← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§82.14-83.25

复合论证的分析与推论的构成要素

特米斯提乌斯论述了包含归纳与推论的复合论证之分析,区分了包含中间结论的复合论证与单一直言推论,并开始通过假定论证在第一格中一切推论都必然由三个项和两个直接前提构成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#16

τὴν δὲ δευτέραν πρότασιν οὕτως ἔστι συλλογίσασθαι· πᾶς ὁ τοῦ ἴσου ἀπονεμητικὸς “τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου”· ὁ δὲ δίκαιος τοῦ ἴσου ἀπονεμητικός· “ὁ ἄρα δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου”· ὁ δὲ τοιοῦτος φρόνιμος. οὐ μὴν οὐδὲ ἡ τοιαύτη δεῖξις ἁπλῆ ἀλλὰ σύνθετος, σύνθετος δὲ οὐκ ἐκ πλειόνων συλλογισμῶν ἀλλ’ ἐξ ἐπαγωγῆς καὶ συλλογισμοῦ. διὸ καὶ ἡ ἀνάλυσις αὐτοῦ οὐκ εἰς συλλογισμοὺς ἔσται ὥσπερ τοῦ πρώτου, ἀλλ’ ἔσται τούτου ἡ ἀνάλυσις εἰς ἐπαγωγὴν καὶ συλλογισμόν, ἐξ ὧν καὶ συνετέθη. ἀναλύομεν γὰρ τὸν ὅλον λόγον φάσκοντες συνάγεσθαι τὸ μὲν Α ὑπὸ τῶν ἐπακτικῶς αὐτὸ κατασκευασάντων τὸ δὲ Β ἐκ τῶν οἰκείων προτάσεων· ὑπὸ δὲ τῶν Α, Β τὸ Ε· ὥστε καὶ ὑπὸ τῶν ἐξ ἀρχῆς τῶν τε τοῦ Α δεικτικῶν καὶ τῶν τοῦ Β τὸ Ε συναχθήσεται, ἐπειδὴ τὰ συνακτικά τινος, ὡς ἔφαμεν, μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετ’ ἐκείνου ἢ μετ’ ἐκείνων καὶ αὐτὰ συνάξει. τὰ γὰρ συνακτικὰ τοῦ Α ἔστω τὸ Γ, Δ· μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ Α τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετὰ τούτου ἢ μετὰ τούτων καὶ αὐτὰ συνάξει, ὃ καὶ αὐτό· συνῆγε δὲ τὸ Α μετὰ τοῦ Β τὸ Ε· ἀλλὰ καὶ 〈μετὰ〉 τῶν τοῦ Β συλλογιστικῶν (ἔστω δὲ ταῦτα Ζ, Θ) τὸ αὐτὸ συνῆγε (τὸ γὰρ Θ)· καὶ τὸ Γ, Δ 〈ἄρα〉 μετὰ τῶν Ζ, Θ ἢ μετὰ τοῦ Β τὸ Ε συνάξει. Ἀλλὰ καὶ οὕτως πλείους οἱ συλλογισμοί· πλείω γὰρ τὰ συμπεράσματα, οἷον τό τε Α καὶ τὸ Β καὶ τὸ Γ. οὐ γὰρ γίνεται εἷς συλλογισμός, ἐν ᾧ συλλογισμῷ αἱ προτάσεις αἱ δεικτικαὶ τοῦ συμπεράσματος συμπέρασμα ἄλλων τινῶν εἰσιν· ὅσα γὰρ συμπεράσματα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. ἔστι δὲ συμπέρασμα τό τε Α καὶ τὸ Β· αὗται γὰρ ἦσαν δεικτικαὶ τοῦ Γ προτάσεις, αὗται δὲ ἄλλων συμπέρασμα· ἀλλὰ καὶ τὸ Γ προσεχῶς ἐκ τῶν Α, Β δεικνύμενον. δῆλον δέ, ὅτι ἐφ’ ὧν διὰ συλλογισμοῦ αἱ δύο προτάσεις δείκνυνται, τὰ δύο συμπεράσματα τρία γίνεται συμπεράσματα. τὸ γὰρ δι’ ἐπαγωγῆς δειχθὲν οὐ συλλογισμός. ἀλλ’ οὖν κἀκεῖ πλείους οἱ συλλογισμοί, ὅτι ἡτέρα τῶν προτάσεων ἡ Β ἦν διὰ συλλογισμοῦ δεδειγμένη, ὥστε καὶ οὕτως δύο συλλογισμοί. εἰ δ’ οὖν ἀξιῴη τις καὶ τὸν τοιοῦτον ἕνα συλλογισμὸν εἶναι τῷ πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν καὶ τὰς τῶν προτάσεων δείξεις συντελεῖν,1 οὐ φιλονεικητέον πρὸς τοῦτο, ἀλλὰ γνωστέον, ὅτι οὕτως μὲν καὶ τοῦτον τὸν τρόπον ἐγχωρεῖ διὰ πλειόνων ὅρων καὶ προτάσεων γίνεσθαι τὸ αὐτὸ συμπέρασμα ἐμπεριεχομένων πλειόνων συμπερασμάτων τῷ παντὶ λόγῳ. ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β, ἀδύνατον,2 τουτέστιν ‘οὕτως δέ, ὡς διὰ δύο προτάσεων δείκνυταί τι, λέγειν καὶ διὰ πλειόνων προσεχῶν λαμβανομένων καὶ μηδὲν ἄλλο ἀλλ’ ἢ τὸ προκείμενον συμπέρασμα συναγουσῶν ἀδύνατον’. Ὅτι μὲν οὖν πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων προσεχῶν δύο δείκνυται, δι’ ὑποθέσεως δεικτέον.3 εἰ γὰρ οἷόν τε διὰ πλειόνων, ἔστω τὸ Ε δεδειγμένον διὰ προτάσεων τῶν Α Β Γ Δ. καὶ ποιητέον τὴν δεῖξιν ἐπὶ τοῦ πρώτου σχήματος· ὡς γὰρ ἂν ἐπὶ τούτου δειχθῇ, οὕτως ἔσται καὶ ἐπὶ τῶν ἄλλων σχημάτων. οὐκοῦν εἰ τὸ Ε συλλογιστικῶς δείκνυται διὰ τῶν Α Β Γ Δ προτάσεων, ἀνάγκη ἐν αὐταῖς εἶναι τὸ μέν τι ὡς ὅλον τὸ δὲ ὡς μέρος, τουτέστι τὴν μέν τινα πρότασιν καθόλου τὴν δὲ ὑπὸ ταύτην· ἀδύνατον γὰρ ἄλλως γενέσθαι συλλογισμὸν μὴ τοῦ μὲν καθόλου ληφθέντος τοῦ δὲ ἐπὶ μέρους καὶ ἐν τούτῳ περιεχομένου. δέδεικται γάρ, ὅτι, εἰ εἴη συλλογισμός, ἀνάγκη τινὰς τῶν δεικτικῶν συλλογιστικῶς τοῦ προκειμένου πρὸς ἀλλήλους οὕτως ἔχειν ὡς τὸν μὲν περιέχειν τὸν δὲ περιέχεσθαι. τοῦτο γὰρ δέδεικται μὲν καὶ πρὸ ὀλίγου, εἰρήκαμεν δὲ αὐτὸ 〈καὶ〉 ἐν τῇ τῶν συλλογισμῶν καταριθμήσει τε καὶ ἐκθέσει· αὕτη γὰρ ἦν πρώτη γένεσις τῶν συλλογισμῶν· τῷ γὰρ ἐν ὅλῳ ἄλλῳ ἄλλον εἶναι καὶ τῷ κατὰ παντὸς ἄλλον ἄλλου λέγεσθαι τούτων τῶν ἀναποδείκτων τούτων συλλογισμῶν εὑρέσεις.

另一方面,第二个前提可以这样推论:“凡分配平等者,‘皆不要求胜过相同者,而要求胜过不同者’;而正义者是分配平等者;‘因此,正义者不要求胜过相同者,而要求胜过不同者’;而这样的人是明智的”。然而,即使这样的论证也不是简单的,而是复合的;但它不是由多个推论复合而成,而是由一个归纳和一个推论复合而成的。因此,对它的分析也不会像对第一种情形那样化为若干推论,而是这一个论证的分析将化为一个归纳和一个推论,它本来就是由这两者复合而成的。因为我们分析整个论证时断言:Α是由归纳地确立它的诸前提所推导出的,而Β是由其固有的诸前提所推导出的;Ε则由Α和Β所推导出;因此,Ε也将由最初的诸前提——即证明Α的诸前提和证明Β的诸前提——所推导出来,因为正如我们所说,推导出某物的诸前提,与从它们那里所证明出的结论用以推导某物的那个或那些前提一起,本身也将与那个或那些前提一起推导出相同的结论。因为设Α的推导前提为Γ和Δ;Α(即由它们所证明出的结论)与何者或何诸前提一起推导出某物,它们本身也将与此者或此诸前提一起推导出它本身所推导出的结论;而Α曾与Β一起推导出Ε;但它也曾与Β的推论性前提(设这些前提为Ζ和Θ)一起推导出同一结论(因为Θ是前提之一);因此Γ和Δ也将与Ζ和Θ一起,或者与Β一起,推导出Ε。 然而即使这样,推论仍然是多个;因为结论是多个,例如Α、Β和Γ。因为在证明结论的诸前提本身又是其他某些前提之结论的推论中,并不能构成单一的推论;因为有多少结论,就有多少推论。而Α和Β都是结论;因为它们曾是证明Γ的前提,但它们又是其他前提的结论;而且Γ也是直接从Α和Β证明出来的。显而易见,在两个前提都通过推论被证明的情形中,两个结论会变成三个结论;因为通过归纳被证明出来的并不是推论。但无论如何,在那一情形中推论也是多个,因为前提中的另一个即Β是通过推论被证明的,所以即使那样也是两个推论。因此,如果有人主张这样一种情形也是单一推论,理由是各前提的论证有助于最终结论的论证,那么对此不必固执争辩,而应当认识到:按照这种方式并且在这种意义上,通过更多的项和前提得出相同的结论固然是可能的,同时多个结论被包含在整个论证之中。但若要像Γ通过Α和Β那样,则是绝对不可能的;这就是说:“但是要说:如同通过两个前提证明某物那样,也能通过更多的、直接选取的且除了所提出的结论外不推导任何其他结论的前提来证明,这是不可能的”。 因此,一切推论都是通过三个项并且通过两个直接的前提被证明的,这一点必须通过假定来证明。因为如果通过更多的〔前提〕是可能的,设Ε是通过前提Α、Β、Γ、Δ被证明的。而且这一论证必须在第一格中进行;因为正如在这一格中所证明的那样,在其他各格中也将同样如此。因此,如果Ε通过前提Α、Β、Γ、Δ被推论性地证明,那么在这些前提中必然有一者作为整体,另一者作为部分,即某一前提是全称的,而另一前提从属于它;因为除非一者被取为全称,另一者作为特称并被包含在其中,否则推论不可能产生。因为已经证明:如果存在推论,那么在推论性地证明所提出之结论的诸项中,某些项彼此之间必然处于一者包含而另一者被包含的关系。因为这一点不久前已被证明,并且我们在推论的列举与阐明中也曾论及;因为这正是推论的首要生成方式:正是由于一者在另一者之中如同在整体之中,以及一者对另一者的全体被述说,这些不可论证的推论才得以被发现。

语法注3 条
  1. 1.3τῷ πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν καὶ τὰς τῶν προτάσεων δείξεις συντελεῖν

    由带冠词的不定式与格 τῷ 引导的短语表示原因(“理由是……”、“因……之故”),在条件从句中作状语修饰希求式动词 ἀξιῴη。

  2. 1.3ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β, ἀδύνατον

    承接前文的承接性省略句,与前述“包含多个中间结论而在全论证中产生同一结论”形成对照:“但若要像Γ通过Α和Β[被证明]那样[通过更多前提被证明],则是不可能的”。作者紧接着用 τουτέστιν(即)引出完整的解释,补全了“说像通过两个前提证明那样、也能通过更多直接选取的前提证明是不可能的”这一结构。

  3. 1.3δι’ ὑποθέσεως δεικτέον

    “必须通过假定来证明”,充当归谬法(反证法)的引出短语,紧接着通过“因为如果通过更多的前提是可能的……”(εἰ γὰρ οἷόν τε διὰ πλειόνων...)设立假定,进而推导矛盾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:82.14-83.25