- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:79.19-80.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过具体的例子论述了如何通过换位和格的排列(第一、第二、第三格)推导同一结论——包括使用相同项和使用不同中项的情形,并整理了前提自身通过预备推论推导而成的复合推论结构。
δυνατὸν δὲ καὶ ἄλλα μέσα λαμβάνεσθαι, οἷον τὸ Α, Β ἢ Β, Γ, ὡς μὴ μόνον δύο συλλογισμοὺς δεικτικοὺς τοῦ αὐτοῦ συμπεράσματος γίνεσθαι ἀλλὰ καὶ πλείους· τὸ γὰρ Ε ποτὲ μὲν διὰ τῶν Α, Β προτάσεων ποτὲ δὲ διὰ τῶν Γ, Δ ποτὲ δὲ διὰ τῶν Β, Γ δείκνυσθαι δυνήσεται. δύναται δὲ ἡμῖν τὰ ὕστερα προσκείμενα στοιχεῖα καὶ ἄλλου τινὸς εἶναι δεικτικά,1 ὅτι οὐ μόνον διαφέροντες συλλογισμοί εἰσιν, ὧν διαφέροντες οἱ μέσοι καὶ αἱ προτάσεις, ἀλλὰ καὶ τῶν αὐτῶν ὅρων λαμβανομένων καὶ τῶν αὐτῶν γινομένων συμπερασμάτων ἡ θέσις τοῦ μέσου καὶ ἡ τάξις διαφορὰν ποιεῖ συλλογισμῶν. καὶ εἴημεν ἂν διὰ μέσου τοῦ Α, Β τὸ πρῶτον λέγοντες σχῆμα, διὰ δὲ τοῦ Α, Γ τὸ δεύτερον, διὰ δὲ τῶν Β, Γ τὸ τρίτον. οὐσῶν γὰρ τῶν προτάσεων τῶν Α, Β ἐν πρώτῳ σχήματι τῶν δεικνυουσῶν τὸ Ε συμπέρασμα τὸ αὐτὸ συμπέρασμα καὶ ἐν δευτέρῳ σχήματι δειχθήσεται ἐπὶ τοῖς αὐτοῖς ὅροις τῆς μὲν Α προτάσεως τῆς αὐτῆς ληφθείσης, τῆς δὲ Β ὑπαλλαγείσης τουτέστιν ἀντιστραφείσης καὶ γενομένης Γ· αὕτη δ’ ἂν ἡ μείζων εἴη. πάλιν δὲ ἐν τρίτῳ τῆς μὲν Β τουτέστι τῆς μείζονος τῆς αὐτῆς ληφθείσης, ἥτις ἦν καὶ ἐν τῷ πρώτῳ, τῆς δὲ ἀντιστραφείσης καὶ γενομένης Γ. δύναται γὰρ τὸ αὐτὸ συμπέρασμα ἐπὶ τοῖς αὐτοῖς ὅροις διὰ τῶν τριῶν σχημάτων δειχθῆναι οὕτως. οἷον ἔστω προκείμενον δειχθῆναι, ὅτι τις ἄνθρωπος οὐκ ἔστι λευκός. τοῦτο μὲν ἐν πρώτῳ σχήματι οὕτως ἂν δειχθείη· τὶς ἄνθρωπος Αἰθίοψ ἐστί, οὐδεὶς Αἰθίοψ λευκός ἐστι, τὶς ἄρα ἄνθρωπος οὐκ ἔστι λευκός· καὶ ἔστιν ἡ μὲν ‘τὶς ἄνθρωπος Αἰθίοψ ἐστίν’ πρότασις τὸ Α, ἡ δὲ ‘οὐδεὶς Αἰθίοψ λευκός’ τὸ Β. ἐν δὲ τῷ δευτέρῳ σχήματι πάλιν οὕτως· τὶς ἄνθρωπος Αἰθίοψ ἐστίν, ἥτις ἦν ἡ Α πρότασις, οὐδεὶς λευκὸς Αἰθίοψ ἐστίν, ἥτις ἐστὶν ἀντιστροφὴ τῆς Β· αὕτη ἔστω τὸ Γ· τὸ γὰρ αὐτὸ καὶ ἐν τούτῳ συνάγεται τὸ ‘τὶς ἄνθρωπος οὐκ ἔστι λευκός’. ἡ μὲν οὖν Α πρότασίς ἐστι κοινὴ ἡμῖν πρὸς τὴν πρώτην δεῖξιν, ἡ δὲ Γ ἄλλη ἐλήφθη· ἡ γὰρ Β ἀντεστράφη, καὶ διὰ τοῦτο ὅ τε συλλογισμὸς ἄλλος καὶ τὸ σχῆμα· δεύτερον γάρ. πάλιν ἐν τρίτῳ σχήματι· οὐδεὶς Αἰθίοψ λευκός ἐστιν, ἥτις ἦν ἡ Β πρότασις ἐν τρίτῳ σχήματι, τὶς Αἰθίοψ ἄνθρωπός ἐστιν, ἦν ἀντιστρέφουσα ἡ Α, ἥτις ἔσται τὸ Γ. καὶ αὕτη ἡ δεῖξις τὴν μὲν Β πάλιν πρότασιν κοινὴν 〈πρὸς〉 τὴν ἐν πρώτῳ σχήματι δεῖξιν ἔχει, ἰδίαν δὲ τὴν Γ· καὶ γὰρ διὰ τούτων πάλιν τὸ αὐτὸ δείκνυται τὸ ‘τὶς ἄνθρωπος οὐκ ἔστι λευκός’. καὶ οὕτως δείκνυται τὸ αὐτὸ συμπέρασμα διὰ πλειόνων δεικνύμενον οὐκ ἄλλοτε ἄλλων ὅρων λαμβανομένων, ὡς τὸ πρῶτον ἐδείξαμεν, ἀλλὰ τῶν αὐτῶν ἄλλως καὶ ἄλλως τιθεμένων κατὰ τὰς τῶν σχημάτων διαφορὰς καὶ διὰ τοῦτο πλειόνων συλλογισμῶν γεγενημένων. ἀλλὰ καὶ τὸ μὴ εἶναι τὸ αἰσχρὸν καλὸν δεικνύοιτο ἂν διὰ τῶν αὐτῶν ὅρων ἐν τοῖς τρισὶ σχήμασιν, ἐν μὲν πρώτῳ διὰ τῶν ‘πᾶν αἰσχρὸν κακόν, καὶ οὐδὲν κακὸν καλόν’, διὰ δὲ δευτέρου διὰ τῶν ‘πᾶν τὸ αἰσχρὸν κακόν, οὐδὲν κακὸν καλόν’, διὰ δὲ τοῦ τρίτου· ‘οὐδὲν κακὸν καλόν, τὶ κακὸν αἰσχρόν’. διοίσει δὲ μόνῳ τῷ ἐν τρίτῳ ἐπὶ μέρους γενέσθαι τὸ συμπέρασμα.2 ἔνεστι τὸ αὐτὸ συμπέρασμα διὰ τῶν τριῶν σχημάτων δεῖξαι καὶ μὴ τὸν αὐτὸν μέσον λαμβάνοντας, ὡς νῦν, ἀλλὰ ἄλλοτε ἄλλον. ἔστω γὰρ συμπέρασμα τὸ τινὰ ἄνθρωπον μὴ εἶναι ἵππον· τοῦτο μὲν ἐν πρώτῳ σχήματι συνάξομεν λαβόντες ‘τὶς ἄνθρωπος γραμματικός, οὐδεὶς γραμματικὸς ἵππος, οὐδεὶς ἄρα ἄνθρωπος ἵππος’, ἐν δὲ τῷ δευτέρῳ ‘τὶς ἄνθρωπος μουσικός, οὐδεὶς ἵππος μουσικός’, ἐν τρίτῳ ‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵππος’· καθ’ ἕκαστον γὰρ συλλογισμὸν δι’ ἄλλου μέσου τὸ αὐτὸ δέδεικται συμπέρασμα. Ἢ πάλιν ὅταν ἑκάτερον τῶν Α, Β διὰ συλλογισμοῦ ληφθῇ, καὶ οὕτως τὸ αὐτὸ διὰ πλειόνων ὅρων δειχθήσεται,3 εἰ ἑκατέρα τῶν προτάσεων, ἥ τε Α καὶ ἡ Β, δι’ ὧν συνήγετο τὸ Ε, 〈εἰ εἴη διὰ προσυλλογισμοῦ εἰλημμένη,〉 ὡς ἑκατέραν αὐτῶν συμπέρασμα συλλογισμῶν εἶναι, τὴν μὲν Α διὰ τῶν Δ, Ε προτάσεων τὴν δὲ Β διὰ τῶν Ζ, Θ.
也可以选取其他中项,如Α与Β,或Β与Γ,从而不仅生成两个指明同一结论的推论,而且生成更多;因为Ε既能有时通过前提Α与Β被证明,也能有时通过Γ与Δ,有时通过Β与Γ被证明。随后附加的字母记号对于我们而言也能指明另一件事:即不仅中项和前提不同的推论彼此相异,而且即使选取相同的名项、得出相同的结论,中项的位置与排列也会造成推论的差异。于是我们借由Α与Β表述第一格,借由Α与Γ表述第二格,借由Β与Γ表述第三格。因为当表明结论Ε的前提Α与Β处于第一格中时,在相同的名项下,前提Α保持相同被选取,而Β被更替——亦即被换位——并成为Γ,同一结论在第二格中也将被证明;而这[Γ]将是大前提。在第三格中,同样是Β——亦即也在第一格中的大前提——保持相同被选取,而[另一前提]被换位并成为Γ。因为同一结论在相同的名项下能够通过三个格如此被证明。例如,设课题为证明某个人不是白的。这在第一格中可以如此证明:“某个人是埃塞俄比亚人,没有任何埃塞俄比亚人是白的,因此某个人不是白的”;而前提“某个人是埃塞俄比亚人”是Α,“没有任何埃塞俄比亚人是白的”是Β。在第二格中再次如下:“某个人是埃塞俄比亚人”(这是前提Α),“没有任何白人是埃塞俄比亚人”(这是Β的换位);设此为Γ;因为在此格中同样推导出“某个人不是白的”。因此前提Α对于我们而言与第一个证明是共有的,而Γ则是作为不同的前提被选取的;因为Β被换位了,正因如此,推论与格都不同;因为这是第二格。在第三格中再次如下:“没有任何埃塞俄比亚人是白的”(这是第三格中的前提Β),“某个埃塞俄比亚人是人”(这是换位了的Α,它将成为Γ)。这个证明同样具有与第一格中的证明共有的前提Β,但以Γ为特有;因为通过这些前提,同样证明了相同的结论“某个人不是白的”。于是,由此表明,同一结论通过多个推论被证明,并不是像我们最初所展示的那样由于每次选取不同的名项,而是由于相同的名项按照格的差异被以不同的方式放置,且由于这一原因生成了更多的推论。而且,丑陋之物不是美的,也可以在三个格中通过相同的名项被证明:在第一格中通过“一切丑陋之物都是恶的,没有任何恶的事物是美的”;在第二格中通过“一切丑陋之物都是恶的,没有任何恶的事物是美的”;在第三格中通过“没有任何恶的事物是美的,某种恶的事物是丑陋的”。所不同的仅在于,在第三格中结论变成了特称的。也可以在三个格中证明同一结论,不是像现在这样选取相同的中项,而是每次选取不同的中项。设结论为某个人不是马;我们在第一格中选取“某个人是通晓文法的,没有任何通晓文法的人是马,因此没有人是马”来推导出此结论;在第二格中通过“某个人是通晓音乐的,没有任何马是通晓音乐的”;在第三格中通过“一切能笑的都是人,没有任何能笑的是马”;因为在每个推论中,同一结论都是通过不同的中项被证明的。或者又如,当Α与Β中的每一个都通过推论被获得时,以这种方式同一结论也将通过更多的项被证明,如果引出Ε的两个前提——Α与Β——[是通过预备推论被获得的],从而使它们中的每一个都是各推论的结论:Α通过前提Δ与Ε,而Β通过Ζ与Θ。
- 1.3δύναται δὲ ἡμῖν τὰ ὕστερα προσκείμενα στοιχεῖα καὶ ἄλλου τινὸς εἶναι δεικτικά
形容词 δεικτικά 支配属格 ἄλλου τινός,其后的 ὅτι 从句作为同位成分解释其内容。ἡμῖν 是表示判断者或观察角度的关涉与格(dative of reference)。
- 1.3διοίσει δὲ μόνῳ τῷ ἐν τρίτῳ ἐπὶ μέρους γενέσθαι τὸ συμπέρασμα
在动词 διοίσει 之后,带中性冠词的不定词短语 μόνῳ τῷ... γενέσθαι 作表关系或方式的与格,指明第三格产生差异的唯一处所。
- 1.3Ἢ πάλιν ὅταν ἑκάτερον τῶν Α, Β διὰ συλλογισμοῦ ληφθῇ, καὶ οὕτως τὸ αὐτὸ διὰ πλειόνων ὅρων δειχθήσεται
对应由 ὅταν 引导的时间/条件从句,主句开头的 καί 起归结性连接(apodotic καί)作用,用以引出并强调其结论。
