- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:83.25-84.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂厄斯驳斥了从四个前提能直接得出一个结论的假定,指出这些前提要么构成多个独立的推论,要么构成预备推论(即所谓第三论式),要么彼此无关,从而证明单一推论只需两个前提。他还解释了引入多余前提的原因:或是为了归纳确证,或是为了通过隐蔽结论以便诱使论辩对手表示同意的辩证策略。
οὐ μόνον δὲ ἔδει τοὺς ὅρους οὕτως ἔχειν πρὸς ἀλλήλους ἀλλὰ καὶ τῶν προτάσεων τὴν μὲν καθόλου εἶναι πρὸς τὸ κείμενον, ἣν καὶ μείζονα ἐλέγομεν, τὴν δὲ ἐλάττονά τε καὶ ὑπὸ ταύτην. δεήσει γοῦν καὶ ἐπὶ τῶν Α Β Γ Δ προτάσεων τοῦτο γίνεσθαι καὶ εἶναί τινα σχέσιν αὐτῶν πρὸς ἀλλήλας τοιαύτην ὡς συνῆφθαί τε ἀλλήλαις καὶ εἶναι τὴν μὲν καθόλου τὴν δὲ ὑπ’ αὐτήν, εἰ συναχθήσεταί τι δι’ αὐτῶν συλλογιστικῶς. ἐχέτωσαν οὖν οὕτω πρὸς ἀλλήλας αἱ προτάσεις, ἥ τε Α καὶ Β. οὐκοῦν εἰ οὕτως ἔχουσι πρὸς ἀλλήλας, δῆλον ὡς συναχθήσεταί τι ἐξ αὐτῶν· ὅταν γὰρ δύο προτάσεις οὕτως ἔχειν ληφθῶσι πρὸς ἀλλήλας, ἐξ ἀνάγκης συνάγεταί τι ἐξ αὐτῶν, καὶ δείκνυται συλλογιστικῶς τὸ δεικνύμενον, καὶ συναγόμενον ἐκ τῶν Α, Β προτάσεων οὕτως ἐχουσῶν πρὸς ἀλλήλας ἤτοι τὸ Ε ἔσται, ὅπερ ἦν προκείμενον δείκνυσθαι ἐκ τῶν Α Β Γ Δ προτάσεων, ἢ τὸ ἕτερον τῶν Γ, Δ, ἃ καὶ αὐτὰ συνακτικὰ μετὰ τῶν Α, Β ἔκειτο τοῦ Ε, ἢ οὔτε τὸ Ε οὔτε τὸ Γ οὔτε τὸ Δ ἀλλὰ ἄλλο τι παρὰ ταῦτα πάντα. εἰ μὲν οὖν τὸ Ε, εἴη ἂν ἐκ τῶν δύο μόνων, τοῦ τε Α καὶ τοῦ Β, συναγόμενον τὸ Ε ἀλλ’ οὐκ ἐκ τῶν ὑποτεθέντων τεσσάρων. τὰ δὲ δύο, τὸ Γ καὶ τὸ Δ, τουτέστιν αἱ προτάσεις αἱ δύο αἱ λοιπαί, εἰ μὲν καὶ αὐταὶ οὕτως ἔχουσι πρὸς ἀλλήλας ὡς τὴν μὲν καθόλου εἶναι, τὴν μείζονα πρότασιν, τὴν δ’ ἐλάττονά τε καὶ ὑπ’ ἐκείνην ὡς γίνεσθαι συλλογιστικὴν ὑπ’ αὐτῶν συζυγίαν, συναχθήσεταί τι καὶ ἐκ τούτων συλλογιστικῶς, καὶ ἤτοι τὸ Ε ἢ τῶν Α καὶ τῶν Β τὸ ἕτερον ἢ ἄλλο τι παρὰ ταῦτα. εἰ μὲν οὖν τὸ Ε ἐκ τούτων συνάγεται ὥσπερ καὶ ἐκ τῶν Α, Β, πλείους ἔσονται συλλογισμοὶ τοῦ αὐτοῦ· ἐδείχθη γάρ, ὅτι, ἂν τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλων καὶ δι’ ἄλλων προτάσεων γίνηται, πλείους οἱ συλλογισμοί. ἀλλὰ κἂν τῶν Α, Β τὸ ἕτερον ὑπὸ τῶν Γ, Δ συνάγεται, καὶ οὕτω πλείους οἱ συλλογισμοὶ τὴν ἑτέραν πρότασιν τῶν Α, Β, αἳ ἦσαν τοῦ Ε συλλογιστικαί, συμπέρασμα εἶναι ἐπὶ ταῖς Γ, Δ προτάσεσιν.1 ἔστι δὲ ἡ τοιαύτη σύνθεσις κατὰ τὸ τρίτον ὑπὸ τῶν νεωτέρων καλούμενον〈θέμα〉 γινομένη, ὅ ἐστιν ὑπὸ τὸ προκείμενον ἡμῖν θεώρημα συνθετικόν, εἴ γε τοῦ μέν ἐστι περιοχή, ὥσπερ εἰρήκαμεν, ‘ὅταν ἔκ τινων συνάγεταί τι, τὸ δὲ συναγόμενον μετὰ τινὸς ἢ τινῶν συνάγει τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ οὗ ἢ μεθ’ ὧν συνάγει τι ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει’. εἰ δὲ μήτε τοῦ Ε τὸ Γ, Δ μήτε τῶν Α, Β τοῦ ἑτέρου εἴη συλλογιστικά, ἄλλο δέ τι συλλογίζοιτο, πλείους τε ὁμοίως ἔσονται οἱ συλλογισμοὶ καὶ ἀσύναπτοι καὶ οὐδὲν κοινὸν πρὸς ἀλλήλους ἔχοντες· οὔτε γὰρ αὐτὰ τὰ Γ, Δ συνῆπται τῷ Α οὔτε τὸ δεικνύμενον ἐξ αὐτῶν, εἴ γε τὰ μὲν Α, Β τοῦ Ε δεικτικά εἰσι, τὰ δὲ Γ, Δ ἔξωθέν τινος ἄλλου καὶ οὔτε τοῦ Ε οὔτε τῶν Α, Β τινός. Εἰ δὲ μὴ οὕτως ἔχοιεν αἱ προτάσεις πρὸς ἀλλήλας αἱ Β, Γ ὡς ἔχειν συλλογιστικῶς τὸ συνάγειν, οὐκ ἀναγκαίως ἔσονται εἰλημμέναι· καὶ γὰρ χωρὶς τοῦ ληφθῆναι αὐτὰς τὸ Ε συνήγετο ἂν ἐκ τῶν Α, Β. παρελκόντως οὖν καὶ μάτην ἔσται εἰλημμένα καὶ ἀχρήστως, εἰ μὴ ἐπαγωγῆς χάριν 〈ὡς〉 πιστώσασθαί τι τῶν τοῦ Α δεικτικῶν δι’ αὐτῶν ἢ κρύψεως χάριν ὡς διὰ τὴν τούτων παράθεσιν τὸν προσδιαλεγόμενον συγχωρεῖν ῥᾷον2 ταῖς τοῦ προκειμένου συλλογιστικαῖς προτάσεσι τῷ ταύτας ἐν μέσῳ τιθεμένας ἀποκρύπτειν καὶ μὴ ἐᾶν τὸ συμβησόμενον ἐκ τῶν συγχωρηθέντων καταφανὲς γίνεσθαι καὶ γνώριμον. ῥᾷον γὰρ οἱ οὐκ εἰδότες τὸ συναχθησόμενον ἐκ τῶν συγχωρηθέντων συγχωροῦσιν, ὃ ποιοῦσιν αἱ κρύψεως χάριν τοῦ συμπεράσματος ἔξωθεν ἐπιλαμβανόμεναι προτάσεις· τοῦτο δὲ ποιοῦσιν οἱ διαλεκτικοί τε καὶ σοφισταί.
而且,不仅诸项应当彼此如此关联,在诸前提中,也必然有一者相对于所提出的结论是全称的(这也就是我们所说的大前提),而另一者是小前提且从属于大前提。无论如何,在前提Α、Β、Γ、Δ中也必然出现这种情况,并且它们彼此之间必然具有某种这样的关系,以至于彼此联结,且一者为全称而另一者从属于它,如果通过它们要推论性地得出什么结论的话。那么,就设前提Α与Β彼此如此关联。因此,如果它们彼此如此关联,显而易见会有某种结论从它们推导出来;因为每当两个前提被取为彼此如此关联时,必然会有某种结论从它们推导出来,并且被证明的结论是通过推论被证明的;而从彼此如此关联的前提Α、Β所推导出的,要么是Ε——即原本提出要从前提Α、Β、Γ、Δ证明的那个结论——要么是Γ、Δ中的一者——它们本身也曾被设定为与Α、Β一起推导出Ε——要么既不是Ε,也不是Γ,也不是Δ,而是除所有这些之外的某种其他结论。那么,如果是Ε,Ε就将仅仅由Α和Β这两者推导出,而不是由假定的四个前提推导出。至于其余两个前提即Γ和Δ,如果它们自身也彼此如此关联,以至于一者是全称的即大前提,另一者是小前提且从属于前者,从而由它们构成一个推论的前提对,那么从它们当中也将推论性地推导出某种结论,并且它要么是Ε,要么是Α与Β中的一者,要么是除这些之外的某种其他结论。如果Ε像从Α、Β推导出那样也从这些前提推导出,那么对于同一结论就将有多个推论;因为已经证明,如果同一结论通过互不相同的诸前提得出,推论就是多个。但即使Α、Β中的一者是由Γ、Δ推导出来的,这样一来推论同样也是多个,因为曾作为Ε的推论性前提的Α、Β之中的某一前提,成了以前提Γ、Δ为根据的结论。而这样的复合正是按照近代人所谓的第三个[论式]生成的,它从属于我们面前提出的复合定理,因为正如我们所说,它的适用范围是:“每当从某些前提推导出某物,而所推导出的结论与某一个或某些前提一起又推导出某物时,推导出该结论的前提群,与那个结论同其一起推导出某物的前提或诸前提一起,本身也将推导出同一结论”。然而,如果Γ、Δ既不是Ε的推论性前提,也不是Α、Β中某一前提的推论性前提,而是推论出某种其他结论,那么推论同样将是多个、断裂且彼此毫无共通之处的;因为如果Α、Β是证明Ε的前提,而Γ、Δ是证明外在的某种其他结论的前提,既不证明Ε也不证明Α、Β中的任何一者,那么无论是Γ、Δ本身还是由它们证明出的结论,都与Α毫无联结。 另一方面,如果前提Β与Γ彼此并不处于推论性地具有推导能力的关系,那么它们就不是必然被选取的;因为即使不选取它们,Ε本来也能从Α、Β推导出来。因此,它们将被多余、徒劳且无用地选取,除非是为了归纳的缘故,以便通过它们确证证明Α的诸前提中的某一部分;或者为了隐蔽的缘故,以便通过并列这些前提,通过将它们置于中间予以隐藏,而不让从被同意的前提中所必然产生的结果变得显而易见和易于察觉,从而使对话者更容易同意提出之结论的推论性诸前提。因为那些不知道从所同意的前提中将推导出什么的人更容易表示同意,而为了隐蔽结论而在外引入的前提正是起这个作用;做这种事的正是辩证家与智者们。
- 1.3τὴν ἑτέραν πρότασιν τῶν Α, Β, αἳ ἦσαν τοῦ Ε συλλογιστικαί, συμπέρασμα εἶναι ἐπὶ ταῖς Γ, Δ προτάσεσιν
带不定式的宾格结构(τὴν ἑτέραν πρότασιν ... συμπέρασμα εἶναι)作为说明性的补充,修饰前面的主句 καὶ οὕτω πλείους οἱ συλλογισμοί(“这样一来推论同样也是多个”),说明其理由或具体内涵,在意义上相当于“由于……成为结论”。
- 1.3εἰ μὴ ἐπαγωγῆς χάριν 〈ὡς〉 πιστώσασθαί τι τῶν τοῦ Α δεικτικῶν δι’ αὐτῶν ἢ κρύψεως χάριν ὡς διὰ τὴν τούτων παράθεσιν τὸν προσδιαλεγόμενον συγχωρεῖν ῥᾷον
在 εἰ μή(“除非”)之后,χάριν(为了……之目的)与 ὡς 以及不定式 πιστώσασθαι、συγχωρεῖν 构成呼应,针对前文的主句(“它们将被徒劳地选取”)形成例外的目的从句。两个不定式并列表示引入多余前提的两种可能目的(归纳确证与隐蔽获肯)。
