← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§80.34-82.14

复合三段论与合成定理的表述

特米斯提乌斯阐述了由预备推论确立前提的复合推论,并给出了自称由其发现的“复合定理”公式。随后,他通过医术与政治学的实例以及柏拉图《国家篇》第一卷关于正义的论证,说明了一个前提由推论证明、另一个前提由归纳证明的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#15

δεικνύοιτο γὰρ ἂν καὶ τὸ Ε διὰ τῶν Δ Ε Ζ Θ προτάσεων· οὐ μὴν ὁ συλλογισμὸς ἁπλοῦς ἐστιν ἀλλὰ σύνθετος· ἀνάγκη γὰρ τὸ ὑπό τινων συναγόμενον συνάγεσθαι καὶ ὑπὸ τῶν ἐκεῖνα συναγόντων διὰ τοῦ δυνάμει ἐν τοῖς συνάγουσιν εἶναι τὰ συναγόμενα.1 οἷον εἰ εἴη δεικνύμενον πᾶν δίκαιον συμφέρον εἶναι διὰ προτάσεων τῶν ‘πᾶν δίκαιον ἀγαθόν, πᾶν ἀγαθὸν συμφέρον’, ἑκατέρα δὲ τούτων τῶν προτάσεων ᾖ δεικνυμένη συλλογιστικῶς, ἡ μὲν πρώτη διὰ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’, ἡ δὲ δευτέρα διὰ τῶν ‘πᾶν ἀγαθὸν ὠφέλιμον, πᾶν ὠφέλιμον συμφέρον’, συνάξει καὶ τὸ ‘πᾶν δίκαιον συμφέρον’,2 ὃ ἦν δεικνύμενον ὑπὸ τῶν διὰ τούτων δεικνυμένων. δι’ ὧν δὲ λέγομεν νῦν, ὑπογράφομεν φανερώτερον τὸ λεγόμενον συνθετικὸν θεώρημα, οὗ ἡμεῖς ἐσμεν εὑρεταί. ἔστι δὲ ἡ περιοχὴ αὐτοῦ τοιαύτη· ὅταν ἔκ τινων συνάγεταί τι, τὸ δὲ συναγόμενον μετὰ τινὸς ἢ τινῶν συνάγει τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ ὧν ἢ δι’ ὧν συνάγεται ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει’. τὰ γὰρ τῶν Α, Β συνακτικά, δι’ ὧν δείκνυται τὸ Γ φέρε εἰπεῖν, ταῦτα συνάγει καὶ τὸ ὑπὸ τῶν Α καὶ τῶν Β συναγόμενον, ὃ ἦν τὸ Γ. ἐπεὶ γὰρ τὸ ‘πᾶν δίκαιον ἀγαθόν’ συναγόμενον ὑπὸ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’ συνάγει μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον’ 〈τὸ ‘πᾶν δίκαιον συμφέρον’, καὶ τὰ ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’ ὄντα συνακτικὰ τοῦ ‘πᾶν δίκαιον ἀγαθόν’ μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον’ συνάξει τὸ ‘πᾶν δίκαιον συμφέρον’, ὃ συνῆγε καὶ τὸ ὑπ’ αὐτῶν συναγόμενον καὶ μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον’.〉 κἂν ληφθῇ τὸ ‘πᾶν δίκαιον ἀγαθόν’ μετὰ τῶν ‘πᾶν ἀγαθὸν ὠφέλιμον, πᾶν ὠφέλιμον συμφέρον’, συνάγει τὸ ‘πᾶν ἀγαθὸν συμφέρον’, καὶ τὰ τοῦ ‘πᾶν δίκαιον ἀγαθόν’ συνακτικὰ μετὰ τούτων τὸ αὐτὸ συνάξει· διὰ τοῦτο γὰρ πρόσκειται ἐν τῇ περιοχῇ τὸ ‘μετὰ τινὸς ἢ τινῶν’. Καὶ οὕτως γίνεται τὸ αὐτὸ διὰ πλειόνων δεικνύμενον ὅρων, κἂν τῶν συνακτικῶν τινος τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ δεδειγμένον εἴη, οἷον τὸ Α, Β, ἃ τοῦ Ε ἦν συνακτικά, εἰ τὸ μὲν Α δι’ ἐπαγωγῆς εἰλημμένον εἴη τὸ δὲ Β διὰ συλλογισμοῦ· πάλιν γὰρ ἔσται καὶ τὸ 〈Ε〉 δεικνύμενον ἐκ τῶν ἐπακτικῶς δειξάντων τὸ Α καὶ ἐκ τῶν συλλογιστικῶς τὸ Β. οἷον εἰ δεικνύοιτο, ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ, διὰ προτάσεων τῶν ‘ἡ ἰατρικὴ τέχνη, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, ἡ ἰατρικὴ ἄρα χρήσιμος τῷ βίῳ’, τούτων δὲ τῶν προτάσεων οἷον ‘ἡ ἰατρικὴ τέχνη’ διὰ συλλογισμοῦ κατασκευάζοιτο (οἷον ἡ ἰατρικὴ μέθοδός ἐστιν ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη ἐστίν, ἡ ἰατρικὴ ἄρα τέχνη), ἡ δὲ λέγουσα ‘τέχνη χρήσιμός ἐστι τῷ βίῳ’ δι’ ἐπαγωγῆς προχειρισαμένων ἡμῶν πάσας τὰς κατὰ μέρος τέχνας καὶ οὕτως ἐχούσας δειξάντων· καὶ πάλιν 〈ὅτι〉 ἡ πολιτικὴ ἀγαθοῦ τινος ἐφίεται, 〈διὰ προτάσεων τῶν ‘ἡ πολιτικὴ μέθοδός ἐστιν, πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται’〉 τούτων δὲ ἡ μὲν λέγουσα ‘πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται’ δι’ ἐπαγωγῆς δεικνύοιτο προχειριζομένων ἡμῶν τάς τε τέχνας καὶ τὰς ἐπιστήμας, καθ’ ὧν ἡ μέθοδος, καὶ δεικνύντων, ὅτι οὕτως ἔχουσιν, ἡ δὲ λέγουσα τὴν πολιτικὴν μέθοδον εἶναι διὰ συλλογισμοῦ τοῦ ‘πᾶσα ἕξις μετά τινος λόγου τῶν ὑπ’ αὐτὴν οὖσα θεωρητικὴ μέθοδός ἐστιν, ἡ δὲ πολιτικὴ ἕξις ἐστὶ μετὰ λόγου τῶν ὑπ’ αὐτὴν θεωρητική’. ἢ ὡς ὁ Πλάτων δείκνυσιν ἐν πρώτῳ Πολιτείας τὴν μὲν δικαιοσύνην φρόνησίν τινα οὖσαν τὴν δὲ ἀδικίαν ἀφροσύνην οὕτως· ὁ τοῦ ἀνομοίου μὲν ἀξιῶν τὸ πλέον ἔχειν τοῦ δὲ ὁμοίου 〈μὴ ἀξιῶν φρόνιμος·3 ὁ δὲ δίκαιος τοῦ μὲν ἀνομοίου ἀξιοῖ πλέον ἔχειν, τοῦ δὲ ὁμοίου〉 οὐκ ἀξιοῖ· δίκαιος ἄρα ὁ φρόνιμος. ἑκατέραν γὰρ τῶν προτάσεων τούτων δείκνυσιν, ἀλλὰ τὴν μὲν πρώτην δι’ ἐπαγωγῆς τὴν δὲ δευτέραν διὰ συλλογισμοῦ. ἡ μὲν οὖν ἐπαγωγὴ ὑπάρχει τοιαύτη· ὁ ἐν τοῖς ὑγιεινοῖς τοῦ μὲν ὁμοίου οὐκ ἀξιῶν πλέον ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμος περὶ ταῦτα· ἔστι δ’ οὗτος ὁ ἰατρός· ἀλλὰ καὶ ὁ ἐν τοῖς κατὰ μουσικὴν τοῦ μὲν ὁμοίου μὴ ἐπαξιῶν πλεονεκτεῖν περὶ τὴν ἐπίτασιν τῶν χορδῶν ἢ ἄνεσιν τοῦ δὲ 〈μὴ〉 ὁμοίου φρόνιμος ἐν τούτοις· τοιοῦτος γὰρ ὁ μουσικός· καὶ καθόλου ἄρα πᾶς ὁ τοῦ μὲν ὁμοίου πλέον οὐκ ἀξιῶν ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμος.

因为Ε也可以通过前提Δ、Ε、Ζ、Θ被证明;然而这一推论不是简单推论,而是复合推论;因为由某些前提推导出的结论,必然也由推导出那些前提的诸前提所推导出来,这是由于被推导出的结论潜在地存在于推导它的诸前提之中。例如,设若要通过前提“一切正义之物都是善的,一切善的事物都是有益的”来证明一切正义之物都是有益的,并且这两个前提中的每一个都是经由推论被证明的——第一个前提通过“一切正义之物都是美的,一切美的事物都是善的”,第二个前提通过“一切善的事物都是有用的,一切有用的事物都是有益的”——则[论证者]也将推导出“一切正义之物都是有益的”,而这本是由通过这些前提所证明出的诸前提所证明的。通过我们现在所说的内容,我们更清楚地勾画出了所谓“复合定理”——我们自己正是其发现者。它的公式如下:“凡从某些前提推导出某种结论,而被推导出的结论与某一个或某些前提共同推导出某种结论时,推导它的诸前提与推导出那一结论所协同或所通过的诸前提一起,本身也将推导出相同的结论”。因为推导出Α与Β的诸前提(比方说,Γ正是通过它们被证明的),也推导出由Α和Β所推导出的结论,即Γ。因为既然由“一切正义之物都是美的,一切美的事物都是善的”所推导出的“一切正义之物都是善的”,与“一切善的事物都是有益的”共同推导出“一切正义之物都是有益的”,那么作为“一切正义之物都是善的”之推导前提的“一切正义之物都是美的,一切美的事物都是善的”,与“一切善的事物都是有益的”共同也将推导出“一切正义之物都是有益的”,正如由它们推导出的结论与“一切善的事物都是有益的”共同推导出的那样。而且即使“一切正义之物都是善的”是与“一切善的事物都是有用的,一切有用的事物都是有益的”一同被选取的,它推导出“一切善的事物都是有益的”,而推导出“一切正义之物都是善的”的诸前提与这些前提一起也将推导出相同的结论;正因如此,公式中才附加了“与某一个或某些前提共同”。 以这种方式,即使在推导某一结论的诸前提中,一个是通过归纳被证明的,另一个是通过推论被证明的,同一结论也会通过更多的项被证明;例如作为Ε之推导前提的Α与Β,设若Α是通过归纳获得的,而Β是通过推论获得的;因为Ε同样将由归纳地证明Α的诸前提和推论地证明Β的诸前提所证明。例如,设若要通过前提“医术是一门技艺,一切技艺对生活都是有用的,因此医术对生活是有用的”来证明医术对生活是有用的,而在这些前提中,“医术是一门技艺”是通过推论被确立的(例如“医术是一种开辟道路的方法,一切开辟道路的方法都是技艺,因此医术是技艺”),而陈述“技艺对生活是有用的”的前提则是通过归纳——由我们列举所有个别的技艺并表明它们处于这种状况——[被确立的];又如证明政治学追求某种善,是通过前提“政治学是一种方法,一切方法都追求某种善”——在这些前提中,陈述“一切方法都追求某种善”的前提是通过归纳被证明的,由我们列举方法所适用的各种技艺和科学,并表明它们处于这种状况,而陈述政治学是一种方法的前提则是通过推论“一切带有某种理智且考察其所辖事物之状态都是方法,而政治学是带有理智且考察其所辖事物之状态”[被证明的];抑或如柏拉图在《国家篇》第一卷中所证明的正义是某种明智而不义是愚蠢那样:“要求胜过不同者而不要求胜过相同者的人是明智的;而正义者要求胜过不同者,却不要求胜过相同者;因此,明智者是正义的”。因为他对这两个前提中的每一个都进行了证明,但第一个是通过归纳证明的,第二个是通过推论证明的。归纳是这样的:“在健康之事上,不要求胜过相同者而要求胜过不同者的人,在这些事上是明智的;而这就是医生。而且在音乐之事上,关于琴弦的拉紧或放松,不要求胜过相同者而要求胜过不同者的人,在这些事上也是明智的;因为音乐家就是这样的人。因此普遍而言,一切不要求胜过相同者而要求胜过不同者的人,都是明智的”。

语法注3 条
  1. 1.3διὰ τοῦ δυνάμει ἐν τοῖς συνάγουσιν εἶναι τὰ συναγόμενα

    此句为表示原因的介词短语(διὰ τοῦ... εἶναι,此处属格定冠词 τοῦ 与 διά 连用,相当于 διὰ τό + 不定式),不定式 εἶναι 的逻辑主语为中性复数宾格 τὰ συναγόμενα。与格 δυνάμει 作状语(“潜在地”),与表语介词短语 ἐν τοῖς συνάγουσιν 共同修饰不定式。

  2. 1.3συνάξει καὶ τὸ ‘πᾶν δίκαιον συμφέρον’

    主要动词 συνάξει 为第三人称单数将来时主动态,此处为非人称用法或指代未明言的主语(即各前提的组合或论证者:“[论证者]将推导出……”)。随后的 ὃ ἦν δεικνύμενον 等句为关系代词从句,修饰所推导出的命题“一切正义之物都是有益的”。

  3. 1.3ὁ τοῦ ἀνομοίου μὲν ἀξιῶν τὸ πλέον ἔχειν τοῦ δὲ ὁμοίου μὴ ἀξιῶν φρόνιμος

    此句概括了柏拉图《国家篇》第一卷(349b–350c)的论证。主格分词短语 ὁ ... ἀξιῶν 作句子的主语,形容词 φρόνιμος 作表语(系动词 ἐστί 被省略)。分词 ἀξιῶν 支配不定式 τὸ πλέον ἔχειν(“胜过/占更多份额”),而 τοῦ ἀνομοίου 与 τοῦ ὁμοίου 则是受比较短语 πλέον ἔχειν 支配的比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:80.34-82.14