, ὅταν δὲ αἱ προτάσεις περισσαί, οἱ ὅροι πάλιν ἄρτιοι· οὕτως γὰρ ἔσονται ἑνὶ ὑπερέχοντες οἱ ὅροι τῶν προτάσεων. αἴτιον δὲ τοῦ ἑνὶ ὑπερέχειν τοὺς ὅρους τὸν τῶν προτάσεων ἀριθμὸν καὶ παρὰ μέρος ἀρτίους τε καὶ περιττοὺς γίνεσθαι τὸ ἐξ ἀρχῆς μὲν ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς τοὺς ὅρους ὑπερέχειν ἑνὶ τῶν προτάσεων (αἱ μὲν γὰρ ἦσαν δύο, οἱ δὲ τρεῖς), ἑκάστῃ δὲ προσθήκῃ ὅρου διάστημα προστίθεσθαι. τούτου γὰρ οὕτως γινομένου ἡ ἐξ ἀρχῆς ἑνὶ τοῖς ὅροις ὑπεροχὴ μένει· ὅταν γὰρ ἀνίσοις ἴσα προστεθῇ, τῷ αὐτῷ ἀλλήλων διοίσουσιν, ᾧ διέφερον καὶ πρὸ τοῦ τὰ ἴσα αὐτοῖς προστεθῆναι. ὅταν μὲν οὖν τοῖς τρισὶν ὅροις εἷς προστεθῇ, οἱ μὲν ὅροι τέσσαρές τε καὶ ἄρτιοι ἔσονται, αἱ δὲ προτάσεις τρεῖς τε καὶ περιτταί· δύο γὰρ οὔσαις αὐταῖς προσετέθη τρίτη διὰ τὴν πρόσθεσιν τοῦ ὅρου· ἅμα γὰρ ὅρου τε προσθήκη καὶ προτάσεως, ὡς ἔφαμεν. ἢ γὰρ ἔξωθεν ἢ εἰς τὸ μέσον προστεθήσεται πᾶς ὅρος, οἷον εἰ πρὸ τοῦ Α εἴη τις εἰλημμένος κατηγορούμενος τοῦ Α οἷον ὁ Δ ἢ μετὰ τὸ Γ ὑποκείμενος τῷ Γ, εἰς τὸ μέσον δέ, εἰ μεταξὺ εἴη τοῦ Α Β ἢ τοῦ Β Γ.

因此,我所说的“通过前推论”,是指当我们首先通过各自固有的前提推导出最终推论的每一个主要前提,并将这些前提转化为结论,然后以此方式将它们选取来证明所提结论的时候。例如,如果某物直接由Α-Γ与Γ-Ε证明,而这些前提本身,Α-Γ通过Α-Β与Β-Γ证明,Γ-Ε通过Γ-Δ与Δ-Ε证明;因为当我们首先推导出Α-Γ,接着推导出Γ-Ε,然后再选取Α-Γ与Γ-Ε作为Α-Ε的证明性前提时,我们就是通过前推论来进行证明。而前推论是在哪一个格中产生并没有区别;因为无论是在同一个格中还是在不同的格中,道理都是相同的。另一方面,“通过多个连续中项”是指,当我们连续地依次选取多个前提时,不再引出由它们产生的结论并将这些结论用作所提结论的证明性前提,而是把所有前提都选取为所提结论的证明性前提;因为当我们这样做时,我们是在潜能上而非现实上进行了前推论。例如,如果我们选取Α属于Β、Β属于Γ、Γ属于Δ、Δ属于Ε,并得出“因此Α属于Ε”;因为在这里,我们选取了连续的前提,却没有引出在它们之上产生的诸结论,而是把所有这些前提都当作结论Α-Ε同样由此全部前提推导出来那样予以使用。在前提的这种连续之中,包含了“通过前推论”之物。因此,如果结论是Α-Β,并且这是通过中项Γ、Δ来证明的(即Α属于Γ、Γ属于Δ、[Δ属于Β]),那么,如果是首先通过Γ推导出Α属于Δ,然后选取Δ属于Β或者也通过Ε推导出它,进而选取结论Α-Δ与Δ-Β作为结论Α-Β的证明性前提,这就是通过前推论;而如果仅仅选取Α属于Γ、Γ属于Δ、Δ属于Β,并在此之上加上“因此Α属于Β”,这就是通过多个连续中项。因为这就是通过前推论与通过多个连续中项之间的区别。然而无论以何种方式,结论Α-Β都是通过中项Γ、Δ来证明的。 既然在以这种方式产生的、不再是单纯的推论中,词项的数量将同样比前提的数量多一,正如仅选取所提结论的主要前提时那样。然而,不再会是像在单纯推论中那样前提总是偶数而词项总是奇数,而是相反,但以类似的方式;因为当前提是偶数时,词项是奇数,而当前提是奇数时,词项又成为偶数;因为这样词项就会比前提多一。而词项比前提数目多一并且轮流成为偶数和奇数的原因在于:最初在单纯推论中词项比前提多一(前提是两个,而词项是三个),并且每增加一个词项,就增加一个间隔[前提]。因为在这种情况下,词项最初多一的超额得以保持;因为当在不等之物上加上相等之物时,它们彼此相差的量,与加上相等之物前它们所差的量相同。因此,当在三个词项上增加一个时,词项将是四个且为偶数,而前提将是三个且为奇数;因为在前提原本为两个之处,由于增加了词项而增加了第三个前提;因为正如我们所说,增加词项与增加前提是同时的。因为每一个词项要么从外部增加,要么增加在中间;例如,在Α之前选取了某物述说Α,如Δ,或者在Γ之后选取了某物作为Γ的主词;而在中间增加,则是指它处于Α-Β之间或处于Β-Γ之间。

语法注2 条
  1. 1.3ἂν ἁπλῶς λαβὼν ... ἐπενεγκών

    条件从句中的破格语法(破格句)。此处顺承先前的条件结构(ἂν πρῶτον ... λάβῃ),但缺少限定动词,导致两个主格分词(λαβών 与 ἐπενεγκών)悬空而缺乏受支配的限定谓语动词。

  2. 1.3Ἐπειδὴ τῶν οὕτως γινομένων συλλογισμῶν

    由连词 ἐπειδή 引出的破格句。该句作为原因或导入性的从属分句开始,但缺少严格语法上的主句(归结从句),句意随后通过紧接着的 οὐ μέντοι ἔτι... 这一从句松散地推进。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:87.25-88.34