← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§84.34-86.6

引入多余前提的理由与推论的基本构成

特米斯提乌结合具体事例详述引入多余前提的各种缘由(归纳、增幅、隐蔽与明晰),并考察了诸前提的组合情形,从而得出一切推论根本上皆由两个前提与三个词项构成的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#18

ἢ εἴ τινος ἄλλου ἕνεκα, οἷον ὄγκου καὶ αὐξήσεως ἢ τοῦ σαφέστερον εἶναι τὸν λόγον· αἱ γὰρ παρὰ τὰς ἀναγκαίας προτάσεις λαμβανόμεναι τούτων τινὸς χάριν εἰώθασι λαμβάνεσθαι, ὡς δεδείχαμεν ἐν τῷ τελευταίῳ τῶν Τοπικῶν, δι’ ἐπαγωγῆς μέν, ὅταν ἡ καθόλου πρότασις δέηται πίστεως, ὡς ἐδείξαμεν ἐν τῷ συνάγοντι λόγῳ τὴν πολιτικὴν ἀγαθοῦ τινος ἐφίεσθαι (ἡ γὰρ πρότασις ἡ ‘πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται’ δι’ ἐπαγωγῆς ἐδείκνυτο), αὐξήσεως δέ, ὅταν μηκῦναί τις τὸν λόγον βούληται, ὡς ποιοῦσι πολλάκις οἱ συγγραφεῖς· οὐ γὰρ ἀρκούμενοι ψιλαῖς μόναις ταῖς τοῦ προκειμένου δεικτικαῖς προτάσεσιν ἔξωθέν τινας ἐπεμβάλλουσι κόσμου τε χάριν καὶ ὄγκου τοῦ κατὰ τὸν λόγον, ἢ τῶν ἐν ταῖς προτάσεσι κειμένων τι, ὁποῖόν ἐστιν, ἐξηγούμενοι ἤ τι ἄλλο ἐνείροντες τῷ λόγῳ. οἷον εἰ βουλόμενος δεῖξαί τις τὸ καλὸν ὠφέλιμον λάβοι πρότασιν τὴν ‘πᾶν καλὸν ἀγαθόν’, ἔπειτα περὶ τοῦ καλοῦ τινα προστιθείη λέγων καὶ ἐπαινετὸν τῇ αὑτοῦ φύσει καὶ δι’ αὑτὸ αἱρετόν· τὸ γὰρ καλὸν πρὸς ἑαυτὸ ἐπισπώμενον δι’ αὑτὸ αἱρετόν· ἀλλὰ μὴν καὶ τὴν πλείστην μοῖραν ἔχειν πρὸς εὐδαιμονίαν αὐτό. καὶ γὰρ μήτε εἰς κατασκευὴν τοῦ τὸ καλὸν αἱρετὸν εἶναι ταῦτα λαμβάνων τῷ μὴ ἀμφισβητεῖσθαι τοῦτο μήτε ὡς πρὸς τὴν δεῖξιν τοῦ προκειμένου ἄλλως δ’ αὐτὰ προστιθεὶς [καὶ] αὐξήσεως χάριν αὐτὰ προστίθησι τοῦ λόγου,1 ὄγκον τινὰ περιτιθεὶς αὐτῷ καὶ φεύγων τὸ ἐκ τῆς τέχνης ξηρόν τε καὶ ψιλόν. κρύψεως δὲ ὑπὲρ τοῦ μὴ δυσχεραίνειν μηδὲ ἀνανεύειν τὸν ἀποκρινόμενον ἀλλὰ ῥᾷον τὸ φαινόμενον διδόναι μὴ συνορῶντα τὸ συμβησόμενον. οἷον εἰ βουλόμενός τις δεῖξαι, ὅτι ἡ ὑγεία ἀγαθόν, λαβὼν τὴν ὑγείαν ὠφέλιμον εἶναι τῷ ἀγαθῷ μὴ εὐθὺς ἐρωτῴη, 〈εἰ〉 τὸ τῷ ἀγαθῷ ὠφέλιμον ἀγαθόν, διὰ τὸ μὴ δώσειν τὸν ἀντιλέγοντα τῷ δοθέντος τὸ συμβησόμενον φανερὸν εἶναι, ἀλλὰ ἐν μέσῳ ἄλλα τινὰ ἐρωτῶν, οἷον εἰ ἀγαθός ἐστιν ὁ τὰς ἀρετὰς ἔχων, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, ὡς ἐπαινετόν ἐστι, καὶ εἰ δι’ αὑτὴν αἱρετή, ἃ οὐδὲν μὲν αὐτῷ συντελεῖ, πρὸς ὃ βούλεται δεῖξαι, διασπᾷ δὲ τὴν συνέχειαν τῶν συναγουσῶν τὸ προκείμενον προτάσεων, εἶτα ἐπὶ τούτοις ἐξετάσει, εἰ τὸ τῷ ἀγαθῷ ὠφέλιμον δύναταί ποτε κακὸν εἶναι ἢ ἀγαθόν ἐστιν ἀεί· ῥᾷον γὰρ οὕτως λήψεται, ἢ 〈εἰ〉 εὐθὺς αὐτὸ αἰτῶ. ἢ δύναται τὸ αὐτὸ τοῦτο καὶ δι’ ἐπαγωγῆς λαβεῖν λέγων ‘ὡς τὸ τῷ μουσικῷ μουσικὸν καὶ 〈τὸ〉 τῷ τέκτονι τεκτονικόν, οὕτως καὶ τὸ τῷ ἀγαθῷ ἀγαθόν’. σαφηνείας δέ, ὅταν ἀσαφῶν οὐσῶν τῶν συλλογιστικῶν τοῦ προκειμένου προτάσεων εἰς σαφήνειαν αὐτῶν ᾖ τινα τεθειμένα, ὡς ἔχουσιν αἱ διὰ παραβολῆς προτάσεις παραλαμβανόμεναι. θέλοντες γὰρ λαβεῖν, ὅτι πᾶν τὸ ὅμοιον ταὐτόν, παραβλητέον τὸ ὅτι καὶ γὰρ τὸ ἀνόμοιον ἕτερον·2 καὶ ὅτι ἐπιστήμη μία τῶν ἐναντίων, βουλομένους λαβεῖν παραβλητέον τὸ ὅτι καὶ γὰρ αἴσθησις ἡ αὐτὴ τῶν ἐναντίων. Εἰ δὲ ἐκ τῶν Α, Β μὴ τὸ Ε ἀλλὰ ἄλλο τι γίνεται, τουτέστι συνάγεται, ἐκ δὲ τῶν Γ, Δ ἢ τὸ ἕτερον τῶν Α, Β ἤ τι ἄλλο ἔξωθεν, οἵ τε συλλογισμοὶ πλείους (πλείονα γὰρ τὰ συμπεράσματα, τὸ μὲν ἐπὶ τοῖς Α, Β τὸ δὲ ἐπὶ τοῖς Γ, Δ, εἴτε τὸ 〈Α ἢ τὸ〉 Β εἴη τοῦτο εἴτε ἄλλο τι ἔξωθεν), καὶ ἔτι 〈οὐ〉 τὸ προκείμενον ἔσται δεικνύμενον καὶ συναγόμενον· ἔκειτο γὰρ τὸ Ε συμπέρασμα εἶναι. εἰ δὲ τὰ μὲν Α, Β εἴη συνάγοντα ἔξωθέν τι, τὰ δὲ Γ, Δ μηδὲν εἴη δεικνύντα, ὁ μὲν συλλογισμὸς εἷς ἔσται, ἀλλ’ οὐ τοῦ προκειμένου· οὐ γὰρ τὸ Ε ἐδείχθη ἐπὶ τῶν Α, Β ἀλλὰ ἄλλο τι· τὰ δὲ Γ, Δ μάτην ἔσται εἰλημμένα καὶ κείμενα. ὁ δὲ αὐτὸς λόγος, καὶ εἰ τὰ μὲν Γ, Δ εἴη ἔξωθέν τι συνάγοντα, τὰ δὲ Α, Β μηδέν. εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὡς πᾶς ἐξ ἀνάγκης συλλογισμὸς διὰ τριῶν ὅρων καὶ διὰ δύο προτάσεων· καὶ γὰρ οἱ σύνθετοι συλλογισμοὶ τὰς προσεχῶς δεικνύσας προτάσεις δύο ἔχουσιν.

或者为了某种其他目的,例如庄严与增幅,或者为了使论述更加清晰;因为正如我们在《论题篇》末卷中所表明的那样,在必要前提之外选取的诸前提,往往是为了这些原因之一而被选取的。通过归纳,是指当全称前提需要确证时,正如我们在得出政治学追求某种善的论述中所展示的那样(因为“一切探究皆追求某种善”这一前提是通过归纳证明的);为了增幅,是指当有人希望拉长论述时,正如著述家们常做的那样;因为他们不满足于仅仅用证明所提结论的纯粹前提,而是为了论述的文采与庄严,从外部插入某些前提,要么解释前提中设定的某物是怎样的,要么在论述中织入某种其他内容。例如,若有人想要证明美是有益的,取了“凡美者皆善”这前提,然后就美添加某些说法,说它依其本性也是值得称赞的,且因其自身而值得选择——因为美将人吸引至其自身,因而是因其自身而值得选择的——不仅如此,它本身对幸福拥有最大的份额。因为他选取这些既不是为了确立美是值得选择的(由于这一点并无争议),也不是为了证明所提出的结论,而是以其他方式添加它们,他是为了论述的增幅而添加它们,赋予论述某种庄严,以避开该技艺的干瘪与空疏。至于隐蔽,则是为了使应答者不至于厌烦或摇头拒绝,而是在没有看清随之而来的推论结果时更容易承认显而易见的观点。例如,若有人想要证明健康是善,在取了健康对善是有益的之后,并不立即询问对善有益者是否为善(因为反驳者一旦承认此点,随之而来的结果就显而易见,因而不会承认),而是在中间询问某些其他问题,例如拥有德性的人是否为善,德性作为值得称赞之物是否为善,以及它是否因其自身而值得选择,这些问题对他想要证明的事情毫无帮助,却打断了推导出所提结论之诸前提的连续性,然后在这之后他再考察对善有益者是否有时可能为恶抑或始终为善;因为这样一来,他将比直接索取这前提更容易获得它。或者也可以通过归纳获得同一前提,说“正如对音乐家而言之物是合乎音乐的,对木工而言之物是合乎木工的,同样,对善而言之物也是善的”。至于清晰,是指当证明所提结论的推论性诸前提不明确时,为了使它们清晰而设定了某些前提,正如通过类比而引入的前提那样。因为若想取得“凡相似者皆相同”,就应当对比“因为不相似者亦相异”;若想取得“相反者的知识是单一的”,就应当对比“因为相反者的感觉亦是同一的”。 另一方面,如果从Α、Β得出的即推导出的不是Ε而是某种其他结论,而从Γ、Δ推导出的要么是Α、Β中的一者,要么是外部的某种其他结论,那么推论不仅是多个(因为结论是多个,一者基于Α、Β,另一者基于Γ、Δ,无论此结论是Α或Β,还是外部的某种其他结论),而且所提出的结论将不再是被证明和推导出的那一个;因为曾设定Ε为结论。但若Α、Β推导出外部的某种结论,而Γ、Δ什么也没有证明,那么推论固然是一个,但不是关于所提结论的推论;因为基于Α、Β证明的不是Ε而是别的结论;而Γ、Δ则是徒劳被选取和设定的。即便Γ、Δ推导出外部的某种结论而Α、Β什么也没有推导出,同样的论理也适用。若这些情况如此,则显然每一个推论必然通过三个词项并由两个前提构成;因为即便是复合推论,直接证明结论的前提也只有两个。

语法注2 条
  1. 1.3καὶ γὰρ μήτε εἰς κατασκευὴν τοῦ τὸ καλὸν αἱρετὸν εἶναι ταῦτα λαμβάνων τῷ μὴ ἀμφισβητεῖσθαι τοῦτο μήτε ὡς πρὸς τὴν δεῖξιν τοῦ προκειμένου ἄλλως δ’ αὐτὰ προστιθεὶς [καὶ] αὐξήσεως χάριν αὐτὰ προστίθησι τοῦ λόγου

    此处为一个破格结构(anacoluthon),分词 λαμβάνων 与 προστιθείς 先行出现,随后定式动词 προστίθησι 重复出现充当主谓语。带冠词不定词的与格 τῷ μὴ ἀμφισβητεῖσθαι 表示原因(“由于这一点并无争议”),用以说明为何选取这些并非为了论证美是值得选择的。

  2. 1.3θέλοντες γὰρ λαβεῖν, ὅτι πᾶν τὸ ὅμοιον ταὐτόν, παραβλητέον τὸ ὅτι καὶ γὰρ τὸ ἀνόμοιον ἕτερον

    在非人称动形容词 παραβλητέον(“应当对比”)之前,表示施事者的分词 θέλοντες(“若想……”)采用了悬空主格(nominativus pendens)。而在紧随其后的平行结构中,施事者则转换为宾格(βουλομένους),作为动形容词 παραβλητέον(相当于 δεῖ παραβάλλειν)的宾格施事者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:84.34-86.6