← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§86.6-87.25

推论中前提与词项的数目及连珠推论

塞mistius论证了每一个真正的推论直接由两个前提和三个词项构成,使得前提为偶数、词项为奇数,且结论为前提数目之半,并进而界定了连珠推论与前推论的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#19

οἱ γὰρ τρεῖς ὅροι δύο ποιοῦσι προτάσεις, ἐκτὸς εἰ μὴ1 καὶ ἀντιστροφὴ γίνοιτό τινος τῶν προτάσεων ἢ καὶ ἀμφοτέρων· οὕτως γὰρ δόξουσι πλείους προτάσεις ἐκ τριῶν ὅρων γίνεσθαι. ἐλαμβάνομεν δὲ τὰς ἀντιστροφὰς πρὸς τὴν τελείωσιν τῶν ἀτελῶν συλλογισμῶν· οὗτοι δ’ ἦσαν οἱ ἐν δευτέρῳ τε καὶ τρίτῳ σχήματι. ἀλλὰ καὶ ἐπ’ ἐκείνων ἐκ δύο προτάσεων ὁ συλλογισμός· τὴν γὰρ ἀντιστρέφουσαν ἐλαμβάνομεν ἀντὶ τῆς, πρὸς ἣν ἀντέστρεφε, πρὸς τὸ δεῖξαι τὸ συμπέρασμα, ἀλλ’ οὐκ ἀμφοτέρας. ἀναγκαίως δὲ ἐκ τριῶν ὅρων πᾶς συντελούμενος δείκνυται συλλογισμός· χρήσιμον γὰρ πρὸς τὸ τὰ τρία σχήματα εἶναι μόνα· τριῶν γὰρ ὄντων ὅρων 〈ἡ τοῦ μέσου〉 θέσις οὐκ ἄλλως ἕξει πρὸς τὰ ἄκρα παρὰ τὴν ἐν τοῖς τρισὶ σχήμασι κειμένην σχέσιν αὐτοῦ πρὸς αὐτούς. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς ἐν ᾧ λόγῳ συλλογιστικῷ μὴ δύο εἰσὶν αἱ προτάσεις, οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν. διὰ τῶν δύο προτάσεων τὸ κύριον τουτέστι τὸ προκείμενον συμπέρασμα δείκνυται· οὐ γὰρ οὐδὲν κωλύει τὰς προσεχεῖς τοῦ δεικνυμένου προτάσεις ἄλλου τινὸς συμπεράσματα δείκνυσθαι, ὡς ἐπὶ τῶν συντεθέντων ἐδείχθη συλλογισμῶν. ἔνια γὰρ τῶν ἄνωθέν τε καὶ πρώτων δεδειγμένων καὶ συμπερασμάτων ἐπ’ ἄλλαις προτάσεσι γεγονότων ἀναγκαῖον εἶναι τῶν μετὰ ταῦτα προτάσεις· τὸ γὰρ ἄλλων προτάσεων συμπέρασμα οὐδὲν κεκώλυται ἄλλου συμπεράσματος πάλιν αὐτὸ εἶναι πρότασιν συνακτικήν. εἰ δὲ μὴ δύο εἶεν αἱ προτάσεις, δι’ ὧν γίνεται τὸ προσεχῶς γινόμενον συμπέρασμα, φανερὸν ὅτι οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν. εἰ μὲν 〈γὰρ〉 μήτε τὸ Α καὶ τὸ Β συνάγοιέν τι μήτε τὸ Γ καὶ τὸ Δ, ἃ ἦν τοῦ Ε συνακτικὰ κείμενα, οὐδ’ ὅλως ἂν 〈εἴη〉 συλλογισμὸς γινόμενος· εἰ δ’ ἄλλα τινὰ συλλογίζοιτο, οὐ τοῦ προκειμένου ἂν εἴη συλλογισμὸς γινόμενος. εἰ δὲ τὰ μὲν δύο τὸ Ε δεικνύει, τὰ δὲ δύο ἢ ἄλλο τι ἢ μηδέν, μάτην ἂν εἴη εἰλημμένα κατ’ ἀμφότερα· εἰ μὲν γὰρ ἄλλο τι, πλείους οἱ συλλογισμοί, εἰ δὲ μηδέν, μάτην ἂν εἴη εἰλημμένα, μάτην δὲ ὡς πρὸς τὴν τοῦ Ε δεῖξιν, καὶ εἰ ἄλλο τι ἔξωθεν συνάγοιτο ὑπ’ αὐτῶν· κατὰ τοῦτο δὲ πλείους ἂν εἶεν τῶν 〈ἀναγκαίων〉 εἰλημμέναι. Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις λαμβανομένων τῶν συλλογισμῶν·2 κυρίας δὲ λέγω προτάσεις τὰς προσεχῶς δεικνυούσας καὶ συλλογιζομένας τὸ προκείμενον, ἃς ἐδείξαμεν δύο οὔσας. τοῦτο δὴ λέγω καὶ νῦν, ὅτι, εἰ τὰς κυρίας τοῦ συμπεράσματος καὶ προσεχῶς αὐτὸ δεικνυούσας λαμβάνομεν, ἔσονται ἐν παντὶ συλλογισμῷ προτάσεις3 μὲν δύο, ὅροι δὲ περιττοί· τρεῖς γὰρ ἐδείχθησαν ὄντες, ἐξ ὧν αἱ προσεχεῖς προτάσεις. ὅτι δὲ τὰ τρία τῶν δύο ἑνὶ περιέχει, δῆλον. ἀλλὰ καὶ ὅτι τὰ συμπεράσματα ἡμίση τῶν προτάσεων τῶν προσεχῶς δεικτικῶν, δῆλον· δύο μὲν γὰρ αἱ προτάσεις, ἓν δὲ τὸ ἐξ αὐτῶν συμπέρασμα. ὁ γὰρ λαβὼν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ καὶ συμπεραινόμενος ‘τὸ Α ἄρα κατὰ τοῦ Δ’ οὐ διὰ κυρίων οὐδὲ διὰ προσεχῶν προτάσεων ἔδειξε τὸ συμπέρασμα· κύριαι γὰρ καὶ προσεχεῖς ἡ ‘τὸ Α κατὰ τοῦ Γ’ καὶ ‘τὸ Γ κατὰ τοῦ Δ’, αἱ δὲ Α Β καὶ Β Γ δεικτικαὶ προσεχῶς τοῦ Α Γ, ὃ συμπέρασμα τούτων ὂν πρότασις προσεχῶς γίνεται δεικτικὴ τοῦ Α Δ συμπεράσματος. Ἐπεὶ δ’ εἴπομεν δύο εἶναι τὰς προσεχεῖς προτάσεις ἐν παντὶ συλλογισμῷ τὰς κυρίως δεικνυούσας τὸ προκείμενον συμπέρασμα καὶ διὰ τοῦτο ἀρτίους, καὶ τρεῖς ὅρους τοὺς τοιούτους, ἐξ ὧν αἱ δύο προτάσεις, διὸ καὶ περιττοὺς καὶ ἑνὶ πλείους τοὺς ὅρους τῶν προτάσεων, νῦν λέγομεν, εἰ μηκέτι μόνον αἱ κύριαι καὶ προσεχεῖς προτάσεις λαμβάνοιντο, ἀλλ’ εἶεν μὲν καὶ αὗται συμπεράσματα ἄλλων τῷ μὴ εἶναι ἀναποδείκτους, λαμβάνοιντο δ’ ἂν καὶ αἱ τῶν προτάσεων τούτων δεικτικαὶ προτάσεις. τοῦτο γάρ ἐστι διὰ προσυλλογισμοῦ, ὅταν ὦσιν αἱ προσεχεῖς καὶ κύριαι τοῦ προκειμένου συμπεράσματος προτάσεις καὶ αὗται δεικνύμεναι μετὰ συλλογισμοῦ· οἱ γὰρ τῶν εἰς δεῖξίν τινος συμπεράσματος λαμβανομένων προτάσεων δεικτικοὶ συλλογισμοὶ προσυλλογισμοὶ γίνονται τοῦ τελευταίου καὶ ἐκ τούτων γινομένου συλλογισμοῦ.

因为三个词项构成两个前提,除非其中某个前提或两个前提发生换位;因为只有这样,从三个词项中似乎才会产生多个前提。而我们采用换位是为了使不完全推论达到完全;这些不完全推论就是第二格和第三格中的推论。但即便在那些推论中,推论也是由两个前提构成的;因为为了证明结论,我们采用的是换位后的前提,以替代被换位的前提,而不是两者都采用。一切完满构成的推论必然由三个词项构成,这一点得到了证明;因为这有助于说明格只有三个;因为当词项为三个时,中项对于两极的位置,除了在三个格中所确立的它与它们的关系之外,不能有任何其他方式。 因此,从所说的话中显而易见:在任何推论性论述中,若前提不是两个,这一论述要么没有进行推论,要么针对论题要求了多于必要的前提。主要的结论,即所提出的结论,是通过两个前提来证明的;因为正如在复合推论中所表明的那样,没有什么能阻止被证明之结论的直接诸前提本身成为其他某种推论的结论。因为由上方首先被证明的、基于其他前提产生的诸结论中的某些,必然成为后继结论的前提;因为没有任何东西阻止其他前提的结论自身再次成为得出另一结论的推理性前提。但如果直接产生之结论赖以成立的前提不是两个,显然这一论述要么没有进行推论,要么针对论题要求了多于必要的前提。因为如果被设定用来推导Ε的Α与Β没有推导出任何东西,Γ与Δ也没有推导出任何东西,就根本不会产生推论;而如果它推导出某些其他结论,产生的就不会是关于所提结论的推论。另一方面,如果其中两个前提证明了Ε,而另两个前提证明了其他结论或什么也没证明,那么在两种情况下它们都将是徒劳选取的;因为如果证明了其他结论,推论就是多个,如果什么也没证明,它们就是徒劳选取的,而且即便它们从外部推导出了其他结论,对于Ε的证明而言也是徒劳的;就此而言,所选取的就多于必要的前提了。 因此,当推论按照其主要前提被考察时——我所说的主要前提,是指直接证明并推导出所提结论的前提,我们已表明它们是两个;我现在所说的也正是这一点:如果我们选取结论的主要前提即直接证明该结论的前提,那么在每一个推论中前提将是两个,而词项则是奇数[的三个];因为构成直接诸前提的词项已被证明是三个。而三比二多一,这是显而易见的。不仅如此,结论是直接证明性前提数目的一半,这也是显而易见的;因为前提是两个,而由它们产生的结论是一个。因为选取了Α属于Β、Β属于Γ、Γ属于Δ并得出结论“因此Α属于Δ”的人,并没有通过主要前提也没有通过直接前提来证明结论;因为主要且直接的前提是“Α属于Γ”和“Γ属于Δ”,而Α-Β与Β-Γ直接证明了Α-Γ,Α-Γ作为它们的结论,直接成为了证明结论Α-Δ的前提。 既然我们已经说过,在每一个推论中,主要证明所提结论的直接前提是两个,因而为偶数,而构成这两个前提的词项是三个,因而是奇数且比前提多一,现在我们说明,如果不再仅仅选取主要且直接的前提,而是这些前提本身由于并非不可证明而也是其他前提的结论,并且证明这些前提的前提也被选取时,情况会是如何。因为这就是通过前推论进行论证的情形,即所提结论的直接且主要的前提自身也伴随着推论而被证明;因为为了证明某一结论而选取的诸前提的证明性推论,就成为了最终的、由它们构成的推论的前推论。

语法注3 条
  1. 1.3ἐκτὸς εἰ μή

    ἐκτός 与 εἰ μή 重叠构成的固定习语,带有双重强调,意为“除非……”。

  2. 1.3Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις λαμβανομένων τῶν συλλογισμῶν

    句首的属格绝对结构(Κατὰ μὲν οὖν... λαμβανομένων)构成了破格句(anacoluthon);紧随其后的插入句(κυρίας δὲ λέγω...)打断了结构,随后通过 τοῦτο δὴ λέγω καὶ νῦν, ὅτι... 重启并完成了整个陈述。

  3. 1.3νῦν λέγομεν, εἰ μηκέτι μόνον αἱ κύριαι καὶ προσεχεῖς προτάσεις λαμβάνοιντο, ἀλλ’ εἶεν μὲν καὶ αὗται συμπεράσματα ἄλλων τῷ μὴ εἶναι ἀναποδείκτους, λαμβάνοιντο δ’ ἂν καὶ αἱ τῶν προτάσεων τούτων δεικτικαὶ προτάσεις.

    主动词 λέγομεν 引导由条件从句(εἰ μηκέτι... λαμβάνοιντο...)和潜在归结从句(λαμβάνοιντο δ' ἄν...)构成的间接陈述句框架,整体表达“如果……那么……情况将会如何”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:86.6-87.25